1 καταβάντος δὲ αὐτου̃ ἀπò του̃ ὄρους ἠκολούθησαν αὐτω̨̃ ὄχλοι πολλοί |
2 καὶ ἰδοὺ λεπρòς προσελθὼν προσεκύνει αὐτω̨̃ λέγων κύριε ἐὰν θέλη̨ς δύνασαί με καθαρίσαι |
3 καὶ ἐκτείνας τὴν χει̃ρα ἥψατο αὐτου̃ λέγων θέλω καθαρίσθητι καὶ εὐθέως ἐκαθαρίσθη αὐτου̃ ἡ λέπρα |
4 καὶ λέγει αὐτω̨̃ ὁ ’Ιησου̃ς ὅρα μηδενὶ εἴπη̨ς ἀλλὰ ὕπαγε σεαυτòν δει̃ξον τω̨̃ ἱερει̃ καὶ προσένεγκον τò δω̃ρον ὃ προσέταξεν Μωϋση̃ς εἰς μαρτύριον αὐτοι̃ς |
5 εἰσελθόντος δὲ αὐτου̃ εἰς Καφαρναοὺμ προση̃λθεν αὐτω̨̃ ἑκατόνταρχος παρακαλω̃ν αὐτòν |
6 καὶ λέγων κύριε ὁ παι̃ς μου βέβληται ἐν τη̨̃ οἰκία̨ παραλυτικός δεινω̃ς βασανιζόμενος |
7 καὶ λέγει αὐτω̨̃ ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν |
8 καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη κύριε οὐκ εἰμὶ ἱκανòς ἵνα μου ὑπò τὴν στέγην εἰσέλθη̨ς ἀλλὰ μόνον εἰπὲ λόγω̨ καὶ ἰαθήσεται ὁ παι̃ς μου |
9 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπò ἐξουσίαν ἔχων ὑπ' ἐμαυτòν στρατιώτας καὶ λέγω τούτω̨ πορεύθητι καὶ πορεύεται καὶ ἄλλω̨ ἔρχου καὶ ἔρχεται καὶ τω̨̃ δούλω̨ μου ποίησον του̃το καὶ ποιει̃ |
10 ἀκούσας δὲ ὁ ’Ιησου̃ς ἐθαύμασεν καὶ εἰ̃πεν τοι̃ς ἀκολουθου̃σιν ἀμὴν λέγω ὑμι̃ν παρ' οὐδενὶ τοσαύτην πίστιν ἐν τω̨̃ ’Ισραὴλ εὑ̃ρον |
11 λέγω δὲ ὑμι̃ν ὅτι πολλοὶ ἀπò ἀνατολω̃ν καὶ δυσμω̃ν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ ’Αβραὰμ καὶ ’Ισαὰκ καὶ ’Ιακὼβ ἐν τη̨̃ βασιλεία̨ τω̃ν οὐρανω̃ν |
12 οἱ δὲ υἱοὶ τη̃ς βασιλείας ἐκβληθήσονται εἰς τò σκότος τò ἐξώτερον ἐκει̃ ἔσται ὁ κλαυθμòς καὶ ὁ βρυγμòς τω̃ν ὀδόντων |
13 καὶ εἰ̃πεν ὁ ’Ιησου̃ς τω̨̃ ἑκατοντάρχη̨ ὕπαγε ὡς ἐπίστευσας γενηθήτω σοι καὶ ἰάθη ὁ παι̃ς αὐτου̃ ἐν τη̨̃ ὥρα̨ ἐκείνη̨ |
14 καὶ ἐλθὼν ὁ ’Ιησου̃ς εἰς τὴν οἰκίαν Πέτρου εἰ̃δεν τὴν πενθερὰν αὐτου̃ βεβλημένην καὶ πυρέσσουσαν |
15 καὶ ἥψατο τη̃ς χειρòς αὐτη̃ς καὶ ἀφη̃κεν αὐτὴν ὁ πυρετός καὶ ἠγέρθη καὶ διηκόνει αὐτω̨̃ |
16 ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτω̨̃ δαιμονιζομένους πολλούς καὶ ἐξέβαλεν τὰ πνεύματα λόγω̨ καὶ πάντας τοὺς κακω̃ς ἔχοντας ἐθεράπευσεν |
17 ὅπως πληρωθη̨̃ τò ῥηθὲν διὰ ’Ησαΐου του̃ προφήτου λέγοντος αὐτòς τὰς ἀσθενείας ἡμω̃ν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν |
18 ἰδὼν δὲ ὁ ’Ιησου̃ς ὄχλον περὶ αὐτòν ἐκέλευσεν ἀπελθει̃ν εἰς τò πέραν |
19 καὶ προσελθὼν εἱ̃ς γραμματεὺς εἰ̃πεν αὐτω̨̃ διδάσκαλε ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχη̨ |
20 καὶ λέγει αὐτω̨̃ ὁ ’Ιησου̃ς αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ του̃ οὐρανου̃ κατασκηνώσεις ὁ δὲ υἱòς του̃ ἀνθρώπου οὐκ ἔχει που̃ τὴν κεφαλὴν κλίνη̨ |
21 ἕτερος δὲ τω̃ν μαθητω̃ν αὐτου̃ εἰ̃πεν αὐτω̨̃ κύριε ἐπίτρεψόν μοι πρω̃τον ἀπελθει̃ν καὶ θάψαι τòν πατέρα μου |
22 ὁ δὲ ’Ιησου̃ς λέγει αὐτω̨̃ ἀκολούθει μοι καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτω̃ν νεκρούς |
23 καὶ ἐμβάντι αὐτω̨̃ εἰς τò πλοι̃ον ἠκολούθησαν αὐτω̨̃ οἱ μαθηταὶ αὐτου̃ |
24 καὶ ἰδοὺ σεισμòς μέγας ἐγένετο ἐν τη̨̃ θαλάσση̨ ὥστε τò πλοι̃ον καλύπτεσθαι ὑπò τω̃ν κυμάτων αὐτòς δὲ ἐκάθευδεν |
25 καὶ προσελθόντες ἤγειραν αὐτòν λέγοντες κύριε σω̃σον ἀπολλύμεθα |
26 καὶ λέγει αὐτοι̃ς τί δειλοί ἐστε ὀλιγόπιστοι τότε ἐγερθεὶς ἐπετίμησεν τοι̃ς ἀνέμοις καὶ τη̨̃ θαλάσση̨ καὶ ἐγένετο γαλήνη μεγάλη |
27 οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες ποταπός ἐστιν οὑ̃τος ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα αὐτω̨̃ ὑπακούουσιν |
28 καὶ ἐλθόντος αὐτου̃ εἰς τò πέραν εἰς τὴν χώραν τω̃ν Γαδαρηνω̃ν ὑπήντησαν αὐτω̨̃ δύο δαιμονιζόμενοι ἐκ τω̃ν μνημείων ἐξερχόμενοι χαλεποὶ λίαν ὥστε μὴ ἰσχύειν τινὰ παρελθει̃ν διὰ τη̃ς ὁδου̃ ἐκείνης |
29 καὶ ἰδοὺ ἔκραξαν λέγοντες τί ἡμι̃ν καὶ σοί υἱὲ του̃ θεου̃ ἠ̃λθες ὡ̃δε πρò καιρου̃ βασανίσαι ἡμα̃ς |
30 ἠ̃ν δὲ μακρὰν ἀπ' αὐτω̃ν ἀγέλη χοίρων πολλω̃ν βοσκομένη |
31 οἱ δὲ δαίμονες παρεκάλουν αὐτòν λέγοντες εἰ ἐκβάλλεις ἡμα̃ς ἀπόστειλον ἡμα̃ς εἰς τὴν ἀγέλην τω̃ν χοίρων |
32 καὶ εἰ̃πεν αὐτοι̃ς ὑπάγετε οἱ δὲ ἐξελθόντες ἀπη̃λθον εἰς τοὺς χοίρους καὶ ἰδοὺ ὥρμησεν πα̃σα ἡ ἀγέλη κατὰ του̃ κρημνου̃ εἰς τὴν θάλασσαν καὶ ἀπέθανον ἐν τοι̃ς ὕδασιν |
33 οἱ δὲ βόσκοντες ἔφυγον καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τω̃ν δαιμονιζομένων |
34 καὶ ἰδοὺ πα̃σα ἡ πόλις ἐξη̃λθεν εἰς ὑπάντησιν τω̨̃ ’Ιησου̃ καὶ ἰδόντες αὐτòν παρεκάλεσαν ὅπως μεταβη̨̃ ἀπò τω̃ν ὁρίων αὐτω̃ν |