Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 5

ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τò ὄρος καὶ καθίσαντος αὐτου̃ προση̃λθαν αὐτω̨̃ οἱ μαθηταὶ αὐτου̃
καὶ ἀνοίξας τò στόμα αὐτου̃ ἐδίδασκεν αὐτοὺς λέγων
μακάριοι οἱ πτωχοὶ τω̨̃ πνεύματι ὅτι αὐτω̃ν ἐστιν ἡ βασιλεία τω̃ν οὐρανω̃ν
μακάριοι οἱ πενθου̃ντες ὅτι αὐτοὶ παρακληθήσονται
μακάριοι οἱ πραει̃ς ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γη̃ν
μακάριοι οἱ πεινω̃ντες καὶ διψω̃ντες τὴν δικαιοσύνην ὅτι αὐτοὶ χορτασθήσονται
μακάριοι οἱ ἐλεήμονες ὅτι αὐτοὶ ἐλεηθήσονται
μακάριοι οἱ καθαροὶ τη̨̃ καρδία̨ ὅτι αὐτοὶ τòν θεòν ὄψονται
μακάριοι οἱ εἰρηνοποιοί ὅτι αὐτοὶ υἱοὶ θεου̃ κληθήσονται
10 μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης ὅτι αὐτω̃ν ἐστιν ἡ βασιλεία τω̃ν οὐρανω̃ν
11 μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμα̃ς καὶ διώξωσιν καὶ εἴπωσιν πα̃ν πονηρòν καθ' ὑμω̃ν ψευδόμενοι ἕνεκεν ἐμου̃
12 χαίρετε καὶ ἀγαλλια̃σθε ὅτι ὁ μισθòς ὑμω̃ν πολὺς ἐν τοι̃ς οὐρανοι̃ς οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρò ὑμω̃ν
13 ὑμει̃ς ἐστε τò ἅλας τη̃ς γη̃ς ἐὰν δὲ τò ἅλας μωρανθη̨̃ ἐν τίνι ἁλισθήσεται εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ βληθὲν ἔξω καταπατει̃σθαι ὑπò τω̃ν ἀνθρώπων
14 ὑμει̃ς ἐστε τò φω̃ς του̃ κόσμου οὐ δύναται πόλις κρυβη̃ναι ἐπάνω ὄρους κειμένη
15 οὐδὲ καίουσιν λύχνον καὶ τιθέασιν αὐτòν ὑπò τòν μόδιον ἀλλ' ἐπὶ τὴν λυχνίαν καὶ λάμπει πα̃σιν τοι̃ς ἐν τη̨̃ οἰκία̨
16 οὕτως λαμψάτω τò φω̃ς ὑμω̃ν ἔμπροσθεν τω̃ν ἀνθρώπων ὅπως ἴδωσιν ὑμω̃ν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τòν πατέρα ὑμω̃ν τòν ἐν τοι̃ς οὐρανοι̃ς
17 μὴ νομίσητε ὅτι ἠ̃λθον καταλυ̃σαι τòν νόμον ἢ τοὺς προφήτας οὐκ ἠ̃λθον καταλυ̃σαι ἀλλὰ πληρω̃σαι
18 ἀμὴν γὰρ λέγω ὑμι̃ν ἕως ἂν παρέλθη̨ ὁ οὐρανòς καὶ ἡ γη̃ ἰω̃τα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθη̨ ἀπò του̃ νόμου ἕως ἂν πάντα γένηται
19 ὃς ἐὰν οὐ̃ν λύση̨ μίαν τω̃ν ἐντολω̃ν τούτων τω̃ν ἐλαχίστων καὶ διδάξη̨ οὕτως τοὺς ἀνθρώπους ἐλάχιστος κληθήσεται ἐν τη̨̃ βασιλεία̨ τω̃ν οὐρανω̃ν ὃς δ' ἂν ποιήση̨ καὶ διδάξη̨ οὑ̃τος μέγας κληθήσεται ἐν τη̨̃ βασιλεία̨ τω̃ν οὐρανω̃ν
20 λέγω γὰρ ὑμι̃ν ὅτι ἐὰν μὴ περισσεύση̨ ὑμω̃ν ἡ δικαιοσύνη πλει̃ον τω̃ν γραμματέων καὶ Φαρισαίων οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τω̃ν οὐρανω̃ν
21 ἠκούσατε ὅτι ἐρρέθη τοι̃ς ἀρχαίοις οὐ φονεύσεις ὃς δ' ἂν φονεύση̨ ἔνοχος ἔσται τη̨̃ κρίσει
22 ἐγὼ δὲ λέγω ὑμι̃ν ὅτι πα̃ς ὁ ὀργιζόμενος τω̨̃ ἀδελφω̨̃ αὐτου̃ ἔνοχος ἔσται τη̨̃ κρίσει ὃς δ' ἂν εἴπη̨ τω̨̃ ἀδελφω̨̃ αὐτου̃ ῥακά ἔνοχος ἔσται τω̨̃ συνεδρίω̨ ὃς δ' ἂν εἴπη̨ μωρέ ἔνοχος ἔσται εἰς τὴν γέενναν του̃ πυρός
23 ἐὰν οὐ̃ν προσφέρη̨ς τò δω̃ρόν σου ἐπὶ τò θυσιαστήριον κἀκει̃ μνησθη̨̃ς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σου̃
24 ἄφες ἐκει̃ τò δω̃ρόν σου ἔμπροσθεν του̃ θυσιαστηρίου καὶ ὕπαγε πρω̃τον διαλλάγηθι τω̨̃ ἀδελφω̨̃ σου καὶ τότε ἐλθὼν πρόσφερε τò δω̃ρόν σου
25 ἴσθι εὐνοω̃ν τω̨̃ ἀντιδίκω̨ σου ταχὺ ἕως ὅτου εἰ̃ μετ' αὐτου̃ ἐν τη̨̃ ὁδω̨̃ μήποτέ σε παραδω̨̃ ὁ ἀντίδικος τω̨̃ κριτη̨̃ καὶ ὁ κριτὴς τω̨̃ ὑπηρέτη̨ καὶ εἰς φυλακὴν βληθήση̨
26 ἀμὴν λέγω σοι οὐ μὴ ἐξέλθη̨ς ἐκει̃θεν ἕως ἂν ἀποδω̨̃ς τòν ἔσχατον κοδράντην
27 ἠκούσατε ὅτι ἐρρέθη οὐ μοιχεύσεις
28 ἐγὼ δὲ λέγω ὑμι̃ν ὅτι πα̃ς ὁ βλέπων γυναι̃κα πρòς τò ἐπιθυμη̃σαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τη̨̃ καρδία̨ αὐτου̃
29 εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιòς σκανδαλίζει σε ἔξελε αὐτòν καὶ βάλε ἀπò σου̃ συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τω̃ν μελω̃ν σου καὶ μὴ ὅλον τò σω̃μά σου βληθη̨̃ εἰς γέενναν
30 καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε ἔκκοψον αὐτὴν καὶ βάλε ἀπò σου̃ συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τω̃ν μελω̃ν σου καὶ μὴ ὅλον τò σω̃μά σου εἰς γέενναν ἀπέλθη̨
31 ἐρρέθη δέ ὃς ἂν ἀπολύση̨ τὴν γυναι̃κα αὐτου̃ δότω αὐτη̨̃ ἀποστάσιον
32 ἐγὼ δὲ λέγω ὑμι̃ν ὅτι πα̃ς ὁ ἀπολύων τὴν γυναι̃κα αὐτου̃ παρεκτòς λόγου πορνείας ποιει̃ αὐτὴν μοιχευθη̃ναι καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήση̨ μοιχα̃ται
33 πάλιν ἠκούσατε ὅτι ἐρρέθη τοι̃ς ἀρχαίοις οὐκ ἐπιορκήσεις ἀποδώσεις δὲ τω̨̃ κυρίω̨ τοὺς ὅρκους σου
34 ἐγὼ δὲ λέγω ὑμι̃ν μὴ ὀμόσαι ὅλως μήτε ἐν τω̨̃ οὐρανω̨̃ ὅτι θρόνος ἐστὶν του̃ θεου̃
35 μήτε ἐν τη̨̃ γη̨̃ ὅτι ὑποπόδιόν ἐστιν τω̃ν ποδω̃ν αὐτου̃ μήτε εἰς ‘Ιεροσόλυμα ὅτι πόλις ἐστὶν του̃ μεγάλου βασιλέως
36 μήτε ἐν τη̨̃ κεφαλη̨̃ σου ὀμόση̨ς ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ποιη̃σαι ἢ μέλαιναν
37 ἔστω δὲ ὁ λόγος ὑμω̃ν ναὶ ναί οὒ οὔ τò δὲ περισσòν τούτων ἐκ του̃ πονηρου̃ ἐστιν
38 ἠκούσατε ὅτι ἐρρέθη ὀφθαλμòν ἀντὶ ὀφθαλμου̃ καὶ ὀδόντα ἀντὶ ὀδόντος
39 ἐγὼ δὲ λέγω ὑμι̃ν μὴ ἀντιστη̃ναι τω̨̃ πονηρω̨̃ ἀλλ' ὅστις σε ῥαπίζει εἰς τὴν δεξιὰν σιαγόνα σου στρέψον αὐτω̨̃ καὶ τὴν ἄλλην
40 καὶ τω̨̃ θέλοντί σοι κριθη̃ναι καὶ τòν χιτω̃νά σου λαβει̃ν ἄφες αὐτω̨̃ καὶ τò ἱμάτιον
41 καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν ὕπαγε μετ' αὐτου̃ δύο
42 τω̨̃ αἰτου̃ντί σε δός καὶ τòν θέλοντα ἀπò σου̃ δανίσασθαι μὴ ἀποστραφη̨̃ς
43 ἠκούσατε ὅτι ἐρρέθη ἀγαπήσεις τòν πλησίον σου καὶ μισήσεις τòν ἐχθρόν σου
44 ἐγὼ δὲ λέγω ὑμι̃ν ἀγαπα̃τε τοὺς ἐχθροὺς ὑμω̃ν καὶ προσεύχεσθε ὑπὲρ τω̃ν διωκόντων ὑμα̃ς
45 ὅπως γένησθε υἱοὶ του̃ πατρòς ὑμω̃ν του̃ ἐν οὐρανοι̃ς ὅτι τòν ἥλιον αὐτου̃ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους
46 ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπω̃ντας ὑμα̃ς τίνα μισθòν ἔχετε οὐχὶ καὶ οἱ τελω̃ναι τò αὐτò ποιου̃σιν
47 καὶ ἐὰν ἀσπάσησθε τοὺς ἀδελφοὺς ὑμω̃ν μόνον τί περισσòν ποιει̃τε οὐχὶ καὶ οἱ ἐθνικοὶ τò αὐτò ποιου̃σιν
48 ἔσεσθε οὐ̃ν ὑμει̃ς τέλειοι ὡς ὁ πατὴρ ὑμω̃ν ὁ οὐράνιος τέλειός ἐστιν

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 6

προσέχετε δὲ τὴν δικαιοσύνην ὑμω̃ν μὴ ποιει̃ν ἔμπροσθεν τω̃ν ἀνθρώπων πρòς τò θεαθη̃ναι αὐτοι̃ς εἰ δὲ μή γε μισθòν οὐκ ἔχετε παρὰ τω̨̃ πατρὶ ὑμω̃ν τω̨̃ ἐν τοι̃ς οὐρανοι̃ς
ὅταν οὐ̃ν ποιη̨̃ς ἐλεημοσύνην μὴ σαλπίση̨ς ἔμπροσθέν σου ὥσπερ οἱ ὑποκριταὶ ποιου̃σιν ἐν ται̃ς συναγωγαι̃ς καὶ ἐν ται̃ς ῥύμαις ὅπως δοξασθω̃σιν ὑπò τω̃ν ἀνθρώπων ἀμὴν λέγω ὑμι̃ν ἀπέχουσιν τòν μισθòν αὐτω̃ν
σου̃ δὲ ποιου̃ντος ἐλεημοσύνην μὴ γνώτω ἡ ἀριστερά σου τί ποιει̃ ἡ δεξιά σου
ὅπως ἠ̨̃ σου ἡ ἐλεημοσύνη ἐν τω̨̃ κρυπτω̨̃ καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τω̨̃ κρυπτω̨̃ ἀποδώσει σοι
καὶ ὅταν προσεύχησθε οὐκ ἔσεσθε ὡς οἱ ὑποκριταί ὅτι φιλου̃σιν ἐν ται̃ς συναγωγαι̃ς καὶ ἐν ται̃ς γωνίαις τω̃ν πλατειω̃ν ἑστω̃τες προσεύχεσθαι ὅπως φανω̃σιν τοι̃ς ἀνθρώποις ἀμὴν λέγω ὑμι̃ν ἀπέχουσιν τòν μισθòν αὐτω̃ν
σὺ δὲ ὅταν προσεύχη̨ εἴσελθε εἰς τò ταμει̃όν σου καὶ κλείσας τὴν θύραν σου πρόσευξαι τω̨̃ πατρί σου τω̨̃ ἐν τω̨̃ κρυπτω̨̃ καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τω̨̃ κρυπτω̨̃ ἀποδώσει σοι
προσευχόμενοι δὲ μὴ βατταλογήσητε ὥσπερ οἱ ἐθνικοί δοκου̃σιν γὰρ ὅτι ἐν τη̨̃ πολυλογία̨ αὐτω̃ν εἰσακουσθήσονται
μὴ οὐ̃ν ὁμοιωθη̃τε αὐτοι̃ς οἰ̃δεν γὰρ ὁ πατὴρ ὑμω̃ν ὡ̃ν χρείαν ἔχετε πρò του̃ ὑμα̃ς αἰτη̃σαι αὐτόν
οὕτως οὐ̃ν προσεύχεσθε ὑμει̃ς πάτερ ἡμω̃ν ὁ ἐν τοι̃ς οὐρανοι̃ς ἁγιασθήτω τò ὄνομά σου
10 ἐλθέτω ἡ βασιλεία σου γενηθήτω τò θέλημά σου ὡς ἐν οὐρανω̨̃ καὶ ἐπὶ γη̃ς
11 τòν ἄρτον ἡμω̃ν τòν ἐπιούσιον δòς ἡμι̃ν σήμερον
12 καὶ ἄφες ἡμι̃ν τὰ ὀφειλήματα ἡμω̃ν ὡς καὶ ἡμει̃ς ἀφήκαμεν τοι̃ς ὀφειλέταις ἡμω̃ν
13 καὶ μὴ εἰσενέγκη̨ς ἡμα̃ς εἰς πειρασμόν ἀλλὰ ῥυ̃σαι ἡμα̃ς ἀπò του̃ πονηρου̃
14 ἐὰν γὰρ ἀφη̃τε τοι̃ς ἀνθρώποις τὰ παραπτώματα αὐτω̃ν ἀφήσει καὶ ὑμι̃ν ὁ πατὴρ ὑμω̃ν ὁ οὐράνιος
15 ἐὰν δὲ μὴ ἀφη̃τε τοι̃ς ἀνθρώποις οὐδὲ ὁ πατὴρ ὑμω̃ν ἀφήσει τὰ παραπτώματα ὑμω̃ν
16 ὅταν δὲ νηστεύητε μὴ γίνεσθε ὡς οἱ ὑποκριταὶ σκυθρωποί ἀφανίζουσιν γὰρ τὰ πρόσωπα αὐτω̃ν ὅπως φανω̃σιν τοι̃ς ἀνθρώποις νηστεύοντες ἀμὴν λέγω ὑμι̃ν ἀπέχουσιν τòν μισθòν αὐτω̃ν
17 σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τò πρόσωπόν σου νίψαι
18 ὅπως μὴ φανη̨̃ς τοι̃ς ἀνθρώποις νηστεύων ἀλλὰ τω̨̃ πατρί σου τω̨̃ ἐν τω̨̃ κρυφαίω̨ καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τω̨̃ κρυφαίω̨ ἀποδώσει σοι
19 μὴ θησαυρίζετε ὑμι̃ν θησαυροὺς ἐπὶ τη̃ς γη̃ς ὅπου σὴς καὶ βρω̃σις ἀφανίζει καὶ ὅπου κλέπται διορύσσουσιν καὶ κλέπτουσιν
20 θησαυρίζετε δὲ ὑμι̃ν θησαυροὺς ἐν οὐρανω̨̃ ὅπου οὔτε σὴς οὔτε βρω̃σις ἀφανίζει καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν
21 ὅπου γάρ ἐστιν ὁ θησαυρός σου ἐκει̃ ἔσται καὶ ἡ καρδία σου
22 ὁ λύχνος του̃ σώματός ἐστιν ὁ ὀφθαλμός ἐὰν οὐ̃ν ἠ̨̃ ὁ ὀφθαλμός σου ἁπλου̃ς ὅλον τò σω̃μά σου φωτεινòν ἔσται
23 ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρòς ἠ̨̃ ὅλον τò σω̃μά σου σκοτεινòν ἔσται εἰ οὐ̃ν τò φω̃ς τò ἐν σοὶ σκότος ἐστίν τò σκότος πόσον
24 οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν ἢ γὰρ τòν ἕνα μισήσει καὶ τòν ἕτερον ἀγαπήσει ἢ ἑνòς ἀνθέξεται καὶ του̃ ἑτέρου καταφρονήσει οὐ δύνασθε θεω̨̃ δουλεύειν καὶ μαμωνα̨̃
25 διὰ του̃το λέγω ὑμι̃ν μὴ μεριμνα̃τε τη̨̃ ψυχη̨̃ ὑμω̃ν τί φάγητε ἢ τί πίητε μηδὲ τω̨̃ σώματι ὑμω̃ν τί ἐνδύσησθε οὐχὶ ἡ ψυχὴ πλει̃όν ἐστιν τη̃ς τροφη̃ς καὶ τò σω̃μα του̃ ἐνδύματος
26 ἐμβλέψατε εἰς τὰ πετεινὰ του̃ οὐρανου̃ ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας καὶ ὁ πατὴρ ὑμω̃ν ὁ οὐράνιος τρέφει αὐτά οὐχ ὑμει̃ς μα̃λλον διαφέρετε αὐτω̃ν
27 τίς δὲ ἐξ ὑμω̃ν μεριμνω̃ν δύναται προσθει̃ναι ἐπὶ τὴν ἡλικίαν αὐτου̃ πη̃χυν ἕνα
28 καὶ περὶ ἐνδύματος τί μεριμνα̃τε καταμάθετε τὰ κρίνα του̃ ἀγρου̃ πω̃ς αὐξάνουσιν οὐ κοπιω̃σιν οὐδὲ νήθουσιν
29 λέγω δὲ ὑμι̃ν ὅτι οὐδὲ Σολομὼν ἐν πάση̨ τη̨̃ δόξη̨ αὐτου̃ περιεβάλετο ὡς ἓν τούτων
30 εἰ δὲ τòν χόρτον του̃ ἀγρου̃ σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεòς οὕτως ἀμφιέννυσιν οὐ πολλω̨̃ μα̃λλον ὑμα̃ς ὀλιγόπιστοι
31 μὴ οὐ̃ν μεριμνήσητε λέγοντες τί φάγωμεν ἤ τί πίωμεν ἤ τί περιβαλώμεθα
32 πάντα γὰρ ταυ̃τα τὰ ἔθνη ἐπιζητου̃σιν οἰ̃δεν γὰρ ὁ πατὴρ ὑμω̃ν ὁ οὐράνιος ὅτι χρή̨ζετε τούτων ἁπάντων
33 ζητει̃τε δὲ πρω̃τον τὴν βασιλείαν του̃ θεου̃ καὶ τὴν δικαιοσύνην αὐτου̃ καὶ ταυ̃τα πάντα προστεθήσεται ὑμι̃ν
34 μὴ οὐ̃ν μεριμνήσητε εἰς τὴν αὔριον ἡ γὰρ αὔριον μεριμνήσει ἑαυτη̃ς ἀρκετòν τη̨̃ ἡμέρα̨ ἡ κακία αὐτη̃ς

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 7

μὴ κρίνετε ἵνα μὴ κριθη̃τε
ἐν ὡ̨̃ γὰρ κρίματι κρίνετε κριθήσεσθε καὶ ἐν ὡ̨̃ μέτρω̨ μετρει̃τε μετρηθήσεται ὑμι̃ν
τί δὲ βλέπεις τò κάρφος τò ἐν τω̨̃ ὀφθαλμω̨̃ του̃ ἀδελφου̃ σου τὴν δὲ ἐν τω̨̃ σω̨̃ ὀφθαλμω̨̃ δοκòν οὐ κατανοει̃ς
ἢ πω̃ς ἐρει̃ς τω̨̃ ἀδελφω̨̃ σου ἄφες ἐκβάλω τò κάρφος ἐκ του̃ ὀφθαλμου̃ σου καὶ ἰδοὺ ἡ δοκòς ἐν τω̨̃ ὀφθαλμω̨̃ σου̃
ὑποκριτά ἔκβαλε πρω̃τον ἐκ του̃ ὀφθαλμου̃ σου̃ τὴν δοκόν καὶ τότε διαβλέψεις ἐκβαλει̃ν τò κάρφος ἐκ του̃ ὀφθαλμου̃ του̃ ἀδελφου̃ σου
μὴ δω̃τε τò ἅγιον τοι̃ς κυσίν μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμω̃ν ἔμπροσθεν τω̃ν χοίρων μήποτε καταπατήσουσιν αὐτοὺς ἐν τοι̃ς ποσὶν αὐτω̃ν καὶ στραφέντες ῥήξωσιν ὑμα̃ς
αἰτει̃τε καὶ δοθήσεται ὑμι̃ν ζητει̃τε καὶ εὑρήσετε κρούετε καὶ ἀνοιγήσεται ὑμι̃ν
πα̃ς γὰρ ὁ αἰτω̃ν λαμβάνει καὶ ὁ ζητω̃ν εὑρίσκει καὶ τω̨̃ κρούοντι ἀνοιγήσεται
ἢ τίς ἐστιν ἐξ ὑμω̃ν ἄνθρωπος ὃν αἰτήσει ὁ υἱòς αὐτου̃ ἄρτον μὴ λίθον ἐπιδώσει αὐτω̨̃
10 ἢ καὶ ἰχθὺν αἰτήσει μὴ ὄφιν ἐπιδώσει αὐτω̨̃
11 εἰ οὐ̃ν ὑμει̃ς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοι̃ς τέκνοις ὑμω̃ν πόσω̨ μα̃λλον ὁ πατὴρ ὑμω̃ν ὁ ἐν τοι̃ς οὐρανοι̃ς δώσει ἀγαθὰ τοι̃ς αἰτου̃σιν αὐτόν
12 πάντα οὐ̃ν ὅσα ἐὰν θέλητε ἵνα ποιω̃σιν ὑμι̃ν οἱ ἄνθρωποι οὕτως καὶ ὑμει̃ς ποιει̃τε αὐτοι̃ς οὑ̃τος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφη̃ται
13 εἰσέλθατε διὰ τη̃ς στενη̃ς πύλης ὅτι πλατει̃α ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδòς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι' αὐτη̃ς
14 τί στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδòς ἡ ἀπάγουσα εἰς τὴν ζωήν καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν
15 προσέχετε ἀπò τω̃ν ψευδοπροφητω̃ν οἵτινες ἔρχονται πρòς ὑμα̃ς ἐν ἐνδύμασιν προβάτων ἔσωθεν δέ εἰσιν λύκοι ἅρπαγες
16 ἀπò τω̃ν καρπω̃ν αὐτω̃ν ἐπιγνώσεσθε αὐτούς μήτι συλλέγουσιν ἀπò ἀκανθω̃ν σταφυλὰς ἢ ἀπò τριβόλων συ̃κα
17 οὕτως πα̃ν δένδρον ἀγαθòν καρποὺς καλοὺς ποιει̃ τò δὲ σαπρòν δένδρον καρποὺς πονηροὺς ποιει̃
18 οὐ δύναται δένδρον ἀγαθòν καρποὺς πονηροὺς ποιει̃ν οὐδὲ δένδρον σαπρòν καρποὺς καλοὺς ποιει̃ν
19 πα̃ν δένδρον μὴ ποιου̃ν καρπòν καλòν ἐκκόπτεται καὶ εἰς πυ̃ρ βάλλεται
20 ἄρα γε ἀπò τω̃ν καρπω̃ν αὐτω̃ν ἐπιγνώσεσθε αὐτούς
21 οὐ πα̃ς ὁ λέγων μοι κύριε κύριε εἰσελεύσεται εἰς τὴν βασιλείαν τω̃ν οὐρανω̃ν ἀλλ' ὁ ποιω̃ν τò θέλημα του̃ πατρός μου του̃ ἐν τοι̃ς οὐρανοι̃ς
22 πολλοὶ ἐρου̃σίν μοι ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ κύριε κύριε οὐ τω̨̃ σω̨̃ ὀνόματι ἐπροφητεύσαμεν καὶ τω̨̃ σω̨̃ ὀνόματι δαιμόνια ἐξεβάλομεν καὶ τω̨̃ σω̨̃ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν
23 καὶ τότε ὁμολογήσω αὐτοι̃ς ὅτι οὐδέποτε ἔγνων ὑμα̃ς ἀποχωρει̃τε ἀπ' ἐμου̃ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν
24 πα̃ς οὐ̃ν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιει̃ αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ φρονίμω̨ ὅστις ὠ̨κοδόμησεν αὐτου̃ τὴν οἰκίαν ἐπὶ τὴν πέτραν
25 καὶ κατέβη ἡ βροχὴ καὶ ἠ̃λθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέπεσαν τη̨̃ οἰκία̨ ἐκείνη̨ καὶ οὐκ ἔπεσεν τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν
26 καὶ πα̃ς ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιω̃ν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ μωρω̨̃ ὅστις ὠ̨κοδόμησεν αὐτου̃ τὴν οἰκίαν ἐπὶ τὴν ἄμμον
27 καὶ κατέβη ἡ βροχὴ καὶ ἠ̃λθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέκοψαν τη̨̃ οἰκία̨ ἐκείνη̨ καὶ ἔπεσεν καὶ ἠ̃ν ἡ πτω̃σις αὐτη̃ς μεγάλη
28 καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ’Ιησου̃ς τοὺς λόγους τούτους ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τη̨̃ διδαχη̨̃ αὐτου̃
29 ἠ̃ν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματει̃ς αὐτω̃ν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.