Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 4

τότε ὁ ’Ιησου̃ς ἀνήχθη εἰς τὴν ἔρημον ὑπò του̃ πνεύματος πειρασθη̃ναι ὑπò του̃ διαβόλου
καὶ νηστεύσας ἡμέρας τεσσεράκοντα καὶ νύκτας τεσσεράκοντα ὕστερον ἐπείνασεν
καὶ προσελθὼν ὁ πειράζων εἰ̃πεν αὐτω̨̃ εἰ υἱòς εἰ̃ του̃ θεου̃ εἰπὲ ἵνα οἱ λίθοι οὑ̃τοι ἄρτοι γένωνται
ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν γέγραπται οὐκ ἐπ' ἄρτω̨ μόνω̨ ζήσεται ὁ ἄνθρωπος ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένω̨ διὰ στόματος θεου̃
τότε παραλαμβάνει αὐτòν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν καὶ ἔστησεν αὐτòν ἐπὶ τò πτερύγιον του̃ ἱερου̃
καὶ λέγει αὐτω̨̃ εἰ υἱòς εἰ̃ του̃ θεου̃ βάλε σεαυτòν κάτω γέγραπται γὰρ ὅτι τοι̃ς ἀγγέλοις αὐτου̃ ἐντελει̃ται περὶ σου̃ καὶ ἐπὶ χειρω̃ν ἀρου̃σίν σε μήποτε προσκόψη̨ς πρòς λίθον τòν πόδα σου
ἔφη αὐτω̨̃ ὁ ’Ιησου̃ς πάλιν γέγραπται οὐκ ἐκπειράσεις κύριον τòν θεόν σου
πάλιν παραλαμβάνει αὐτòν ὁ διάβολος εἰς ὄρος ὑψηλòν λίαν καὶ δείκνυσιν αὐτω̨̃ πάσας τὰς βασιλείας του̃ κόσμου καὶ τὴν δόξαν αὐτω̃ν
καὶ εἰ̃πεν αὐτω̨̃ ταυ̃τά σοι πάντα δώσω ἐὰν πεσὼν προσκυνήση̨ς μοι
10 τότε λέγει αὐτω̨̃ ὁ ’Ιησου̃ς ὕπαγε Σατανα̃ γέγραπται γάρ κύριον τòν θεόν σου προσκυνήσεις καὶ αὐτω̨̃ μόνω̨ λατρεύσεις
11 τότε ἀφίησιν αὐτòν ὁ διάβολος καὶ ἰδοὺ ἄγγελοι προση̃λθον καὶ διηκόνουν αὐτω̨̃
12 ἀκούσας δὲ ὅτι ’Ιωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν
13 καὶ καταλιπὼν τὴν Ναζαρὰ ἐλθὼν κατώ̨κησεν εἰς Καφαρναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλίμ
14 ἵνα πληρωθη̨̃ τò ῥηθὲν διὰ ’Ησαΐου του̃ προφήτου λέγοντος
15 γη̃ Ζαβουλὼν καὶ γη̃ Νεφθαλίμ ὁδòν θαλάσσης πέραν του̃ ’Ιορδάνου Γαλιλαία τω̃ν ἐθνω̃ν
16 ὁ λαòς ὁ καθήμενος ἐν σκότει φω̃ς εἰ̃δεν μέγα καὶ τοι̃ς καθημένοις ἐν χώρα̨ καὶ σκια̨̃ θανάτου φω̃ς ἀνέτειλεν αὐτοι̃ς
17 ἀπò τότε ἤρξατο ὁ ’Ιησου̃ς κηρύσσειν καὶ λέγειν μετανοει̃τε ἤγγικεν γὰρ ἡ βασιλεία τω̃ν οὐρανω̃ν
18 περιπατω̃ν δὲ παρὰ τὴν θάλασσαν τη̃ς Γαλιλαίας εἰ̃δεν δύο ἀδελφούς Σίμωνα τòν λεγόμενον Πέτρον καὶ ’Ανδρέαν τòν ἀδελφòν αὐτου̃ βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν ἠ̃σαν γὰρ ἁλιει̃ς
19 καὶ λέγει αὐτοι̃ς δευ̃τε ὀπίσω μου καὶ ποιήσω ὑμα̃ς ἁλιει̃ς ἀνθρώπων
20 οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτω̨̃
21 καὶ προβὰς ἐκει̃θεν εἰ̃δεν ἄλλους δύο ἀδελφούς ’Ιάκωβον τòν του̃ Ζεβεδαίου καὶ ’Ιωάννην τòν ἀδελφòν αὐτου̃ ἐν τω̨̃ πλοίω̨ μετὰ Ζεβεδαίου του̃ πατρòς αὐτω̃ν καταρτίζοντας τὰ δίκτυα αὐτω̃ν καὶ ἐκάλεσεν αὐτούς
22 οἱ δὲ εὐθέως ἀφέντες τò πλοι̃ον καὶ τòν πατέρα αὐτω̃ν ἠκολούθησαν αὐτω̨̃
23 καὶ περιη̃γεν ἐν ὅλη̨ τη̨̃ Γαλιλαία̨ διδάσκων ἐν ται̃ς συναγωγαι̃ς αὐτω̃ν καὶ κηρύσσων τò εὐαγγέλιον τη̃ς βασιλείας καὶ θεραπεύων πα̃σαν νόσον καὶ πα̃σαν μαλακίαν ἐν τω̨̃ λαω̨̃
24 καὶ ἀπη̃λθεν ἡ ἀκοὴ αὐτου̃ εἰς ὅλην τὴν Συρίαν καὶ προσήνεγκαν αὐτω̨̃ πάντας τοὺς κακω̃ς ἔχοντας ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους καὶ δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς καὶ ἐθεράπευσεν αὐτούς
25 καὶ ἠκολούθησαν αὐτω̨̃ ὄχλοι πολλοὶ ἀπò τη̃ς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ ‘Ιεροσολύμων καὶ ’Ιουδαίας καὶ πέραν του̃ ’Ιορδάνου
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.