ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ,
κεφαλίς 4,
στἰχοι 4-10
4 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν γέγραπται οὐκ ἐπ' ἄρτω̨ μόνω̨ ζήσεται ὁ ἄνθρωπος ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένω̨ διὰ στόματος θεου̃ |
5 τότε παραλαμβάνει αὐτòν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν καὶ ἔστησεν αὐτòν ἐπὶ τò πτερύγιον του̃ ἱερου̃ |
6 καὶ λέγει αὐτω̨̃ εἰ υἱòς εἰ̃ του̃ θεου̃ βάλε σεαυτòν κάτω γέγραπται γὰρ ὅτι τοι̃ς ἀγγέλοις αὐτου̃ ἐντελει̃ται περὶ σου̃ καὶ ἐπὶ χειρω̃ν ἀρου̃σίν σε μήποτε προσκόψη̨ς πρòς λίθον τòν πόδα σου |
7 ἔφη αὐτω̨̃ ὁ ’Ιησου̃ς πάλιν γέγραπται οὐκ ἐκπειράσεις κύριον τòν θεόν σου |
8 πάλιν παραλαμβάνει αὐτòν ὁ διάβολος εἰς ὄρος ὑψηλòν λίαν καὶ δείκνυσιν αὐτω̨̃ πάσας τὰς βασιλείας του̃ κόσμου καὶ τὴν δόξαν αὐτω̃ν |
9 καὶ εἰ̃πεν αὐτω̨̃ ταυ̃τά σοι πάντα δώσω ἐὰν πεσὼν προσκυνήση̨ς μοι |
10 τότε λέγει αὐτω̨̃ ὁ ’Ιησου̃ς ὕπαγε Σατανα̃ γέγραπται γάρ κύριον τòν θεόν σου προσκυνήσεις καὶ αὐτω̨̃ μόνω̨ λατρεύσεις |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.