Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΑΡΙΘΜΟΙ, κεφαλίς 20

1 καὶ ἠ̃λθον οἱ υἱοὶ Ισραηλ πα̃σα ἡ συναγωγή εἰς τὴν ἔρημον Σιν ἐν τω̨̃ μηνὶ τω̨̃ πρώτω̨ καὶ κατέμεινεν ὁ λαὸς ἐν Καδης καὶ ἐτελεύτησεν ἐκει̃ Μαριαμ καὶ ἐτάφη ἐκει̃
2 καὶ οὐκ ἠ̃ν ὕδωρ τη̨̃ συναγωγη̨̃ καὶ ἠθροίσθησαν ἐπὶ Μωυση̃ν καὶ Ααρων
3 καὶ ἐλοιδορει̃το ὁ λαὸς πρὸς Μωυση̃ν λέγοντες ὄφελον ἀπεθάνομεν ἐν τη̨̃ ἀπωλεία̨ τω̃ν ἀδελφω̃ν ἡμω̃ν ἔναντι κυρίου
4 καὶ ἵνα τί ἀνηγάγετε τὴν συναγωγὴν κυρίου εἰς τὴν ἔρημον ταύτην ἀποκτει̃ναι ἡμα̃ς καὶ τὰ κτήνη ἡμω̃ν
5 καὶ ἵνα τί του̃το ἀνηγάγετε ἡμα̃ς ἐξ Αἰγύπτου παραγενέσθαι εἰς τὸν τόπον τὸν πονηρὸν του̃τον τόπος οὑ̃ οὐ σπείρεται οὐδὲ συκαι̃ οὐδὲ ἄμπελοι οὐδὲ ῥόαι οὐδὲ ὕδωρ ἐστὶν πιει̃ν
6 καὶ ἠ̃λθεν Μωυση̃ς καὶ Ααρων ἀπὸ προσώπου τη̃ς συναγωγη̃ς ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ ἔπεσαν ἐπὶ πρόσωπον καὶ ὤφθη ἡ δόξα κυρίου πρὸς αὐτούς
7 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
8 λαβὲ τὴν ῥάβδον καὶ ἐκκλησίασον τὴν συναγωγὴν σὺ καὶ Ααρων ὁ ἀδελφός σου καὶ λαλήσατε πρὸς τὴν πέτραν ἔναντι αὐτω̃ν καὶ δώσει τὰ ὕδατα αὐτη̃ς καὶ ἐξοίσετε αὐτοι̃ς ὕδωρ ἐκ τη̃ς πέτρας καὶ ποτιει̃τε τὴν συναγωγὴν καὶ τὰ κτήνη αὐτω̃ν
9 καὶ ἔλαβεν Μωυση̃ς τὴν ῥάβδον τὴν ἀπέναντι κυρίου καθὰ συνέταξεν κύριος
10 καὶ ἐξεκκλησίασεν Μωυση̃ς καὶ Ααρων τὴν συναγωγὴν ἀπέναντι τη̃ς πέτρας καὶ εἰ̃πεν πρὸς αὐτούς ἀκούσατέ μου οἱ ἀπειθει̃ς μὴ ἐκ τη̃ς πέτρας ταύτης ἐξάξομεν ὑμι̃ν ὕδωρ
11 καὶ ἐπάρας Μωυση̃ς τὴν χει̃ρα αὐτου̃ ἐπάταξεν τὴν πέτραν τη̨̃ ῥάβδω̨ δίς καὶ ἐξη̃λθεν ὕδωρ πολύ καὶ ἔπιεν ἡ συναγωγὴ καὶ τὰ κτήνη αὐτω̃ν
12 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων ὅτι οὐκ ἐπιστεύσατε ἁγιάσαι με ἐναντίον υἱω̃ν Ισραηλ διὰ του̃το οὐκ εἰσάξετε ὑμει̃ς τὴν συναγωγὴν ταύτην εἰς τὴν γη̃ν ἣν δέδωκα αὐτοι̃ς
13 του̃το ὕδωρ ἀντιλογίας ὅτι ἐλοιδορήθησαν οἱ υἱοὶ Ισραηλ ἔναντι κυρίου καὶ ἡγιάσθη ἐν αὐτοι̃ς
14 καὶ ἀπέστειλεν Μωυση̃ς ἀγγέλους ἐκ Καδης πρὸς βασιλέα Εδωμ λέγων τάδε λέγει ὁ ἀδελφός σου Ισραηλ σὺ ἐπίστη̨ πάντα τὸν μόχθον τὸν εὑρόντα ἡμα̃ς
15 καὶ κατέβησαν οἱ πατέρες ἡμω̃ν εἰς Αἴγυπτον καὶ παρω̨κήσαμεν ἐν Αἰγύπτω̨ ἡμέρας πλείους καὶ ἐκάκωσαν ἡμα̃ς οἱ Αἰγύπτιοι καὶ τοὺς πατέρας ἡμω̃ν
16 καὶ ἀνεβοήσαμεν πρὸς κύριον καὶ εἰσήκουσεν κύριος τη̃ς φωνη̃ς ἡμω̃ν καὶ ἀποστείλας ἄγγελον ἐξήγαγεν ἡμα̃ς ἐξ Αἰγύπτου καὶ νυ̃ν ἐσμεν ἐν Καδης πόλει ἐκ μέρους τω̃ν ὁρίων σου
17 παρελευσόμεθα διὰ τη̃ς γη̃ς σου οὐ διελευσόμεθα δι' ἀγρω̃ν οὐδὲ δι' ἀμπελώνων οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκου σου ὁδω̨̃ βασιλικη̨̃ πορευσόμεθα οὐκ ἐκκλινου̃μεν δεξιὰ οὐδὲ εὐώνυμα ἕως ἂν παρέλθωμεν τὰ ὅριά σου
18 καὶ εἰ̃πεν πρὸς αὐτὸν Εδωμ οὐ διελεύση̨ δι' ἐμου̃ εἰ δὲ μή ἐν πολέμω̨ ἐξελεύσομαι εἰς συνάντησίν σοι
19 καὶ λέγουσιν αὐτω̨̃ οἱ υἱοὶ Ισραηλ παρὰ τὸ ὄρος παρελευσόμεθα ἐὰν δὲ του̃ ὕδατός σου πίωμεν ἐγώ τε καὶ τὰ κτήνη δώσω τιμήν σοι ἀλλὰ τὸ πρα̃γμα οὐδέν ἐστιν παρὰ τὸ ὄρος παρελευσόμεθα
20 ὁ δὲ εἰ̃πεν οὐ διελεύση̨ δι' ἐμου̃ καὶ ἐξη̃λθεν Εδωμ εἰς συνάντησιν αὐτω̨̃ ἐν ὄχλω̨ βαρει̃ καὶ ἐν χειρὶ ἰσχυρα̨̃
21 καὶ οὐκ ἠθέλησεν Εδωμ δου̃ναι τω̨̃ Ισραηλ παρελθει̃ν διὰ τω̃ν ὁρίων αὐτου̃ καὶ ἐξέκλινεν Ισραηλ ἀπ' αὐτου̃
22 καὶ ἀπη̃ραν ἐκ Καδης καὶ παρεγένοντο οἱ υἱοὶ Ισραηλ πα̃σα ἡ συναγωγή εἰς Ωρ τὸ ὄρος
23 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων ἐν Ωρ τω̨̃ ὄρει ἐπὶ τω̃ν ὁρίων γη̃ς Εδωμ λέγων
24 προστεθήτω Ααρων πρὸς τὸν λαὸν αὐτου̃ ὅτι οὐ μὴ εἰσέλθητε εἰς τὴν γη̃ν ἣν δέδωκα τοι̃ς υἱοι̃ς Ισραηλ διότι παρωξύνατέ με ἐπὶ του̃ ὕδατος τη̃ς λοιδορίας
25 λαβὲ τὸν Ααρων καὶ Ελεαζαρ τὸν υἱὸν αὐτου̃ καὶ ἀναβίβασον αὐτοὺς εἰς Ωρ τὸ ὄρος ἔναντι πάσης τη̃ς συναγωγη̃ς
26 καὶ ἔκδυσον Ααρων τὴν στολὴν αὐτου̃ καὶ ἔνδυσον Ελεαζαρ τὸν υἱὸν αὐτου̃ καὶ Ααρων προστεθεὶς ἀποθανέτω ἐκει̃
27 καὶ ἐποίησεν Μωυση̃ς καθὰ συνέταξεν κύριος καὶ ἀνεβίβασεν αὐτὸν εἰς Ωρ τὸ ὄρος ἐναντίον πάσης τη̃ς συναγωγη̃ς
28 καὶ ἐξέδυσεν Ααρων τὰ ἱμάτια αὐτου̃ καὶ ἐνέδυσεν αὐτὰ Ελεαζαρ τὸν υἱὸν αὐτου̃ καὶ ἀπέθανεν Ααρων ἐπὶ τη̃ς κορυφη̃ς του̃ ὄρους καὶ κατέβη Μωυση̃ς καὶ Ελεαζαρ ἐκ του̃ ὄρους
29 καὶ εἰ̃δεν πα̃σα ἡ συναγωγὴ ὅτι ἀπελύθη Ααρων καὶ ἔκλαυσαν τὸν Ααρων τριάκοντα ἡμέρας πα̃ς οἰ̃κος Ισραηλ

ΑΡΙΘΜΟΙ, κεφαλίς 21

1 καὶ ἤκουσεν ὁ Χανανις βασιλεὺς Αραδ ὁ κατοικω̃ν κατὰ τὴν ἔρημον ἠ̃λθεν γὰρ Ισραηλ ὁδὸν Αθαριν καὶ ἐπολέμησεν πρὸς Ισραηλ καὶ κατεπρονόμευσαν ἐξ αὐτω̃ν αἰχμαλωσίαν
2 καὶ ηὔξατο Ισραηλ εὐχὴν κυρίω̨ καὶ εἰ̃πεν ἐάν μοι παραδω̨̃ς τὸν λαὸν του̃τον ὑποχείριον ἀναθεματιω̃ αὐτὸν καὶ τὰς πόλεις αὐτου̃
3 καὶ εἰσήκουσεν κύριος τη̃ς φωνη̃ς Ισραηλ καὶ παρέδωκεν τὸν Χανανιν ὑποχείριον αὐτου̃ καὶ ἀνεθεμάτισεν αὐτὸν καὶ τὰς πόλεις αὐτου̃ καὶ ἐπεκάλεσαν τὸ ὄνομα του̃ τόπου ἐκείνου ἀνάθεμα
4 καὶ ἀπάραντες ἐξ Ωρ του̃ ὄρους ὁδὸν ἐπὶ θάλασσαν ἐρυθρὰν περιεκύκλωσαν γη̃ν Εδωμ καὶ ὠλιγοψύχησεν ὁ λαὸς ἐν τη̨̃ ὁδω̨̃
5 καὶ κατελάλει ὁ λαὸς πρὸς τὸν θεὸν καὶ κατὰ Μωυση̃ λέγοντες ἵνα τί ἐξήγαγες ἡμα̃ς ἐξ Αἰγύπτου ἀποκτει̃ναι ἡμα̃ς ἐν τη̨̃ ἐρήμω̨ ὅτι οὐκ ἔστιν ἄρτος οὐδὲ ὕδωρ ἡ δὲ ψυχὴ ἡμω̃ν προσώχθισεν ἐν τω̨̃ ἄρτω̨ τω̨̃ διακένω̨
6 καὶ ἀπέστειλεν κύριος εἰς τὸν λαὸν τοὺς ὄφεις τοὺς θανατου̃ντας καὶ ἔδακνον τὸν λαόν καὶ ἀπέθανεν λαὸς πολὺς τω̃ν υἱω̃ν Ισραηλ
7 καὶ παραγενόμενος ὁ λαὸς πρὸς Μωυση̃ν ἔλεγον ὅτι ἡμάρτομεν ὅτι κατελαλήσαμεν κατὰ του̃ κυρίου καὶ κατὰ σου̃ εὐ̃ξαι οὐ̃ν πρὸς κύριον καὶ ἀφελέτω ἀφ' ἡμω̃ν τὸν ὄφιν καὶ ηὔξατο Μωυση̃ς πρὸς κύριον περὶ του̃ λαου̃
8 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν ποίησον σεαυτω̨̃ ὄφιν καὶ θὲς αὐτὸν ἐπὶ σημείου καὶ ἔσται ἐὰν δάκη̨ ὄφις ἄνθρωπον πα̃ς ὁ δεδηγμένος ἰδὼν αὐτὸν ζήσεται
9 καὶ ἐποίησεν Μωυση̃ς ὄφιν χαλκου̃ν καὶ ἔστησεν αὐτὸν ἐπὶ σημείου καὶ ἐγένετο ὅταν ἔδακνεν ὄφις ἄνθρωπον καὶ ἐπέβλεψεν ἐπὶ τὸν ὄφιν τὸν χαλκου̃ν καὶ ἔζη
10 καὶ ἀπη̃ραν οἱ υἱοὶ Ισραηλ καὶ παρενέβαλον ἐν Ωβωθ
11 καὶ ἐξάραντες ἐξ Ωβωθ παρενέβαλον ἐν Αχελγαι ἐκ του̃ πέραν ἐν τη̨̃ ἐρήμω̨ ἥ ἐστιν κατὰ πρόσωπον Μωαβ κατὰ ἀνατολὰς ἡλίου
12 ἐκει̃θεν ἀπη̃ραν καὶ παρενέβαλον εἰς φάραγγα Ζαρετ
13 καὶ ἐκει̃θεν ἀπάραντες παρενέβαλον εἰς τὸ πέραν Αρνων ἐν τη̨̃ ἐρήμω̨ τὸ ἐξέχον ἀπὸ τω̃ν ὁρίων τω̃ν Αμορραίων ἔστιν γὰρ Αρνων ὅρια Μωαβ ἀνὰ μέσον Μωαβ καὶ ἀνὰ μέσον του̃ Αμορραίου
14 διὰ του̃το λέγεται ἐν βιβλίω̨ πόλεμος του̃ κυρίου τὴν Ζωοβ ἐφλόγισεν καὶ τοὺς χειμάρρους Αρνων
15 καὶ τοὺς χειμάρρους κατέστησεν κατοικίσαι Ηρ καὶ πρόσκειται τοι̃ς ὁρίοις Μωαβ
16 καὶ ἐκει̃θεν τὸ φρέαρ του̃τό ἐστιν τὸ φρέαρ ὃ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν συνάγαγε τὸν λαόν καὶ δώσω αὐτοι̃ς ὕδωρ πιει̃ν
17 τότε ἠ̨̃σεν Ισραηλ τὸ ἀ̨̃σμα του̃το ἐπὶ του̃ φρέατος ἐξάρχετε αὐτω̨̃
18 φρέαρ ὤρυξαν αὐτὸ ἄρχοντες ἐξελατόμησαν αὐτὸ βασιλει̃ς ἐθνω̃ν ἐν τη̨̃ βασιλεία̨ αὐτω̃ν ἐν τω̨̃ κυριευ̃σαι αὐτω̃ν καὶ ἀπὸ φρέατος εἰς Μανθαναιν
19 καὶ ἀπὸ Μανθαναιν εἰς Νααλιηλ καὶ ἀπὸ Νααλιηλ εἰς Βαμωθ
20 καὶ ἀπὸ Βαμωθ εἰς νάπην ἥ ἐστιν ἐν τω̨̃ πεδίω̨ Μωαβ ἀπὸ κορυφη̃ς του̃ λελαξευμένου τὸ βλέπον κατὰ πρόσωπον τη̃ς ἐρήμου
21 καὶ ἀπέστειλεν Μωυση̃ς πρέσβεις πρὸς Σηων βασιλέα Αμορραίων λόγοις εἰρηνικοι̃ς λέγων
22 παρελευσόμεθα διὰ τη̃ς γη̃ς σου τη̨̃ ὁδω̨̃ πορευσόμεθα οὐκ ἐκκλινου̃μεν οὔτε εἰς ἀγρὸν οὔτε εἰς ἀμπελω̃να οὐ πιόμεθα ὕδωρ ἐκ φρέατός σου ὁδω̨̃ βασιλικη̨̃ πορευσόμεθα ἕως παρέλθωμεν τὰ ὅριά σου
23 καὶ οὐκ ἔδωκεν Σηων τω̨̃ Ισραηλ παρελθει̃ν διὰ τω̃ν ὁρίων αὐτου̃ καὶ συνήγαγεν Σηων πάντα τὸν λαὸν αὐτου̃ καὶ ἐξη̃λθεν παρατάξασθαι τω̨̃ Ισραηλ εἰς τὴν ἔρημον καὶ ἠ̃λθεν εἰς Ιασσα καὶ παρετάξατο τω̨̃ Ισραηλ
24 καὶ ἐπάταξεν αὐτὸν Ισραηλ φόνω̨ μαχαίρης καὶ κατεκυρίευσαν τη̃ς γη̃ς αὐτου̃ ἀπὸ Αρνων ἕως Ιαβοκ ἕως υἱω̃ν Αμμαν ὅτι Ιαζηρ ὅρια υἱω̃ν Αμμων ἐστίν
25 καὶ ἔλαβεν Ισραηλ πάσας τὰς πόλεις ταύτας καὶ κατώ̨κησεν Ισραηλ ἐν πάσαις ται̃ς πόλεσιν τω̃ν Αμορραίων ἐν Εσεβων καὶ ἐν πάσαις ται̃ς συγκυρούσαις αὐτη̨̃
26 ἔστιν γὰρ Εσεβων πόλις Σηων του̃ βασιλέως τω̃ν Αμορραίων καὶ οὑ̃τος ἐπολέμησεν βασιλέα Μωαβ τὸ πρότερον καὶ ἔλαβον πα̃σαν τὴν γη̃ν αὐτου̃ ἀπὸ Αροηρ ἕως Αρνων
27 διὰ του̃το ἐρου̃σιν οἱ αἰνιγματισταί ἔλθετε εἰς Εσεβων ἵνα οἰκοδομηθη̨̃ καὶ κατασκευασθη̨̃ πόλις Σηων
28 ὅτι πυ̃ρ ἐξη̃λθεν ἐξ Εσεβων φλὸξ ἐκ πόλεως Σηων καὶ κατέφαγεν ἕως Μωαβ καὶ κατέπιεν στήλας Αρνων
29 οὐαί σοι Μωαβ ἀπώλου λαὸς Χαμως ἀπεδόθησαν οἱ υἱοὶ αὐτω̃ν διασώ̨ζεσθαι καὶ αἱ θυγατέρες αὐτω̃ν αἰχμάλωτοι τω̨̃ βασιλει̃ τω̃ν Αμορραίων Σηων
30 καὶ τὸ σπέρμα αὐτω̃ν ἀπολει̃ται Εσεβων ἕως Δαιβων καὶ αἱ γυναι̃κες ἔτι προσεξέκαυσαν πυ̃ρ ἐπὶ Μωαβ
31 κατώ̨κησεν δὲ Ισραηλ ἐν πάσαις ται̃ς πόλεσιν τω̃ν Αμορραίων
32 καὶ ἀπέστειλεν Μωυση̃ς κατασκέψασθαι τὴν Ιαζηρ καὶ κατελάβοντο αὐτὴν καὶ τὰς κώμας αὐτη̃ς καὶ ἐξέβαλον τὸν Αμορραι̃ον τὸν κατοικου̃ντα ἐκει̃
33 καὶ ἐπιστρέψαντες ἀνέβησαν ὁδὸν τὴν εἰς Βασαν καὶ ἐξη̃λθεν Ωγ βασιλεὺς τη̃ς Βασαν εἰς συνάντησιν αὐτοι̃ς καὶ πα̃ς ὁ λαὸς αὐτου̃ εἰς πόλεμον εἰς Εδραϊν
34 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν μὴ φοβηθη̨̃ς αὐτόν ὅτι εἰς τὰς χει̃ράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτου̃ καὶ πα̃σαν τὴν γη̃ν αὐτου̃ καὶ ποιήσεις αὐτω̨̃ καθὼς ἐποίησας τω̨̃ Σηων βασιλει̃ τω̃ν Αμορραίων ὃς κατώ̨κει ἐν Εσεβων
35 καὶ ἐπάταξεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ πάντα τὸν λαὸν αὐτου̃ ἕως του̃ μὴ καταλιπει̃ν αὐτου̃ ζωγρείαν καὶ ἐκληρονόμησαν τὴν γη̃ν αὐτω̃ν

ΑΡΙΘΜΟΙ, κεφαλίς 22

1 καὶ ἀπάραντες οἱ υἱοὶ Ισραηλ παρενέβαλον ἐπὶ δυσμω̃ν Μωαβ παρὰ τὸν Ιορδάνην κατὰ Ιεριχω
2 καὶ ἰδὼν Βαλακ υἱὸς Σεπφωρ πάντα ὅσα ἐποίησεν Ισραηλ τω̨̃ Αμορραίω̨
3 καὶ ἐφοβήθη Μωαβ τὸν λαὸν σφόδρα ὅτι πολλοὶ ἠ̃σαν καὶ προσώχθισεν Μωαβ ἀπὸ προσώπου υἱω̃ν Ισραηλ
4 καὶ εἰ̃πεν Μωαβ τη̨̃ γερουσία̨ Μαδιαμ νυ̃ν ἐκλείξει ἡ συναγωγὴ αὕτη πάντας τοὺς κύκλω̨ ἡμω̃ν ὡς ἐκλείξαι ὁ μόσχος τὰ χλωρὰ ἐκ του̃ πεδίου καὶ Βαλακ υἱὸς Σεπφωρ βασιλεὺς Μωαβ ἠ̃ν κατὰ τὸν καιρὸν ἐκει̃νον
5 καὶ ἀπέστειλεν πρέσβεις πρὸς Βαλααμ υἱὸν Βεωρ Φαθουρα ὅ ἐστιν ἐπὶ του̃ ποταμου̃ γη̃ς υἱω̃ν λαου̃ αὐτου̃ καλέσαι αὐτὸν λέγων ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ Αἰγύπτου καὶ ἰδοὺ κατεκάλυψεν τὴν ὄψιν τη̃ς γη̃ς καὶ οὑ̃τος ἐγκάθηται ἐχόμενός μου
6 καὶ νυ̃ν δευ̃ρο ἄρασαί μοι τὸν λαὸν του̃τον ὅτι ἰσχύει οὑ̃τος ἢ ἡμει̃ς ἐὰν δυνώμεθα πατάξαι ἐξ αὐτω̃ν καὶ ἐκβαλω̃ αὐτοὺς ἐκ τη̃ς γη̃ς ὅτι οἰ̃δα οὓς ἐὰν εὐλογήση̨ς σύ εὐλόγηνται καὶ οὓς ἐὰν καταράση̨ σύ κεκατήρανται
7 καὶ ἐπορεύθη ἡ γερουσία Μωαβ καὶ ἡ γερουσία Μαδιαμ καὶ τὰ μαντει̃α ἐν ται̃ς χερσὶν αὐτω̃ν καὶ ἠ̃λθον πρὸς Βαλααμ καὶ εἰ̃παν αὐτω̨̃ τὰ ῥήματα Βαλακ
8 καὶ εἰ̃πεν πρὸς αὐτούς καταλύσατε αὐτου̃ τὴν νύκτα καὶ ἀποκριθήσομαι ὑμι̃ν πράγματα ἃ ἐὰν λαλήση̨ κύριος πρός με καὶ κατέμειναν οἱ ἄρχοντες Μωαβ παρὰ Βαλααμ
9 καὶ ἠ̃λθεν ὁ θεὸς πρὸς Βαλααμ καὶ εἰ̃πεν αὐτω̨̃ τί οἱ ἄνθρωποι οὑ̃τοι παρὰ σοί
10 καὶ εἰ̃πεν Βαλααμ πρὸς τὸν θεόν Βαλακ υἱὸς Σεπφωρ βασιλεὺς Μωαβ ἀπέστειλεν αὐτοὺς πρός με λέγων
11 ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ Αἰγύπτου καὶ ἰδοὺ κεκάλυφεν τὴν ὄψιν τη̃ς γη̃ς καὶ οὑ̃τος ἐγκάθηται ἐχόμενός μου καὶ νυ̃ν δευ̃ρο ἄρασαί μοι αὐτόν εἰ ἄρα δυνήσομαι πατάξαι αὐτὸν καὶ ἐκβαλω̃ αὐτὸν ἀπὸ τη̃ς γη̃ς
12 καὶ εἰ̃πεν ὁ θεὸς πρὸς Βαλααμ οὐ πορεύση̨ μετ' αὐτω̃ν οὐδὲ καταράση̨ τὸν λαόν ἔστιν γὰρ εὐλογημένος
13 καὶ ἀναστὰς Βαλααμ τὸ πρωὶ εἰ̃πεν τοι̃ς ἄρχουσιν Βαλακ ἀποτρέχετε πρὸς τὸν κύριον ὑμω̃ν οὐκ ἀφίησίν με ὁ θεὸς πορεύεσθαι μεθ' ὑμω̃ν
14 καὶ ἀναστάντες οἱ ἄρχοντες Μωαβ ἠ̃λθον πρὸς Βαλακ καὶ εἰ̃παν οὐ θέλει Βαλααμ πορευθη̃ναι μεθ' ἡμω̃ν
15 καὶ προσέθετο Βαλακ ἔτι ἀποστει̃λαι ἄρχοντας πλείους καὶ ἐντιμοτέρους τούτων
16 καὶ ἠ̃λθον πρὸς Βαλααμ καὶ λέγουσιν αὐτω̨̃ τάδε λέγει Βαλακ ὁ του̃ Σεπφωρ ἀξιω̃ σε μὴ ὀκνήση̨ς ἐλθει̃ν πρός με
17 ἐντίμως γὰρ τιμήσω σε καὶ ὅσα ἐὰν εἴπη̨ς ποιήσω σοι καὶ δευ̃ρο ἐπικατάρασαί μοι τὸν λαὸν του̃τον
18 καὶ ἀπεκρίθη Βαλααμ καὶ εἰ̃πεν τοι̃ς ἄρχουσιν Βαλακ ἐὰν δω̨̃ μοι Βαλακ πλήρη τὸν οἰ̃κον αὐτου̃ ἀργυρίου καὶ χρυσίου οὐ δυνήσομαι παραβη̃ναι τὸ ῥη̃μα κυρίου του̃ θεου̃ ποιη̃σαι αὐτὸ μικρὸν ἢ μέγα ἐν τη̨̃ διανοία̨ μου
19 καὶ νυ̃ν ὑπομείνατε αὐτου̃ καὶ ὑμει̃ς τὴν νύκτα ταύτην καὶ γνώσομαι τί προσθήσει κύριος λαλη̃σαι πρός με
20 καὶ ἠ̃λθεν ὁ θεὸς πρὸς Βαλααμ νυκτὸς καὶ εἰ̃πεν αὐτω̨̃ εἰ καλέσαι σε πάρεισιν οἱ ἄνθρωποι οὑ̃τοι ἀναστὰς ἀκολούθησον αὐτοι̃ς ἀλλὰ τὸ ῥη̃μα ὃ ἂν λαλήσω πρὸς σέ του̃το ποιήσεις
21 καὶ ἀναστὰς Βαλααμ τὸ πρωὶ ἐπέσαξεν τὴν ὄνον αὐτου̃ καὶ ἐπορεύθη μετὰ τω̃ν ἀρχόντων Μωαβ
22 καὶ ὠργίσθη θυμω̨̃ ὁ θεὸς ὅτι ἐπορεύθη αὐτός καὶ ἀνέστη ὁ ἄγγελος του̃ θεου̃ ἐνδιαβάλλειν αὐτόν καὶ αὐτὸς ἐπιβεβήκει ἐπὶ τη̃ς ὄνου αὐτου̃ καὶ δύο παι̃δες αὐτου̃ μετ' αὐτου̃
23 καὶ ἰδου̃σα ἡ ὄνος τὸν ἄγγελον του̃ θεου̃ ἀνθεστηκότα ἐν τη̨̃ ὁδω̨̃ καὶ τὴν ῥομφαίαν ἐσπασμένην ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ ἐξέκλινεν ἡ ὄνος ἐκ τη̃ς ὁδου̃ καὶ ἐπορεύετο εἰς τὸ πεδίον καὶ ἐπάταξεν τὴν ὄνον τη̨̃ ῥάβδω̨ του̃ εὐθυ̃ναι αὐτὴν ἐν τη̨̃ ὁδω̨̃
24 καὶ ἔστη ὁ ἄγγελος του̃ θεου̃ ἐν ται̃ς αὔλαξιν τω̃ν ἀμπέλων φραγμὸς ἐντευ̃θεν καὶ φραγμὸς ἐντευ̃θεν
25 καὶ ἰδου̃σα ἡ ὄνος τὸν ἄγγελον του̃ θεου̃ προσέθλιψεν ἑαυτὴν πρὸς τὸν τοι̃χον καὶ ἀπέθλιψεν τὸν πόδα Βαλααμ καὶ προσέθετο ἔτι μαστίξαι αὐτήν
26 καὶ προσέθετο ὁ ἄγγελος του̃ θεου̃ καὶ ἀπελθὼν ὑπέστη ἐν τόπω̨ στενω̨̃ εἰς ὃν οὐκ ἠ̃ν ἐκκλι̃ναι δεξιὰν οὐδὲ ἀριστεράν
27 καὶ ἰδου̃σα ἡ ὄνος τὸν ἄγγελον του̃ θεου̃ συνεκάθισεν ὑποκάτω Βαλααμ καὶ ἐθυμώθη Βαλααμ καὶ ἔτυπτεν τὴν ὄνον τη̨̃ ῥάβδω̨
28 καὶ ἤνοιξεν ὁ θεὸς τὸ στόμα τη̃ς ὄνου καὶ λέγει τω̨̃ Βαλααμ τί ἐποίησά σοι ὅτι πέπαικάς με του̃το τρίτον
29 καὶ εἰ̃πεν Βαλααμ τη̨̃ ὄνω̨ ὅτι ἐμπέπαιχάς μοι καὶ εἰ εἰ̃χον μάχαιραν ἐν τη̨̃ χειρί μου ἤδη ἂν ἐξεκέντησά σε
30 καὶ λέγει ἡ ὄνος τω̨̃ Βαλααμ οὐκ ἐγὼ ἡ ὄνος σου ἐφ' ἡ̃ς ἐπέβαινες ἀπὸ νεότητός σου ἕως τη̃ς σήμερον ἡμέρας μὴ ὑπεροράσει ὑπεριδου̃σα ἐποίησά σοι οὕτως ὁ δὲ εἰ̃πεν οὐχί
31 ἀπεκάλυψεν δὲ ὁ θεὸς τοὺς ὀφθαλμοὺς Βαλααμ καὶ ὁρα̨̃ τὸν ἄγγελον κυρίου ἀνθεστηκότα ἐν τη̨̃ ὁδω̨̃ καὶ τὴν μάχαιραν ἐσπασμένην ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ κύψας προσεκύνησεν τω̨̃ προσώπω̨ αὐτου̃
32 καὶ εἰ̃πεν αὐτω̨̃ ὁ ἄγγελος του̃ θεου̃ διὰ τί ἐπάταξας τὴν ὄνον σου του̃το τρίτον καὶ ἰδοὺ ἐγὼ ἐξη̃λθον εἰς διαβολήν σου ὅτι οὐκ ἀστεία ἡ ὁδός σου ἐναντίον μου
33 καὶ ἰδου̃σά με ἡ ὄνος ἐξέκλινεν ἀπ' ἐμου̃ τρίτον του̃το καὶ εἰ μὴ ἐξέκλινεν νυ̃ν οὐ̃ν σὲ μὲν ἀπέκτεινα ἐκείνην δὲ περιεποιησάμην
34 καὶ εἰ̃πεν Βαλααμ τω̨̃ ἀγγέλω̨ κυρίου ἡμάρτηκα οὐ γὰρ ἠπιστάμην ὅτι σύ μοι ἀνθέστηκας ἐν τη̨̃ ὁδω̨̃ εἰς συνάντησιν καὶ νυ̃ν εἰ μή σοι ἀρέσκει ἀποστραφήσομαι
35 καὶ εἰ̃πεν ὁ ἄγγελος του̃ θεου̃ πρὸς Βαλααμ συμπορεύθητι μετὰ τω̃ν ἀνθρώπων πλὴν τὸ ῥη̃μα ὃ ἐὰν εἴπω πρὸς σέ του̃το φυλάξη̨ λαλη̃σαι καὶ ἐπορεύθη Βαλααμ μετὰ τω̃ν ἀρχόντων Βαλακ
36 καὶ ἀκούσας Βαλακ ὅτι ἥκει Βαλααμ ἐξη̃λθεν εἰς συνάντησιν αὐτω̨̃ εἰς πόλιν Μωαβ ἥ ἐστιν ἐπὶ τω̃ν ὁρίων Αρνων ὅ ἐστιν ἐκ μέρους τω̃ν ὁρίων
37 καὶ εἰ̃πεν Βαλακ πρὸς Βαλααμ οὐχὶ ἀπέστειλα πρὸς σὲ καλέσαι σε διὰ τί οὐκ ἤρχου πρός με ὄντως οὐ δυνήσομαι τιμη̃σαί σε
38 καὶ εἰ̃πεν Βαλααμ πρὸς Βαλακ ἰδοὺ ἥκω πρὸς σέ νυ̃ν δυνατὸς ἔσομαι λαλη̃σαί τι τὸ ῥη̃μα ὃ ἐὰν βάλη̨ ὁ θεὸς εἰς τὸ στόμα μου του̃το λαλήσω
39 καὶ ἐπορεύθη Βαλααμ μετὰ Βαλακ καὶ ἠ̃λθον εἰς πόλεις ἐπαύλεων
40 καὶ ἔθυσεν Βαλακ πρόβατα καὶ μόσχους καὶ ἀπέστειλεν τω̨̃ Βαλααμ καὶ τοι̃ς ἄρχουσι τοι̃ς μετ' αὐτου̃
41 καὶ ἐγενήθη πρωὶ καὶ παραλαβὼν Βαλακ τὸν Βαλααμ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὴν στήλην του̃ Βααλ καὶ ἔδειξεν αὐτω̨̃ ἐκει̃θεν μέρος τι του̃ λαου̃

ΑΡΙΘΜΟΙ, κεφαλίς 23

1 καὶ εἰ̃πεν Βαλααμ τω̨̃ Βαλακ οἰκοδόμησόν μοι ἐνταυ̃θα ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ἐνταυ̃θα ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς
2 καὶ ἐποίησεν Βαλακ ὃν τρόπον εἰ̃πεν αὐτω̨̃ Βαλααμ καὶ ἀνήνεγκεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν
3 καὶ εἰ̃πεν Βαλααμ πρὸς Βαλακ παράστηθι ἐπὶ τη̃ς θυσίας σου καὶ πορεύσομαι εἴ μοι φανει̃ται ὁ θεὸς ἐν συναντήσει καὶ ῥη̃μα ὃ ἐάν μοι δείξη̨ ἀναγγελω̃ σοι καὶ παρέστη Βαλακ ἐπὶ τη̃ς θυσίας αὐτου̃ καὶ Βαλααμ ἐπορεύθη ἐπερωτη̃σαι τὸν θεὸν καὶ ἐπορεύθη εὐθει̃αν
4 καὶ ἐφάνη ὁ θεὸς τω̨̃ Βαλααμ καὶ εἰ̃πεν πρὸς αὐτὸν Βαλααμ τοὺς ἑπτὰ βωμοὺς ἡτοίμασα καὶ ἀνεβίβασα μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν
5 καὶ ἐνέβαλεν ὁ θεὸς ῥη̃μα εἰς τὸ στόμα Βαλααμ καὶ εἰ̃πεν ἐπιστραφεὶς πρὸς Βαλακ οὕτως λαλήσεις
6 καὶ ἀπεστράφη πρὸς αὐτόν καὶ ὅδε ἐφειστήκει ἐπὶ τω̃ν ὁλοκαυτωμάτων αὐτου̃ καὶ πάντες οἱ ἄρχοντες Μωαβ μετ' αὐτου̃
7 καὶ ἐγενήθη πνευ̃μα θεου̃ ἐπ' αὐτω̨̃ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτου̃ εἰ̃πεν ἐκ Μεσοποταμίας μετεπέμψατό με Βαλακ βασιλεὺς Μωαβ ἐξ ὀρέων ἀπ' ἀνατολω̃ν λέγων δευ̃ρο ἄρασαί μοι τὸν Ιακωβ καὶ δευ̃ρο ἐπικατάρασαί μοι τὸν Ισραηλ
8 τί ἀράσωμαι ὃν μὴ καταρα̃ται κύριος ἢ τί καταράσωμαι ὃν μὴ καταρα̃ται ὁ θεός
9 ὅτι ἀπὸ κορυφη̃ς ὀρέων ὄψομαι αὐτὸν καὶ ἀπὸ βουνω̃ν προσνοήσω αὐτόν ἰδοὺ λαὸς μόνος κατοικήσει καὶ ἐν ἔθνεσιν οὐ συλλογισθήσεται
10 τίς ἐξηκριβάσατο τὸ σπέρμα Ιακωβ καὶ τίς ἐξαριθμήσεται δήμους Ισραηλ ἀποθάνοι ἡ ψυχή μου ἐν ψυχαι̃ς δικαίων καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων
11 καὶ εἰ̃πεν Βαλακ πρὸς Βαλααμ τί πεποίηκάς μοι εἰς κατάρασιν ἐχθρω̃ν μου κέκληκά σε καὶ ἰδοὺ εὐλόγηκας εὐλογίαν
12 καὶ εἰ̃πεν Βαλααμ πρὸς Βαλακ οὐχὶ ὅσα ἐὰν ἐμβάλη̨ ὁ θεὸς εἰς τὸ στόμα μου του̃το φυλάξω λαλη̃σαι
13 καὶ εἰ̃πεν πρὸς αὐτὸν Βαλακ δευ̃ρο ἔτι μετ' ἐμου̃ εἰς τόπον ἄλλον ἐξ ὡ̃ν οὐκ ὄψη̨ αὐτὸν ἐκει̃θεν ἀλλ' ἢ μέρος τι αὐτου̃ ὄψη̨ πάντας δὲ οὐ μὴ ἴδη̨ς καὶ κατάρασαί μοι αὐτὸν ἐκει̃θεν
14 καὶ παρέλαβεν αὐτὸν εἰς ἀγρου̃ σκοπιὰν ἐπὶ κορυφὴν λελαξευμένου καὶ ὠ̨κοδόμησεν ἐκει̃ ἑπτὰ βωμοὺς καὶ ἀνεβίβασεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν
15 καὶ εἰ̃πεν Βαλααμ πρὸς Βαλακ παράστηθι ἐπὶ τη̃ς θυσίας σου ἐγὼ δὲ πορεύσομαι ἐπερωτη̃σαι τὸν θεόν
16 καὶ συνήντησεν ὁ θεὸς τω̨̃ Βαλααμ καὶ ἐνέβαλεν ῥη̃μα εἰς τὸ στόμα αὐτου̃ καὶ εἰ̃πεν ἀποστράφητι πρὸς Βαλακ καὶ τάδε λαλήσεις
17 καὶ ἀπεστράφη πρὸς αὐτόν καὶ ὅδε ἐφειστήκει ἐπὶ τη̃ς ὁλοκαυτώσεως αὐτου̃ καὶ πάντες οἱ ἄρχοντες Μωαβ μετ' αὐτου̃ καὶ εἰ̃πεν αὐτω̨̃ Βαλακ τί ἐλάλησεν κύριος
18 καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτου̃ εἰ̃πεν ἀνάστηθι Βαλακ καὶ ἄκουε ἐνώτισαι μάρτυς υἱὸς Σεπφωρ
19 οὐχ ὡς ἄνθρωπος ὁ θεὸς διαρτηθη̃ναι οὐδὲ ὡς υἱὸς ἀνθρώπου ἀπειληθη̃ναι αὐτὸς εἴπας οὐχὶ ποιήσει λαλήσει καὶ οὐχὶ ἐμμενει̃
20 ἰδοὺ εὐλογει̃ν παρείλημμαι εὐλογήσω καὶ οὐ μὴ ἀποστρέψω
21 οὐκ ἔσται μόχθος ἐν Ιακωβ οὐδὲ ὀφθήσεται πόνος ἐν Ισραηλ κύριος ὁ θεὸς αὐτου̃ μετ' αὐτου̃ τὰ ἔνδοξα ἀρχόντων ἐν αὐτω̨̃
22 θεὸς ὁ ἐξαγαγὼν αὐτοὺς ἐξ Αἰγύπτου ὡς δόξα μονοκέρωτος αὐτω̨̃
23 οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν Ιακωβ οὐδὲ μαντεία ἐν Ισραηλ κατὰ καιρὸν ῥηθήσεται Ιακωβ καὶ τω̨̃ Ισραηλ τί ἐπιτελέσει ὁ θεός
24 ἰδοὺ λαὸς ὡς σκύμνος ἀναστήσεται καὶ ὡς λέων γαυριωθήσεται οὐ κοιμηθήσεται ἕως φάγη̨ θήραν καὶ αἱ̃μα τραυματιω̃ν πίεται
25 καὶ εἰ̃πεν Βαλακ πρὸς Βαλααμ οὔτε κατάραις καταράση̨ μοι αὐτὸν οὔτε εὐλογω̃ν μὴ εὐλογήση̨ς αὐτόν
26 καὶ ἀποκριθεὶς Βαλααμ εἰ̃πεν τω̨̃ Βαλακ οὐκ ἐλάλησά σοι λέγων τὸ ῥη̃μα ὃ ἐὰν λαλήση̨ ὁ θεός του̃το ποιήσω
27 καὶ εἰ̃πεν Βαλακ πρὸς Βαλααμ δευ̃ρο παραλάβω σε εἰς τόπον ἄλλον εἰ ἀρέσει τω̨̃ θεω̨̃ καὶ καταρα̃σαί μοι αὐτὸν ἐκει̃θεν
28 καὶ παρέλαβεν Βαλακ τὸν Βαλααμ ἐπὶ κορυφὴν του̃ Φογωρ τὸ παρατει̃νον εἰς τὴν ἔρημον
29 καὶ εἰ̃πεν Βαλααμ πρὸς Βαλακ οἰκοδόμησόν μοι ὡ̃δε ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ὡ̃δε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς
30 καὶ ἐποίησεν Βαλακ καθάπερ εἰ̃πεν αὐτω̨̃ Βαλααμ καὶ ἀνήνεγκεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν

ΑΡΙΘΜΟΙ, κεφαλίς 24

1 καὶ ἰδὼν Βαλααμ ὅτι καλόν ἐστιν ἔναντι κυρίου εὐλογει̃ν τὸν Ισραηλ οὐκ ἐπορεύθη κατὰ τὸ εἰωθὸς εἰς συνάντησιν τοι̃ς οἰωνοι̃ς καὶ ἀπέστρεψεν τὸ πρόσωπον αὐτου̃ εἰς τὴν ἔρημον
2 καὶ ἐξάρας Βαλααμ τοὺς ὀφθαλμοὺς αὐτου̃ καθορα̨̃ τὸν Ισραηλ ἐστρατοπεδευκότα κατὰ φυλάς καὶ ἐγένετο πνευ̃μα θεου̃ ἐν αὐτω̨̃
3 καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτου̃ εἰ̃πεν φησὶν Βαλααμ υἱὸς Βεωρ φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινω̃ς ὁρω̃ν
4 φησὶν ἀκούων λόγια θεου̃ ὅστις ὅρασιν θεου̃ εἰ̃δεν ἐν ὕπνω̨ ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτου̃
5 ὡς καλοί σου οἱ οἰ̃κοι Ιακωβ αἱ σκηναί σου Ισραηλ
6 ὡσεὶ νάπαι σκιάζουσαι καὶ ὡσεὶ παράδεισοι ἐπὶ ποταμω̃ν καὶ ὡσεὶ σκηναί ἃς ἔπηξεν κύριος ὡσεὶ κέδροι παρ' ὕδατα
7 ἐξελεύσεται ἄνθρωπος ἐκ του̃ σπέρματος αὐτου̃ καὶ κυριεύσει ἐθνω̃ν πολλω̃ν καὶ ὑψωθήσεται ἢ Γωγ βασιλεία αὐτου̃ καὶ αὐξηθήσεται ἡ βασιλεία αὐτου̃
8 θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου ὡς δόξα μονοκέρωτος αὐτω̨̃ ἔδεται ἔθνη ἐχθρω̃ν αὐτου̃ καὶ τὰ πάχη αὐτω̃ν ἐκμυελιει̃ καὶ ται̃ς βολίσιν αὐτου̃ κατατοξεύσει ἐχθρόν
9 κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος τίς ἀναστήσει αὐτόν οἱ εὐλογου̃ντές σε εὐλόγηνται καὶ οἱ καταρώμενοί σε κεκατήρανται
10 καὶ ἐθυμώθη Βαλακ ἐπὶ Βαλααμ καὶ συνεκρότησεν ται̃ς χερσὶν αὐτου̃ καὶ εἰ̃πεν Βαλακ πρὸς Βαλααμ καταρα̃σθαι τὸν ἐχθρόν μου κέκληκά σε καὶ ἰδοὺ εὐλογω̃ν εὐλόγησας τρίτον του̃το
11 νυ̃ν οὐ̃ν φευ̃γε εἰς τὸν τόπον σου εἰ̃πα τιμήσω σε καὶ νυ̃ν ἐστέρησέν σε κύριος τη̃ς δόξης
12 καὶ εἰ̃πεν Βαλααμ πρὸς Βαλακ οὐχὶ καὶ τοι̃ς ἀγγέλοις σου οὓς ἀπέστειλας πρός με ἐλάλησα λέγων
13 ἐάν μοι δω̨̃ Βαλακ πλήρη τὸν οἰ̃κον αὐτου̃ ἀργυρίου καὶ χρυσίου οὐ δυνήσομαι παραβη̃ναι τὸ ῥη̃μα κυρίου ποιη̃σαι αὐτὸ πονηρὸν ἢ καλὸν παρ' ἐμαυτου̃ ὅσα ἐὰν εἴπη̨ ὁ θεός ταυ̃τα ἐρω̃
14 καὶ νυ̃ν ἰδοὺ ἀποτρέχω εἰς τὸν τόπον μου δευ̃ρο συμβουλεύσω σοι τί ποιήσει ὁ λαὸς οὑ̃τος τὸν λαόν σου ἐπ' ἐσχάτου τω̃ν ἡμερω̃ν
15 καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτου̃ εἰ̃πεν φησὶν Βαλααμ υἱὸς Βεωρ φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινω̃ς ὁρω̃ν
16 ἀκούων λόγια θεου̃ ἐπιστάμενος ἐπιστήμην παρὰ ὑψίστου καὶ ὅρασιν θεου̃ ἰδὼν ἐν ὕπνω̨ ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτου̃
17 δείξω αὐτω̨̃ καὶ οὐχὶ νυ̃ν μακαρίζω καὶ οὐκ ἐγγίζει ἀνατελει̃ ἄστρον ἐξ Ιακωβ καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ισραηλ καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωαβ καὶ προνομεύσει πάντας υἱοὺς Σηθ
18 καὶ ἔσται Εδωμ κληρονομία καὶ ἔσται κληρονομία Ησαυ ὁ ἐχθρὸς αὐτου̃ καὶ Ισραηλ ἐποίησεν ἐν ἰσχύι
19 καὶ ἐξεγερθήσεται ἐξ Ιακωβ καὶ ἀπολει̃ σω̨ζόμενον ἐκ πόλεως
20 καὶ ἰδὼν τὸν Αμαληκ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτου̃ εἰ̃πεν ἀρχὴ ἐθνω̃ν Αμαληκ καὶ τὸ σπέρμα αὐτω̃ν ἀπολει̃ται
21 καὶ ἰδὼν τὸν Καιναι̃ον καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτου̃ εἰ̃πεν ἰσχυρὰ ἡ κατοικία σου καὶ ἐὰν θη̨̃ς ἐν πέτρα̨ τὴν νοσσιάν σου
22 καὶ ἐὰν γένηται τω̨̃ Βεωρ νεοσσιὰ πανουργίας 'Ασσύριοί σε αἰχμαλωτεύσουσιν
23 καὶ ἰδὼν τὸν Ωγ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτου̃ εἰ̃πεν ὠ̃ ὠ̃ τίς ζήσεται ὅταν θη̨̃ ταυ̃τα ὁ θεός
24 καὶ ἐξελεύσεται ἐκ χειρὸς Κιτιαίων καὶ κακώσουσιν Ασσουρ καὶ κακώσουσιν Εβραίους καὶ αὐτοὶ ὁμοθυμαδὸν ἀπολου̃νται
25 καὶ ἀναστὰς Βαλααμ ἀπη̃λθεν ἀποστραφεὶς εἰς τὸν τόπον αὐτου̃ καὶ Βαλακ ἀπη̃λθεν πρὸς ἑαυτόν

ΑΡΙΘΜΟΙ, κεφαλίς 25

1 καὶ κατέλυσεν Ισραηλ ἐν Σαττιν καὶ ἐβεβηλώθη ὁ λαὸς ἐκπορνευ̃σαι εἰς τὰς θυγατέρας Μωαβ
2 καὶ ἐκάλεσαν αὐτοὺς ἐπὶ ται̃ς θυσίαις τω̃ν εἰδώλων αὐτω̃ν καὶ ἔφαγεν ὁ λαὸς τω̃ν θυσιω̃ν αὐτω̃ν καὶ προσεκύνησαν τοι̃ς εἰδώλοις αὐτω̃ν
3 καὶ ἐτελέσθη Ισραηλ τω̨̃ Βεελφεγωρ καὶ ὠργίσθη θυμω̨̃ κύριος τω̨̃ Ισραηλ
4 καὶ εἰ̃πεν κύριος τω̨̃ Μωυση̨̃ λαβὲ πάντας τοὺς ἀρχηγοὺς του̃ λαου̃ καὶ παραδειγμάτισον αὐτοὺς κυρίω̨ ἀπέναντι του̃ ἡλίου καὶ ἀποστραφήσεται ὀργὴ θυμου̃ κυρίου ἀπὸ Ισραηλ
5 καὶ εἰ̃πεν Μωυση̃ς ται̃ς φυλαι̃ς Ισραηλ ἀποκτείνατε ἕκαστος τὸν οἰκει̃ον αὐτου̃ τὸν τετελεσμένον τω̨̃ Βεελφεγωρ
6 καὶ ἰδοὺ ἄνθρωπος τω̃ν υἱω̃ν Ισραηλ ἐλθὼν προσήγαγεν τὸν ἀδελφὸν αὐτου̃ πρὸς τὴν Μαδιανι̃τιν ἐναντίον Μωυση̃ καὶ ἔναντι πάσης συναγωγη̃ς υἱω̃ν Ισραηλ αὐτοὶ δὲ ἔκλαιον παρὰ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου
7 καὶ ἰδὼν Φινεες υἱὸς Ελεαζαρ υἱου̃ Ααρων του̃ ἱερέως ἐξανέστη ἐκ μέσου τη̃ς συναγωγη̃ς καὶ λαβὼν σειρομάστην ἐν τη̨̃ χειρὶ
8 εἰση̃λθεν ὀπίσω του̃ ἀνθρώπου του̃ Ισραηλίτου εἰς τὴν κάμινον καὶ ἀπεκέντησεν ἀμφοτέρους τόν τε ἄνθρωπον τὸν Ισραηλίτην καὶ τὴν γυναι̃κα διὰ τη̃ς μήτρας αὐτη̃ς καὶ ἐπαύσατο ἡ πληγὴ ἀπὸ υἱω̃ν Ισραηλ
9 καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τη̨̃ πληγη̨̃ τέσσαρες καὶ εἴκοσι χιλιάδες
10 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
11 Φινεες υἱὸς Ελεαζαρ υἱου̃ Ααρων του̃ ἱερέως κατέπαυσεν τὸν θυμόν μου ἀπὸ υἱω̃ν Ισραηλ ἐν τω̨̃ ζηλω̃σαί μου τὸν ζη̃λον ἐν αὐτοι̃ς καὶ οὐκ ἐξανήλωσα τοὺς υἱοὺς Ισραηλ ἐν τω̨̃ ζήλω̨ μου
12 οὕτως εἰπόν ἰδοὺ ἐγὼ δίδωμι αὐτω̨̃ διαθήκην εἰρήνης
13 καὶ ἔσται αὐτω̨̃ καὶ τω̨̃ σπέρματι αὐτου̃ μετ' αὐτὸν διαθήκη ἱερατείας αἰωνία ἀνθ' ὡ̃ν ἐζήλωσεν τω̨̃ θεω̨̃ αὐτου̃ καὶ ἐξιλάσατο περὶ τω̃ν υἱω̃ν Ισραηλ
14 τὸ δὲ ὄνομα του̃ ἀνθρώπου του̃ Ισραηλίτου του̃ πεπληγότος ὃς ἐπλήγη μετὰ τη̃ς Μαδιανίτιδος Ζαμβρι υἱὸς Σαλω ἄρχων οἴκου πατρια̃ς τω̃ν Συμεων
15 καὶ ὄνομα τη̨̃ γυναικὶ τη̨̃ Μαδιανίτιδι τη̨̃ πεπληγυία̨ Χασβι θυγάτηρ Σουρ ἄρχοντος ἔθνους Ομμωθ οἴκου πατρια̃ς ἐστιν τω̃ν Μαδιαν
16 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ λέγων
17 ἐχθραίνετε τοι̃ς Μαδιηναίοις καὶ πατάξατε αὐτούς
18 ὅτι ἐχθραίνουσιν αὐτοὶ ὑμι̃ν ἐν δολιότητι ὅσα δολιου̃σιν ὑμα̃ς διὰ Φογωρ καὶ διὰ Χασβι θυγατέρα ἄρχοντος Μαδιαν ἀδελφὴν αὐτω̃ν τὴν πεπληγυι̃αν ἐν τη̨̃ ἡμέρα̨ τη̃ς πληγη̃ς διὰ Φογωρ
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.