1 καὶ αὑ̃ται αἱ γενέσεις Ααρων καὶ Μωυση̃ ἐν ἡ̨̃ ἡμέρα̨ ἐλάλησεν κύριος τω̨̃ Μωυση̨̃ ἐν ὄρει Σινα |
2 καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν υἱω̃ν Ααρων πρωτότοκος Ναδαβ καὶ Αβιουδ Ελεαζαρ καὶ Ιθαμαρ |
3 ταυ̃τα τὰ ὀνόματα τω̃ν υἱω̃ν Ααρων οἱ ἱερει̃ς οἱ ἠλειμμένοι οὓς ἐτελείωσαν τὰς χει̃ρας αὐτω̃ν ἱερατεύειν |
4 καὶ ἐτελεύτησεν Ναδαβ καὶ Αβιουδ ἔναντι κυρίου προσφερόντων αὐτω̃ν πυ̃ρ ἀλλότριον ἔναντι κυρίου ἐν τη̨̃ ἐρήμω̨ Σινα καὶ παιδία οὐκ ἠ̃ν αὐτοι̃ς καὶ ἱεράτευσεν Ελεαζαρ καὶ Ιθαμαρ μετ' Ααρων του̃ πατρὸς αὐτω̃ν |
5 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων |
6 λαβὲ τὴν φυλὴν Λευι καὶ στήσεις αὐτοὺς ἐναντίον Ααρων του̃ ἱερέως καὶ λειτουργήσουσιν αὐτω̨̃ |
7 καὶ φυλάξουσιν τὰς φυλακὰς αὐτου̃ καὶ τὰς φυλακὰς τω̃ν υἱω̃ν Ισραηλ ἔναντι τη̃ς σκηνη̃ς του̃ μαρτυρίου ἐργάζεσθαι τὰ ἔργα τη̃ς σκηνη̃ς |
8 καὶ φυλάξουσιν πάντα τὰ σκεύη τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ τὰς φυλακὰς τω̃ν υἱω̃ν Ισραηλ κατὰ πάντα τὰ ἔργα τη̃ς σκηνη̃ς |
9 καὶ δώσεις τοὺς Λευίτας Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ τοι̃ς ἱερευ̃σιν δόμα δεδομένοι οὑ̃τοί μοί εἰσιν ἀπὸ τω̃ν υἱω̃ν Ισραηλ |
10 καὶ Ααρων καὶ τοὺς υἱοὺς αὐτου̃ καταστήσεις ἐπὶ τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ φυλάξουσιν τὴν ἱερατείαν αὐτω̃ν καὶ πάντα τὰ κατὰ τὸν βωμὸν καὶ ἔσω του̃ καταπετάσματος καὶ ὁ ἀλλογενὴς ὁ ἁπτόμενος ἀποθανει̃ται |
11 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων |
12 καὶ ἐγὼ ἰδοὺ εἴληφα τοὺς Λευίτας ἐκ μέσου τω̃ν υἱω̃ν Ισραηλ ἀντὶ παντὸς πρωτοτόκου διανοίγοντος μήτραν παρὰ τω̃ν υἱω̃ν Ισραηλ λύτρα αὐτω̃ν ἔσονται καὶ ἔσονται ἐμοὶ οἱ Λευι̃ται |
13 ἐμοὶ γὰρ πα̃ν πρωτότοκον ἐν ἡ̨̃ ἡμέρα̨ ἐπάταξα πα̃ν πρωτότοκον ἐν γη̨̃ Αἰγύπτου ἡγίασα ἐμοὶ πα̃ν πρωτότοκον ἐν Ισραηλ ἀπὸ ἀνθρώπου ἕως κτήνους ἐμοὶ ἔσονται ἐγὼ κύριος |
14 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν ἐν τη̨̃ ἐρήμω̨ Σινα λέγων |
15 ἐπίσκεψαι τοὺς υἱοὺς Λευι κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατὰ συγγενείας αὐτω̃ν πα̃ν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐπισκέψασθε αὐτούς |
16 καὶ ἐπεσκέψαντο αὐτοὺς Μωυση̃ς καὶ Ααρων διὰ φωνη̃ς κυρίου ὃν τρόπον συνέταξεν αὐτοι̃ς κύριος |
17 καὶ ἠ̃σαν οὑ̃τοι οἱ υἱοὶ Λευι ἐξ ὀνομάτων αὐτω̃ν Γεδσων Κααθ καὶ Μεραρι |
18 καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν υἱω̃ν Γεδσων κατὰ δήμους αὐτω̃ν Λοβενι καὶ Σεμεϊ |
19 καὶ υἱοὶ Κααθ κατὰ δήμους αὐτω̃ν Αμραμ καὶ Ισσααρ Χεβρων καὶ Οζιηλ |
20 καὶ υἱοὶ Μεραρι κατὰ δήμους αὐτω̃ν Μοολι καὶ Μουσι οὑ̃τοί εἰσιν δη̃μοι τω̃ν Λευιτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν |
21 τω̨̃ Γεδσων δη̃μος του̃ Λοβενι καὶ δη̃μος του̃ Σεμεϊ οὑ̃τοι δη̃μοι του̃ Γεδσων |
22 ἡ ἐπίσκεψις αὐτω̃ν κατὰ ἀριθμὸν παντὸς ἀρσενικου̃ ἀπὸ μηνιαίου καὶ ἐπάνω ἡ ἐπίσκεψις αὐτω̃ν ἑπτακισχίλιοι καὶ πεντακόσιοι |
23 καὶ υἱοὶ Γεδσων ὀπίσω τη̃ς σκηνη̃ς παρὰ θάλασσαν παρεμβαλου̃σιν |
24 καὶ ὁ ἄρχων οἴκου πατρια̃ς του̃ δήμου του̃ Γεδσων Ελισαφ υἱὸς Λαηλ |
25 καὶ ἡ φυλακὴ υἱω̃ν Γεδσων ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου ἡ σκηνὴ καὶ τὸ κάλυμμα καὶ τὸ κατακάλυμμα τη̃ς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου |
26 καὶ τὰ ἱστία τη̃ς αὐλη̃ς καὶ τὸ καταπέτασμα τη̃ς πύλης τη̃ς αὐλη̃ς τη̃ς οὔσης ἐπὶ τη̃ς σκηνη̃ς καὶ τὰ κατάλοιπα πάντων τω̃ν ἔργων αὐτου̃ |
27 τω̨̃ Κααθ δη̃μος ὁ Αμραμις καὶ δη̃μος ὁ Σααρις καὶ δη̃μος ὁ Χεβρωνις καὶ δη̃μος ὁ Οζιηλις οὑ̃τοί εἰσιν δη̃μοι του̃ Κααθ |
28 κατὰ ἀριθμὸν πα̃ν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω ὀκτακισχίλιοι καὶ ἑξακόσιοι φυλάσσοντες τὰς φυλακὰς τω̃ν ἁγίων |
29 οἱ δη̃μοι τω̃ν υἱω̃ν Κααθ παρεμβαλου̃σιν ἐκ πλαγίων τη̃ς σκηνη̃ς κατὰ λίβα |
30 καὶ ὁ ἄρχων οἴκου πατριω̃ν τω̃ν δήμων του̃ Κααθ Ελισαφαν υἱὸς Οζιηλ |
31 καὶ ἡ φυλακὴ αὐτω̃ν ἡ κιβωτὸς καὶ ἡ τράπεζα καὶ ἡ λυχνία καὶ τὰ θυσιαστήρια καὶ τὰ σκεύη του̃ ἁγίου ὅσα λειτουργου̃σιν ἐν αὐτοι̃ς καὶ τὸ κατακάλυμμα καὶ πάντα τὰ ἔργα αὐτω̃ν |
32 καὶ ὁ ἄρχων ἐπὶ τω̃ν ἀρχόντων τω̃ν Λευιτω̃ν Ελεαζαρ ὁ υἱὸς Ααρων του̃ ἱερέως καθεσταμένος φυλάσσειν τὰς φυλακὰς τω̃ν ἁγίων |
33 τω̨̃ Μεραρι δη̃μος ὁ Μοολι καὶ δη̃μος ὁ Μουσι οὑ̃τοί εἰσιν δη̃μοι Μεραρι |
34 ἡ ἐπίσκεψις αὐτω̃ν κατὰ ἀριθμόν πα̃ν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω ἑξακισχίλιοι καὶ πεντήκοντα |
35 καὶ ὁ ἄρχων οἴκου πατριω̃ν του̃ δήμου του̃ Μεραρι Σουριηλ υἱὸς Αβιχαιλ ἐκ πλαγίων τη̃ς σκηνη̃ς παρεμβαλου̃σιν πρὸς βορρα̃ν |
36 ἡ ἐπίσκεψις ἡ φυλακὴ υἱω̃ν Μεραρι τὰς κεφαλίδας τη̃ς σκηνη̃ς καὶ τοὺς μοχλοὺς αὐτη̃ς καὶ τοὺς στύλους αὐτη̃ς καὶ τὰς βάσεις αὐτη̃ς καὶ πάντα τὰ σκεύη αὐτω̃ν καὶ τὰ ἔργα αὐτω̃ν |
37 καὶ τοὺς στύλους τη̃ς αὐλη̃ς κύκλω̨ καὶ τὰς βάσεις αὐτω̃ν καὶ τοὺς πασσάλους καὶ τοὺς κάλους αὐτω̃ν |
38 καὶ οἱ παρεμβάλλοντες κατὰ πρόσωπον τη̃ς σκηνη̃ς του̃ μαρτυρίου ἀπ' ἀνατολη̃ς Μωυση̃ς καὶ Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ φυλάσσοντες τὰς φυλακὰς του̃ ἁγίου εἰς τὰς φυλακὰς τω̃ν υἱω̃ν Ισραηλ καὶ ὁ ἀλλογενὴς ὁ ἁπτόμενος ἀποθανει̃ται |
39 πα̃σα ἡ ἐπίσκεψις τω̃ν Λευιτω̃ν οὓς ἐπεσκέψατο Μωυση̃ς καὶ Ααρων διὰ φωνη̃ς κυρίου κατὰ δήμους αὐτω̃ν πα̃ν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω δύο καὶ εἴκοσι χιλιάδες |
40 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν λέγων ἐπίσκεψαι πα̃ν πρωτότοκον ἄρσεν τω̃ν υἱω̃ν Ισραηλ ἀπὸ μηνιαίου καὶ ἐπάνω καὶ λαβὲ τὸν ἀριθμὸν ἐξ ὀνόματος |
41 καὶ λήμψη̨ τοὺς Λευίτας ἐμοί ἐγὼ κύριος ἀντὶ πάντων τω̃ν πρωτοτόκων τω̃ν υἱω̃ν Ισραηλ καὶ τὰ κτήνη τω̃ν Λευιτω̃ν ἀντὶ πάντων τω̃ν πρωτοτόκων ἐν τοι̃ς κτήνεσιν τω̃ν υἱω̃ν Ισραηλ |
42 καὶ ἐπεσκέψατο Μωυση̃ς ὃν τρόπον ἐνετείλατο κύριος πα̃ν πρωτότοκον ἐν τοι̃ς υἱοι̃ς Ισραηλ |
43 καὶ ἐγένοντο πάντα τὰ πρωτότοκα τὰ ἀρσενικὰ κατὰ ἀριθμὸν ἐξ ὀνόματος ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐκ τη̃ς ἐπισκέψεως αὐτω̃ν δύο καὶ εἴκοσι χιλιάδες τρει̃ς καὶ ἑβδομήκοντα καὶ διακόσιοι |
44 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων |
45 λαβὲ τοὺς Λευίτας ἀντὶ πάντων τω̃ν πρωτοτόκων τω̃ν υἱω̃ν Ισραηλ καὶ τὰ κτήνη τω̃ν Λευιτω̃ν ἀντὶ τω̃ν κτηνω̃ν αὐτω̃ν καὶ ἔσονται ἐμοὶ οἱ Λευι̃ται ἐγὼ κύριος |
46 καὶ τὰ λύτρα τριω̃ν καὶ ἑβδομήκοντα καὶ διακοσίων οἱ πλεονάζοντες παρὰ τοὺς Λευίτας ἀπὸ τω̃ν πρωτοτόκων τω̃ν υἱω̃ν Ισραηλ |
47 καὶ λήμψη̨ πέντε σίκλους κατὰ κεφαλήν κατὰ τὸ δίδραχμον τὸ ἅγιον λήμψη̨ εἴκοσι ὀβολοὺς του̃ σίκλου |
48 καὶ δώσεις τὸ ἀργύριον Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ λύτρα τω̃ν πλεοναζόντων ἐν αὐτοι̃ς |
49 καὶ ἔλαβεν Μωυση̃ς τὸ ἀργύριον τὰ λύτρα τω̃ν πλεοναζόντων εἰς τὴν ἐκλύτρωσιν τω̃ν Λευιτω̃ν |
50 παρὰ τω̃ν πρωτοτόκων τω̃ν υἱω̃ν Ισραηλ ἔλαβεν τὸ ἀργύριον χιλίους τριακοσίους ἑξήκοντα πέντε σίκλους κατὰ τὸν σίκλον τὸν ἅγιον |
51 καὶ ἔδωκεν Μωυση̃ς τὰ λύτρα τω̃ν πλεοναζόντων Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ διὰ φωνη̃ς κυρίου ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ |