Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 20

ὁμοία γάρ ἐστιν ἡ βασιλεία τω̃ν οὐρανω̃ν ἀνθρώπω̨ οἰκοδεσπότη̨ ὅστις ἐξη̃λθεν ἅμα πρωΐ μισθώσασθαι ἐργάτας εἰς τòν ἀμπελω̃να αὐτου̃
συμφωνήσας δὲ μετὰ τω̃ν ἐργατω̃ν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τòν ἀμπελω̃να αὐτου̃
καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἰ̃δεν ἄλλους ἑστω̃τας ἐν τη̨̃ ἀγορα̨̃ ἀργούς
καὶ ἐκείνοις εἰ̃πεν ὑπάγετε καὶ ὑμει̃ς εἰς τòν ἀμπελω̃να καὶ ὃ ἐὰν ἠ̨̃ δίκαιον δώσω ὑμι̃ν
οἱ δὲ ἀπη̃λθον πάλιν δὲ ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως
περὶ δὲ τὴν ἑνδεκάτην ἐξελθὼν εὑ̃ρεν ἄλλους ἑστω̃τας καὶ λέγει αὐτοι̃ς τί ὡ̃δε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί
λέγουσιν αὐτω̨̃ ὅτι οὐδεὶς ἡμα̃ς ἐμισθώσατο λέγει αὐτοι̃ς ὑπάγετε καὶ ὑμει̃ς εἰς τòν ἀμπελω̃να
ὀψίας δὲ γενομένης λέγει ὁ κύριος του̃ ἀμπελω̃νος τω̨̃ ἐπιτρόπω̨ αὐτου̃ κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοι̃ς τòν μισθòν ἀρξάμενος ἀπò τω̃ν ἐσχάτων ἕως τω̃ν πρώτων
καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον
10 καὶ ἐλθόντες οἱ πρω̃τοι ἐνόμισαν ὅτι πλει̃ον λήμψονται καὶ ἔλαβον τò ἀνὰ δηνάριον καὶ αὐτοί
11 λαβόντες δὲ ἐγόγγυζον κατὰ του̃ οἰκοδεσπότου
12 λέγοντες οὑ̃τοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν καὶ ἴσους ἡμι̃ν αὐτοὺς ἐποίησας τοι̃ς βαστάσασι τò βάρος τη̃ς ἡμέρας καὶ τòν καύσωνα
13 ὁ δὲ ἀποκριθεὶς ἑνὶ αὐτω̃ν εἰ̃πεν ἑται̃ρε οὐκ ἀδικω̃ σε οὐχὶ δηναρίου συνεφώνησάς μοι
14 ἀ̃ρον τò σòν καὶ ὕπαγε θέλω δὲ τούτω̨ τω̨̃ ἐσχάτω̨ δου̃ναι ὡς καὶ σοί
15 ἢ οὐκ ἔξεστίν μοι ὃ θέλω ποιη̃σαι ἐν τοι̃ς ἐμοι̃ς ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι
16 οὕτως ἔσονται οἱ ἔσχατοι πρω̃τοι καὶ οἱ πρω̃τοι ἔσχατοι
17 καὶ ἀναβαίνων ὁ ’Ιησου̃ς εἰς ‘Ιεροσόλυμα παρέλαβεν τοὺς δώδεκα μαθητὰς κατ' ἰδίαν καὶ ἐν τη̨̃ ὁδω̨̃ εἰ̃πεν αὐτοι̃ς
18 ἰδοὺ ἀναβαίνομεν εἰς ‘Ιεροσόλυμα καὶ ὁ υἱòς του̃ ἀνθρώπου παραδοθήσεται τοι̃ς ἀρχιερευ̃σιν καὶ γραμματευ̃σιν καὶ κατακρινου̃σιν αὐτòν θανάτω̨
19 καὶ παραδώσουσιν αὐτòν τοι̃ς ἔθνεσιν εἰς τò ἐμπαι̃ξαι καὶ μαστιγω̃σαι καὶ σταυρω̃σαι καὶ τη̨̃ τρίτη̨ ἡμέρα̨ ἐγερθήσεται
20 τότε προση̃λθεν αὐτω̨̃ ἡ μήτηρ τω̃ν υἱω̃ν Ζεβεδαίου μετὰ τω̃ν υἱω̃ν αὐτη̃ς προσκυνου̃σα καὶ αἰτου̃σά τι ἀπ' αὐτου̃
21 ὁ δὲ εἰ̃πεν αὐτη̨̃ τί θέλεις λέγει αὐτω̨̃ εἰπὲ ἵνα καθίσωσιν οὑ̃τοι οἱ δύο υἱοί μου εἱ̃ς ἐκ δεξιω̃ν σου καὶ εἱ̃ς ἐξ εὐωνύμων σου ἐν τη̨̃ βασιλεία̨ σου
22 ἀποκριθεὶς δὲ ὁ ’Ιησου̃ς εἰ̃πεν οὐκ οἴδατε τί αἰτει̃σθε δύνασθε πιει̃ν τò ποτήριον ὃ ἐγὼ μέλλω πίνειν λέγουσιν αὐτω̨̃ δυνάμεθα
23 λέγει αὐτοι̃ς τò μὲν ποτήριόν μου πίεσθε τò δὲ καθίσαι ἐκ δεξιω̃ν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμòν του̃το δου̃ναι ἀλλ' οἱ̃ς ἡτοίμασται ὑπò του̃ πατρός μου
24 καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τω̃ν δύο ἀδελφω̃ν
25 ὁ δὲ ’Ιησου̃ς προσκαλεσάμενος αὐτοὺς εἰ̃πεν οἴδατε ὅτι οἱ ἄρχοντες τω̃ν ἐθνω̃ν κατακυριεύουσιν αὐτω̃ν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτω̃ν
26 οὐχ οὕτως ἔσται ἐν ὑμι̃ν ἀλλ' ὃς ἐὰν θέλη̨ ἐν ὑμι̃ν μέγας γενέσθαι ἔσται ὑμω̃ν διάκονος
27 καὶ ὃς ἂν θέλη̨ ἐν ὑμι̃ν εἰ̃ναι πρω̃τος ἔσται ὑμω̃ν δου̃λος
28 ὥσπερ ὁ υἱòς του̃ ἀνθρώπου οὐκ ἠ̃λθεν διακονηθη̃ναι ἀλλὰ διακονη̃σαι καὶ δου̃ναι τὴν ψυχὴν αὐτου̃ λύτρον ἀντὶ πολλω̃ν
29 καὶ ἐκπορευομένων αὐτω̃ν ἀπò ’Ιεριχὼ ἠκολούθησεν αὐτω̨̃ ὄχλος πολύς
30 καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν ἀκούσαντες ὅτι ’Ιησου̃ς παράγει ἔκραξαν λέγοντες ἐλέησον ἡμα̃ς κύριε υἱòς Δαυίδ
31 ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοι̃ς ἵνα σιωπήσωσιν οἱ δὲ μει̃ζον ἔκραξαν λέγοντες ἐλέησον ἡμα̃ς κύριε υἱòς Δαυίδ
32 καὶ στὰς ὁ ’Ιησου̃ς ἐφώνησεν αὐτοὺς καὶ εἰ̃πεν τί θέλετε ποιήσω ὑμι̃ν
33 λέγουσιν αὐτω̨̃ κύριε ἵνα ἀνοιγω̃σιν οἱ ὀφθαλμοὶ ἡμω̃ν
34 σπλαγχνισθεὶς δὲ ὁ ’Ιησου̃ς ἥψατο τω̃ν ὀμμάτων αὐτω̃ν καὶ εὐθέως ἀνέβλεψαν καὶ ἠκολούθησαν αὐτω̨̃
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.