Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 24

καὶ ἐξελθὼν ὁ ’Ιησου̃ς ἀπò του̃ ἱερου̃ ἐπορεύετο καὶ προση̃λθον οἱ μαθηταὶ αὐτου̃ ἐπιδει̃ξαι αὐτω̨̃ τὰς οἰκοδομὰς του̃ ἱερου̃
ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν αὐτοι̃ς οὐ βλέπετε ταυ̃τα πάντα ἀμὴν λέγω ὑμι̃ν οὐ μὴ ἀφεθη̨̃ ὡ̃δε λίθος ἐπὶ λίθον ὃς οὐ καταλυθήσεται
καθημένου δὲ αὐτου̃ ἐπὶ του̃ ὄρους τω̃ν ἐλαιω̃ν προση̃λθον αὐτω̨̃ οἱ μαθηταὶ κατ' ἰδίαν λέγοντες εἰπὲ ἡμι̃ν πότε ταυ̃τα ἔσται καὶ τί τò σημει̃ον τη̃ς ση̃ς παρουσίας καὶ συντελείας του̃ αἰω̃νος
καὶ ἀποκριθεὶς ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς βλέπετε μή τις ὑμα̃ς πλανήση̨
πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τω̨̃ ὀνόματί μου λέγοντες ἐγώ εἰμι ὁ Χριστός καὶ πολλοὺς πλανήσουσιν
μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων ὁρα̃τε μὴ θροει̃σθε δει̃ γὰρ γενέσθαι ἀλλ' οὔπω ἐστὶν τò τέλος
ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν καὶ ἔσονται λιμοὶ καὶ σεισμοὶ κατὰ τόπους
πάντα δὲ ταυ̃τα ἀρχὴ ὠδίνων
τότε παραδώσουσιν ὑμα̃ς εἰς θλι̃ψιν καὶ ἀποκτενου̃σιν ὑμα̃ς καὶ ἔσεσθε μισούμενοι ὑπò πάντων τω̃ν ἐθνω̃ν διὰ τò ὄνομά μου
10 καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσιν καὶ μισήσουσιν ἀλλήλους
11 καὶ πολλοὶ ψευδοπροφη̃ται ἐγερθήσονται καὶ πλανήσουσιν πολλούς
12 καὶ διὰ τò πληθυνθη̃ναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τω̃ν πολλω̃ν
13 ὁ δὲ ὑπομείνας εἰς τέλος οὑ̃τος σωθήσεται
14 καὶ κηρυχθήσεται του̃το τò εὐαγγέλιον τη̃ς βασιλείας ἐν ὅλη̨ τη̨̃ οἰκουμένη̨ εἰς μαρτύριον πα̃σιν τοι̃ς ἔθνεσιν καὶ τότε ἥξει τò τέλος
15 ὅταν οὐ̃ν ἴδητε τò βδέλυγμα τη̃ς ἐρημώσεως τò ῥηθὲν διὰ Δανιὴλ του̃ προφήτου ἑστòς ἐν τόπω̨ ἁγίω̨ ὁ ἀναγινώσκων νοείτω
16 τότε οἱ ἐν τη̨̃ ’Ιουδαία̨ φευγέτωσαν εἰς τὰ ὄρη
17 ὁ ἐπὶ του̃ δώματος μὴ καταβάτω ἀ̃ραι τὰ ἐκ τη̃ς οἰκίας αὐτου̃
18 καὶ ὁ ἐν τω̨̃ ἀγρω̨̃ μὴ ἐπιστρεψάτω ὀπίσω ἀ̃ραι τò ἱμάτιον αὐτου̃
19 οὐαὶ δὲ ται̃ς ἐν γαστρὶ ἐχούσαις καὶ ται̃ς θηλαζούσαις ἐν ἐκείναις ται̃ς ἡμέραις
20 προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμω̃ν χειμω̃νος μηδὲ σαββάτω̨
21 ἔσται γὰρ τότε θλι̃ψις μεγάλη οἵα οὐ γέγονεν ἀπ' ἀρχη̃ς κόσμου ἕως του̃ νυ̃ν οὐδ' οὐ μὴ γένηται
22 καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκει̃ναι οὐκ ἂν ἐσώθη πα̃σα σάρξ διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκει̃ναι
23 τότε ἐάν τις ὑμι̃ν εἴπη̨ ἰδοὺ ὡ̃δε ὁ Χριστός ἤ ὡ̃δε μὴ πιστεύσητε
24 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφη̃ται καὶ δώσουσιν σημει̃α μεγάλα καὶ τέρατα ὥστε πλανη̃σαι εἰ δυνατόν καὶ τοὺς ἐκλεκτούς
25 ἰδοὺ προείρηκα ὑμι̃ν
26 ἐὰν οὐ̃ν εἴπωσιν ὑμι̃ν ἰδοὺ ἐν τη̨̃ ἐρήμω̨ ἐστίν μὴ ἐξέλθητε ἰδοὺ ἐν τοι̃ς ταμείοις μὴ πιστεύσητε
27 ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπò ἀνατολω̃ν καὶ φαίνεται ἕως δυσμω̃ν οὕτως ἔσται ἡ παρουσία του̃ υἱου̃ του̃ ἀνθρώπου
28 ὅπου ἐὰν ἠ̨̃ τò πτω̃μα ἐκει̃ συναχθήσονται οἱ ἀετοί
29 εὐθέως δὲ μετὰ τὴν θλι̃ψιν τω̃ν ἡμερω̃ν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει τò φέγγος αὐτη̃ς καὶ οἱ ἀστέρες πεσου̃νται ἀπò του̃ οὐρανου̃ καὶ αἱ δυνάμεις τω̃ν οὐρανω̃ν σαλευθήσονται
30 καὶ τότε φανήσεται τò σημει̃ον του̃ υἱου̃ του̃ ἀνθρώπου ἐν οὐρανω̨̃ καὶ τότε κόψονται πα̃σαι αἱ φυλαὶ τη̃ς γη̃ς καὶ ὄψονται τòν υἱòν του̃ ἀνθρώπου ἐρχόμενον ἐπὶ τω̃ν νεφελω̃ν του̃ οὐρανου̃ μετὰ δυνάμεως καὶ δόξης πολλη̃ς
31 καὶ ἀποστελει̃ τοὺς ἀγγέλους αὐτου̃ μετὰ σάλπιγγος μεγάλης καὶ ἐπισυνάξουσιν τοὺς ἐκλεκτοὺς αὐτου̃ ἐκ τω̃ν τεσσάρων ἀνέμων ἀπ' ἄκρων οὐρανω̃ν ἕως τω̃ν ἄκρων αὐτω̃ν
32 ἀπò δὲ τη̃ς συκη̃ς μάθετε τὴν παραβολήν ὅταν ἤδη ὁ κλάδος αὐτη̃ς γένηται ἁπαλòς καὶ τὰ φύλλα ἐκφύη̨ γινώσκετε ὅτι ἐγγὺς τò θέρος
33 οὕτως καὶ ὑμει̃ς ὅταν ἴδητε πάντα ταυ̃τα γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις
34 ἀμὴν λέγω ὑμι̃ν ὅτι οὐ μὴ παρέλθη̨ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα ταυ̃τα γένηται
35 ὁ οὐρανòς καὶ ἡ γη̃ παρελεύσεται οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν
36 περὶ δὲ τη̃ς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἰ̃δεν οὐδὲ οἱ ἄγγελοι τω̃ν οὐρανω̃ν οὐδὲ ὁ υἱός εἰ μὴ ὁ πατὴρ μόνος
37 ὥσπερ γὰρ αἱ ἡμέραι του̃ Νω̃ε οὕτως ἔσται ἡ παρουσία του̃ υἱου̃ του̃ ἀνθρώπου
38 ὡς γὰρ ἠ̃σαν ἐν ται̃ς ἡμέραις ἐκείναις ται̃ς πρò του̃ κατακλυσμου̃ τρώγοντες καὶ πίνοντες γαμου̃ντες καὶ γαμίζοντες ἄχρι ἡ̃ς ἡμέρας εἰση̃λθεν Νω̃ε εἰς τὴν κιβωτόν
39 καὶ οὐκ ἔγνωσαν ἕως ἠ̃λθεν ὁ κατακλυσμòς καὶ ἠ̃ρεν ἅπαντας οὕτως ἔσται καὶ ἡ παρουσία του̃ υἱου̃ του̃ ἀνθρώπου
40 τότε δύο ἔσονται ἐν τω̨̃ ἀγρω̨̃ εἱ̃ς παραλαμβάνεται καὶ εἱ̃ς ἀφίεται
41 δύο ἀλήθουσαι ἐν τω̨̃ μύλω̨ μία παραλαμβάνεται καὶ μία ἀφίεται
42 γρηγορει̃τε οὐ̃ν ὅτι οὐκ οἴδατε ποία̨ ἡμέρα̨ ὁ κύριος ὑμω̃ν ἔρχεται
43 ἐκει̃νο δὲ γινώσκετε ὅτι εἰ ἤ̨δει ὁ οἰκοδεσπότης ποία̨ φυλακη̨̃ ὁ κλέπτης ἔρχεται ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν διορυχθη̃ναι τὴν οἰκίαν αὐτου̃
44 διὰ του̃το καὶ ὑμει̃ς γίνεσθε ἕτοιμοι ὅτι ἡ̨̃ οὐ δοκει̃τε ὥρα̨ ὁ υἱòς του̃ ἀνθρώπου ἔρχεται
45 τίς ἄρα ἐστὶν ὁ πιστòς δου̃λος καὶ φρόνιμος ὃν κατέστησεν ὁ κύριος ἐπὶ τη̃ς οἰκετείας αὐτου̃ του̃ δου̃ναι αὐτοι̃ς τὴν τροφὴν ἐν καιρω̨̃
46 μακάριος ὁ δου̃λος ἐκει̃νος ὃν ἐλθὼν ὁ κύριος αὐτου̃ εὑρήσει οὕτως ποιου̃ντα
47 ἀμὴν λέγω ὑμι̃ν ὅτι ἐπὶ πα̃σιν τοι̃ς ὑπάρχουσιν αὐτου̃ καταστήσει αὐτόν
48 ἐὰν δὲ εἴπη̨ ὁ κακòς δου̃λος ἐκει̃νος ἐν τη̨̃ καρδία̨ αὐτου̃ χρονίζει μου ὁ κύριος
49 καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτου̃ ἐσθίη̨ δὲ καὶ πίνη̨ μετὰ τω̃ν μεθυόντων
50 ἥξει ὁ κύριος του̃ δούλου ἐκείνου ἐν ἡμέρα̨ ἡ̨̃ οὐ προσδοκα̨̃ καὶ ἐν ὥρα̨ ἡ̨̃ οὐ γινώσκει
51 καὶ διχοτομήσει αὐτòν καὶ τò μέρος αὐτου̃ μετὰ τω̃ν ὑποκριτω̃ν θήσει ἐκει̃ ἔσται ὁ κλαυθμòς καὶ ὁ βρυγμòς τω̃ν ὀδόντων
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.