1 καὶ ἠ̃λθον οἱ υἱοὶ Ισραηλ πα̃σα ἡ συναγωγή εἰς τὴν ἔρημον Σιν ἐν τω̨̃ μηνὶ τω̨̃ πρώτω̨ καὶ κατέμεινεν ὁ λαὸς ἐν Καδης καὶ ἐτελεύτησεν ἐκει̃ Μαριαμ καὶ ἐτάφη ἐκει̃ |
2 καὶ οὐκ ἠ̃ν ὕδωρ τη̨̃ συναγωγη̨̃ καὶ ἠθροίσθησαν ἐπὶ Μωυση̃ν καὶ Ααρων |
3 καὶ ἐλοιδορει̃το ὁ λαὸς πρὸς Μωυση̃ν λέγοντες ὄφελον ἀπεθάνομεν ἐν τη̨̃ ἀπωλεία̨ τω̃ν ἀδελφω̃ν ἡμω̃ν ἔναντι κυρίου |
4 καὶ ἵνα τί ἀνηγάγετε τὴν συναγωγὴν κυρίου εἰς τὴν ἔρημον ταύτην ἀποκτει̃ναι ἡμα̃ς καὶ τὰ κτήνη ἡμω̃ν |
5 καὶ ἵνα τί του̃το ἀνηγάγετε ἡμα̃ς ἐξ Αἰγύπτου παραγενέσθαι εἰς τὸν τόπον τὸν πονηρὸν του̃τον τόπος οὑ̃ οὐ σπείρεται οὐδὲ συκαι̃ οὐδὲ ἄμπελοι οὐδὲ ῥόαι οὐδὲ ὕδωρ ἐστὶν πιει̃ν |
6 καὶ ἠ̃λθεν Μωυση̃ς καὶ Ααρων ἀπὸ προσώπου τη̃ς συναγωγη̃ς ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ ἔπεσαν ἐπὶ πρόσωπον καὶ ὤφθη ἡ δόξα κυρίου πρὸς αὐτούς |
7 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων |
8 λαβὲ τὴν ῥάβδον καὶ ἐκκλησίασον τὴν συναγωγὴν σὺ καὶ Ααρων ὁ ἀδελφός σου καὶ λαλήσατε πρὸς τὴν πέτραν ἔναντι αὐτω̃ν καὶ δώσει τὰ ὕδατα αὐτη̃ς καὶ ἐξοίσετε αὐτοι̃ς ὕδωρ ἐκ τη̃ς πέτρας καὶ ποτιει̃τε τὴν συναγωγὴν καὶ τὰ κτήνη αὐτω̃ν |
9 καὶ ἔλαβεν Μωυση̃ς τὴν ῥάβδον τὴν ἀπέναντι κυρίου καθὰ συνέταξεν κύριος |
10 καὶ ἐξεκκλησίασεν Μωυση̃ς καὶ Ααρων τὴν συναγωγὴν ἀπέναντι τη̃ς πέτρας καὶ εἰ̃πεν πρὸς αὐτούς ἀκούσατέ μου οἱ ἀπειθει̃ς μὴ ἐκ τη̃ς πέτρας ταύτης ἐξάξομεν ὑμι̃ν ὕδωρ |
11 καὶ ἐπάρας Μωυση̃ς τὴν χει̃ρα αὐτου̃ ἐπάταξεν τὴν πέτραν τη̨̃ ῥάβδω̨ δίς καὶ ἐξη̃λθεν ὕδωρ πολύ καὶ ἔπιεν ἡ συναγωγὴ καὶ τὰ κτήνη αὐτω̃ν |
12 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων ὅτι οὐκ ἐπιστεύσατε ἁγιάσαι με ἐναντίον υἱω̃ν Ισραηλ διὰ του̃το οὐκ εἰσάξετε ὑμει̃ς τὴν συναγωγὴν ταύτην εἰς τὴν γη̃ν ἣν δέδωκα αὐτοι̃ς |
13 του̃το ὕδωρ ἀντιλογίας ὅτι ἐλοιδορήθησαν οἱ υἱοὶ Ισραηλ ἔναντι κυρίου καὶ ἡγιάσθη ἐν αὐτοι̃ς |
14 καὶ ἀπέστειλεν Μωυση̃ς ἀγγέλους ἐκ Καδης πρὸς βασιλέα Εδωμ λέγων τάδε λέγει ὁ ἀδελφός σου Ισραηλ σὺ ἐπίστη̨ πάντα τὸν μόχθον τὸν εὑρόντα ἡμα̃ς |
15 καὶ κατέβησαν οἱ πατέρες ἡμω̃ν εἰς Αἴγυπτον καὶ παρω̨κήσαμεν ἐν Αἰγύπτω̨ ἡμέρας πλείους καὶ ἐκάκωσαν ἡμα̃ς οἱ Αἰγύπτιοι καὶ τοὺς πατέρας ἡμω̃ν |
16 καὶ ἀνεβοήσαμεν πρὸς κύριον καὶ εἰσήκουσεν κύριος τη̃ς φωνη̃ς ἡμω̃ν καὶ ἀποστείλας ἄγγελον ἐξήγαγεν ἡμα̃ς ἐξ Αἰγύπτου καὶ νυ̃ν ἐσμεν ἐν Καδης πόλει ἐκ μέρους τω̃ν ὁρίων σου |
17 παρελευσόμεθα διὰ τη̃ς γη̃ς σου οὐ διελευσόμεθα δι' ἀγρω̃ν οὐδὲ δι' ἀμπελώνων οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκου σου ὁδω̨̃ βασιλικη̨̃ πορευσόμεθα οὐκ ἐκκλινου̃μεν δεξιὰ οὐδὲ εὐώνυμα ἕως ἂν παρέλθωμεν τὰ ὅριά σου |
18 καὶ εἰ̃πεν πρὸς αὐτὸν Εδωμ οὐ διελεύση̨ δι' ἐμου̃ εἰ δὲ μή ἐν πολέμω̨ ἐξελεύσομαι εἰς συνάντησίν σοι |
19 καὶ λέγουσιν αὐτω̨̃ οἱ υἱοὶ Ισραηλ παρὰ τὸ ὄρος παρελευσόμεθα ἐὰν δὲ του̃ ὕδατός σου πίωμεν ἐγώ τε καὶ τὰ κτήνη δώσω τιμήν σοι ἀλλὰ τὸ πρα̃γμα οὐδέν ἐστιν παρὰ τὸ ὄρος παρελευσόμεθα |
20 ὁ δὲ εἰ̃πεν οὐ διελεύση̨ δι' ἐμου̃ καὶ ἐξη̃λθεν Εδωμ εἰς συνάντησιν αὐτω̨̃ ἐν ὄχλω̨ βαρει̃ καὶ ἐν χειρὶ ἰσχυρα̨̃ |
21 καὶ οὐκ ἠθέλησεν Εδωμ δου̃ναι τω̨̃ Ισραηλ παρελθει̃ν διὰ τω̃ν ὁρίων αὐτου̃ καὶ ἐξέκλινεν Ισραηλ ἀπ' αὐτου̃ |
22 καὶ ἀπη̃ραν ἐκ Καδης καὶ παρεγένοντο οἱ υἱοὶ Ισραηλ πα̃σα ἡ συναγωγή εἰς Ωρ τὸ ὄρος |
23 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων ἐν Ωρ τω̨̃ ὄρει ἐπὶ τω̃ν ὁρίων γη̃ς Εδωμ λέγων |
24 προστεθήτω Ααρων πρὸς τὸν λαὸν αὐτου̃ ὅτι οὐ μὴ εἰσέλθητε εἰς τὴν γη̃ν ἣν δέδωκα τοι̃ς υἱοι̃ς Ισραηλ διότι παρωξύνατέ με ἐπὶ του̃ ὕδατος τη̃ς λοιδορίας |
25 λαβὲ τὸν Ααρων καὶ Ελεαζαρ τὸν υἱὸν αὐτου̃ καὶ ἀναβίβασον αὐτοὺς εἰς Ωρ τὸ ὄρος ἔναντι πάσης τη̃ς συναγωγη̃ς |
26 καὶ ἔκδυσον Ααρων τὴν στολὴν αὐτου̃ καὶ ἔνδυσον Ελεαζαρ τὸν υἱὸν αὐτου̃ καὶ Ααρων προστεθεὶς ἀποθανέτω ἐκει̃ |
27 καὶ ἐποίησεν Μωυση̃ς καθὰ συνέταξεν κύριος καὶ ἀνεβίβασεν αὐτὸν εἰς Ωρ τὸ ὄρος ἐναντίον πάσης τη̃ς συναγωγη̃ς |
28 καὶ ἐξέδυσεν Ααρων τὰ ἱμάτια αὐτου̃ καὶ ἐνέδυσεν αὐτὰ Ελεαζαρ τὸν υἱὸν αὐτου̃ καὶ ἀπέθανεν Ααρων ἐπὶ τη̃ς κορυφη̃ς του̃ ὄρους καὶ κατέβη Μωυση̃ς καὶ Ελεαζαρ ἐκ του̃ ὄρους |
29 καὶ εἰ̃δεν πα̃σα ἡ συναγωγὴ ὅτι ἀπελύθη Ααρων καὶ ἔκλαυσαν τὸν Ααρων τριάκοντα ἡμέρας πα̃ς οἰ̃κος Ισραηλ |