1 καὶ ἐλάλησεν Κορε υἱὸς Ισσααρ υἱου̃ Κααθ υἱου̃ Λευι καὶ Δαθαν καὶ Αβιρων υἱοὶ Ελιαβ καὶ Αυν υἱὸς Φαλεθ υἱου̃ Ρουβην |
2 καὶ ἀνέστησαν ἔναντι Μωυση̃ καὶ ἄνδρες τω̃ν υἱω̃ν Ισραηλ πεντήκοντα καὶ διακόσιοι ἀρχηγοὶ συναγωγη̃ς σύγκλητοι βουλη̃ς καὶ ἄνδρες ὀνομαστοί |
3 συνέστησαν ἐπὶ Μωυση̃ν καὶ Ααρων καὶ εἰ̃παν ἐχέτω ὑμι̃ν ὅτι πα̃σα ἡ συναγωγὴ πάντες ἅγιοι καὶ ἐν αὐτοι̃ς κύριος καὶ διὰ τί κατανίστασθε ἐπὶ τὴν συναγωγὴν κυρίου |
4 καὶ ἀκούσας Μωυση̃ς ἔπεσεν ἐπὶ πρόσωπον |
5 καὶ ἐλάλησεν πρὸς Κορε καὶ πρὸς πα̃σαν αὐτου̃ τὴν συναγωγὴν λέγων ἐπέσκεπται καὶ ἔγνω ὁ θεὸς τοὺς ὄντας αὐτου̃ καὶ τοὺς ἁγίους καὶ προσηγάγετο πρὸς ἑαυτόν καὶ οὓς ἐξελέξατο ἑαυτω̨̃ προσηγάγετο πρὸς ἑαυτόν |
6 του̃το ποιήσατε λάβετε ὑμι̃ν αὐτοι̃ς πυρει̃α Κορε καὶ πα̃σα ἡ συναγωγὴ αὐτου̃ |
7 καὶ ἐπίθετε ἐπ' αὐτὰ πυ̃ρ καὶ ἐπίθετε ἐπ' αὐτὰ θυμίαμα ἔναντι κυρίου αὔριον καὶ ἔσται ὁ ἀνήρ ὃν ἂν ἐκλέξηται κύριος οὑ̃τος ἅγιος ἱκανούσθω ὑμι̃ν υἱοὶ Λευι |
8 καὶ εἰ̃πεν Μωυση̃ς πρὸς Κορε εἰσακούσατέ μου υἱοὶ Λευι |
9 μὴ μικρόν ἐστιν του̃το ὑμι̃ν ὅτι διέστειλεν ὁ θεὸς Ισραηλ ὑμα̃ς ἐκ συναγωγη̃ς Ισραηλ καὶ προσηγάγετο ὑμα̃ς πρὸς ἑαυτὸν λειτουργει̃ν τὰς λειτουργίας τη̃ς σκηνη̃ς κυρίου καὶ παρίστασθαι ἔναντι τη̃ς συναγωγη̃ς λατρεύειν αὐτοι̃ς |
10 καὶ προσηγάγετό σε καὶ πάντας τοὺς ἀδελφούς σου υἱοὺς Λευι μετὰ σου̃ καὶ ζητει̃τε ἱερατεύειν |
11 οὕτως σὺ καὶ πα̃σα ἡ συναγωγή σου ἡ συνηθροισμένη πρὸς τὸν θεόν καὶ Ααρων τίς ἐστιν ὅτι διαγογγύζετε κατ' αὐτου̃ |
12 καὶ ἀπέστειλεν Μωυση̃ς καλέσαι Δαθαν καὶ Αβιρων υἱοὺς Ελιαβ καὶ εἰ̃παν οὐκ ἀναβαίνομεν |
13 μὴ μικρὸν του̃το ὅτι ἀνήγαγες ἡμα̃ς ἐκ γη̃ς ῥεούσης γάλα καὶ μέλι ἀποκτει̃ναι ἡμα̃ς ἐν τη̨̃ ἐρήμω̨ ὅτι κατάρχεις ἡμω̃ν ἄρχων |
14 εἰ καὶ εἰς γη̃ν ῥέουσαν γάλα καὶ μέλι εἰσήγαγες ἡμα̃ς καὶ ἔδωκας ἡμι̃ν κλη̃ρον ἀγρου̃ καὶ ἀμπελω̃νας τοὺς ὀφθαλμοὺς τω̃ν ἀνθρώπων ἐκείνων ἂν ἐξέκοψας οὐκ ἀναβαίνομεν |
15 καὶ ἐβαρυθύμησεν Μωυση̃ς σφόδρα καὶ εἰ̃πεν πρὸς κύριον μὴ προσχη̨̃ς εἰς τὴν θυσίαν αὐτω̃ν οὐκ ἐπιθύμημα οὐδενὸς αὐτω̃ν εἴληφα οὐδὲ ἐκάκωσα οὐδένα αὐτω̃ν |
16 καὶ εἰ̃πεν Μωυση̃ς πρὸς Κορε ἁγίασον τὴν συναγωγήν σου καὶ γίνεσθε ἕτοιμοι ἔναντι κυρίου σὺ καὶ αὐτοὶ καὶ Ααρων αὔριον |
17 καὶ λάβετε ἕκαστος τὸ πυρει̃ον αὐτου̃ καὶ ἐπιθήσετε ἐπ' αὐτὰ θυμίαμα καὶ προσάξετε ἔναντι κυρίου ἕκαστος τὸ πυρει̃ον αὐτου̃ πεντήκοντα καὶ διακόσια πυρει̃α καὶ σὺ καὶ Ααρων ἕκαστος τὸ πυρει̃ον αὐτου̃ |
18 καὶ ἔλαβεν ἕκαστος τὸ πυρει̃ον αὐτου̃ καὶ ἐπέθηκαν ἐπ' αὐτὰ πυ̃ρ καὶ ἐπέβαλον ἐπ' αὐτὸ θυμίαμα καὶ ἔστησαν παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου Μωυση̃ς καὶ Ααρων |
19 καὶ ἐπισυνέστησεν ἐπ' αὐτοὺς Κορε τὴν πα̃σαν αὐτου̃ συναγωγὴν παρὰ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ ὤφθη ἡ δόξα κυρίου πάση̨ τη̨̃ συναγωγη̨̃ |
20 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων λέγων |
21 ἀποσχίσθητε ἐκ μέσου τη̃ς συναγωγη̃ς ταύτης καὶ ἐξαναλώσω αὐτοὺς εἰς ἅπαξ |
22 καὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτω̃ν καὶ εἰ̃παν θεὸς θεὸς τω̃ν πνευμάτων καὶ πάσης σαρκός εἰ ἄνθρωπος εἱ̃ς ἥμαρτεν ἐπὶ πα̃σαν τὴν συναγωγὴν ὀργὴ κυρίου |
23 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων |
24 λάλησον τη̨̃ συναγωγη̨̃ λέγων ἀναχωρήσατε κύκλω̨ ἀπὸ τη̃ς συναγωγη̃ς Κορε |
25 καὶ ἀνέστη Μωυση̃ς καὶ ἐπορεύθη πρὸς Δαθαν καὶ Αβιρων καὶ συνεπορεύθησαν μετ' αὐτου̃ πάντες οἱ πρεσβύτεροι Ισραηλ |
26 καὶ ἐλάλησεν πρὸς τὴν συναγωγὴν λέγων ἀποσχίσθητε ἀπὸ τω̃ν σκηνω̃ν τω̃ν ἀνθρώπων τω̃ν σκληρω̃ν τούτων καὶ μὴ ἅπτεσθε ἀπὸ πάντων ὡ̃ν ἐστιν αὐτοι̃ς μὴ συναπόλησθε ἐν πάση̨ τη̨̃ ἁμαρτία̨ αὐτω̃ν |
27 καὶ ἀπέστησαν ἀπὸ τη̃ς σκηνη̃ς Κορε κύκλω̨ καὶ Δαθαν καὶ Αβιρων ἐξη̃λθον καὶ εἱστήκεισαν παρὰ τὰς θύρας τω̃ν σκηνω̃ν αὐτω̃ν καὶ αἱ γυναι̃κες αὐτω̃ν καὶ τὰ τέκνα αὐτω̃ν καὶ ἡ ἀποσκευὴ αὐτω̃ν |
28 καὶ εἰ̃πεν Μωυση̃ς ἐν τούτω̨ γνώσεσθε ὅτι κύριος ἀπέστειλέν με ποιη̃σαι πάντα τὰ ἔργα ταυ̃τα ὅτι οὐκ ἀπ' ἐμαυτου̃ |
29 εἰ κατὰ θάνατον πάντων ἀνθρώπων ἀποθανου̃νται οὑ̃τοι εἰ καὶ κατ' ἐπίσκεψιν πάντων ἀνθρώπων ἐπισκοπὴ ἔσται αὐτω̃ν οὐχὶ κύριος ἀπέσταλκέν με |
30 ἀλλ' ἢ ἐν φάσματι δείξει κύριος καὶ ἀνοίξασα ἡ γη̃ τὸ στόμα αὐτη̃ς καταπίεται αὐτοὺς καὶ τοὺς οἴκους αὐτω̃ν καὶ τὰς σκηνὰς αὐτω̃ν καὶ πάντα ὅσα ἐστὶν αὐτοι̃ς καὶ καταβήσονται ζω̃ντες εἰς ἅ̨δου καὶ γνώσεσθε ὅτι παρώξυναν οἱ ἄνθρωποι οὑ̃τοι τὸν κύριον |
31 ὡς δὲ ἐπαύσατο λαλω̃ν πάντας τοὺς λόγους τούτους ἐρράγη ἡ γη̃ ὑποκάτω αὐτω̃ν |
32 καὶ ἠνοίχθη ἡ γη̃ καὶ κατέπιεν αὐτοὺς καὶ τοὺς οἴκους αὐτω̃ν καὶ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας μετὰ Κορε καὶ τὰ κτήνη αὐτω̃ν |
33 καὶ κατέβησαν αὐτοὶ καὶ ὅσα ἐστὶν αὐτω̃ν ζω̃ντα εἰς ἅ̨δου καὶ ἐκάλυψεν αὐτοὺς ἡ γη̃ καὶ ἀπώλοντο ἐκ μέσου τη̃ς συναγωγη̃ς |
34 καὶ πα̃ς Ισραηλ οἱ κύκλω̨ αὐτω̃ν ἔφυγον ἀπὸ τη̃ς φωνη̃ς αὐτω̃ν ὅτι λέγοντες μήποτε καταπίη̨ ἡμα̃ς ἡ γη̃ |
35 καὶ πυ̃ρ ἐξη̃λθεν παρὰ κυρίου καὶ κατέφαγεν τοὺς πεντήκοντα καὶ διακοσίους ἄνδρας τοὺς προσφέροντας τὸ θυμίαμα |
36 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν |
37 καὶ πρὸς Ελεαζαρ τὸν υἱὸν Ααρων τὸν ἱερέα ἀνέλεσθε τὰ πυρει̃α τὰ χαλκα̃ ἐκ μέσου τω̃ν κατακεκαυμένων καὶ τὸ πυ̃ρ τὸ ἀλλότριον του̃το σπει̃ρον ἐκει̃ ὅτι ἡγίασαν |
38 τὰ πυρει̃α τω̃ν ἁμαρτωλω̃ν τούτων ἐν ται̃ς ψυχαι̃ς αὐτω̃ν καὶ ποίησον αὐτὰ λεπίδας ἐλατάς περίθεμα τω̨̃ θυσιαστηρίω̨ ὅτι προσηνέχθησαν ἔναντι κυρίου καὶ ἡγιάσθησαν καὶ ἐγένοντο εἰς σημει̃ον τοι̃ς υἱοι̃ς Ισραηλ |
39 καὶ ἔλαβεν Ελεαζαρ υἱὸς Ααρων του̃ ἱερέως τὰ πυρει̃α τὰ χαλκα̃ ὅσα προσήνεγκαν οἱ κατακεκαυμένοι καὶ προσέθηκαν αὐτὰ περίθεμα τω̨̃ θυσιαστηρίω̨ |
40 μνημόσυνον τοι̃ς υἱοι̃ς Ισραηλ ὅπως ἂν μὴ προσέλθη̨ μηθεὶς ἀλλογενής ὃς οὐκ ἔστιν ἐκ του̃ σπέρματος Ααρων ἐπιθει̃ναι θυμίαμα ἔναντι κυρίου καὶ οὐκ ἔσται ὥσπερ Κορε καὶ ἡ ἐπισύστασις αὐτου̃ καθὰ ἐλάλησεν κύριος ἐν χειρὶ Μωυση̃ |
41 καὶ ἐγόγγυσαν οἱ υἱοὶ Ισραηλ τη̨̃ ἐπαύριον ἐπὶ Μωυση̃ν καὶ Ααρων λέγοντες ὑμει̃ς ἀπεκτάγκατε τὸν λαὸν κυρίου |
42 καὶ ἐγένετο ἐν τω̨̃ ἐπισυστρέφεσθαι τὴν συναγωγὴν ἐπὶ Μωυση̃ν καὶ Ααρων καὶ ὥρμησαν ἐπὶ τὴν σκηνὴν του̃ μαρτυρίου καὶ τήνδε ἐκάλυψεν αὐτὴν ἡ νεφέλη καὶ ὤφθη ἡ δόξα κυρίου |
43 καὶ εἰση̃λθεν Μωυση̃ς καὶ Ααρων κατὰ πρόσωπον τη̃ς σκηνη̃ς του̃ μαρτυρίου |
44 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων λέγων |
45 ἐκχωρήσατε ἐκ μέσου τη̃ς συναγωγη̃ς ταύτης καὶ ἐξαναλώσω αὐτοὺς εἰς ἅπαξ καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτω̃ν |
46 καὶ εἰ̃πεν Μωυση̃ς πρὸς Ααρων λαβὲ τὸ πυρει̃ον καὶ ἐπίθες ἐπ' αὐτὸ πυ̃ρ ἀπὸ του̃ θυσιαστηρίου καὶ ἐπίβαλε ἐπ' αὐτὸ θυμίαμα καὶ ἀπένεγκε τὸ τάχος εἰς τὴν παρεμβολὴν καὶ ἐξίλασαι περὶ αὐτω̃ν ἐξη̃λθεν γὰρ ὀργὴ ἀπὸ προσώπου κυρίου ἠ̃ρκται θραύειν τὸν λαόν |
47 καὶ ἔλαβεν Ααρων καθάπερ ἐλάλησεν αὐτω̨̃ Μωυση̃ς καὶ ἔδραμεν εἰς τὴν συναγωγήν καὶ ἤδη ἐνη̃ρκτο ἡ θραυ̃σις ἐν τω̨̃ λαω̨̃ καὶ ἐπέβαλεν τὸ θυμίαμα καὶ ἐξιλάσατο περὶ του̃ λαου̃ |
48 καὶ ἔστη ἀνὰ μέσον τω̃ν τεθνηκότων καὶ τω̃ν ζώντων καὶ ἐκόπασεν ἡ θραυ̃σις |
49 καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τη̨̃ θραύσει τέσσαρες καὶ δέκα χιλιάδες καὶ ἑπτακόσιοι χωρὶς τω̃ν τεθνηκότων ἕνεκεν Κορε |
50 καὶ ἐπέστρεψεν Ααρων πρὸς Μωυση̃ν ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ ἐκόπασεν ἡ θραυ̃σις |