Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 14

1 ἐν ἐκείνω̨ τω̨̃ καιρω̨̃ ἤκουσεν ‘Ηρώ̨δης ὁ τετραάρχης τὴν ἀκοὴν ’Ιησου̃
2 καὶ εἰ̃πεν τοι̃ς παισὶν αὐτου̃ οὑ̃τός ἐστιν ’Ιωάννης ὁ βαπτιστής αὐτòς ἠγέρθη ἀπò τω̃ν νεκρω̃ν καὶ διὰ του̃το αἱ δυνάμεις ἐνεργου̃σιν ἐν αὐτω̨̃
3 ὁ γὰρ ‘Ηρώ̨δης κρατήσας τòν ’Ιωάννην ἔδησεν αὐτòν καὶ ἐν φυλακη̨̃ ἀπέθετο διὰ ‘Ηρω̨διάδα τὴν γυναι̃κα Φιλίππου του̃ ἀδελφου̃ αὐτου̃
4 ἔλεγεν γὰρ ὁ ’Ιωάννης αὐτω̨̃ οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν
5 καὶ θέλων αὐτòν ἀποκτει̃ναι ἐφοβήθη τòν ὄχλον ὅτι ὡς προφήτην αὐτòν εἰ̃χον
6 γενεσίοις δὲ γενομένοις του̃ ‘Ηρώ̨δου ὠρχήσατο ἡ θυγάτηρ τη̃ς ‘Ηρω̨διάδος ἐν τω̨̃ μέσω̨ καὶ ἤρεσεν τω̨̃ ‘Ηρώ̨δη̨
7 ὅθεν μεθ' ὅρκου ὡμολόγησεν αὐτη̨̃ δου̃ναι ὃ ἐὰν αἰτήσηται
8 ἡ δὲ προβιβασθει̃σα ὑπò τη̃ς μητρòς αὐτη̃ς δός μοι φησίν ὡ̃δε ἐπὶ πίνακι τὴν κεφαλὴν ’Ιωάννου του̃ βαπτιστου̃
9 καὶ λυπηθεὶς ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσεν δοθη̃ναι
10 καὶ πέμψας ἀπεκεφάλισεν τòν ’Ιωάννην ἐν τη̨̃ φυλακη̨̃
11 καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτου̃ ἐπὶ πίνακι καὶ ἐδόθη τω̨̃ κορασίω̨ καὶ ἤνεγκεν τη̨̃ μητρὶ αὐτη̃ς
12 καὶ προσελθόντες οἱ μαθηταὶ αὐτου̃ ἠ̃ραν τò πτω̃μα καὶ ἔθαψαν αὐτόν καὶ ἐλθόντες ἀπήγγειλαν τω̨̃ ’Ιησου̃
13 ἀκούσας δὲ ὁ ’Ιησου̃ς ἀνεχώρησεν ἐκει̃θεν ἐν πλοίω̨ εἰς ἔρημον τόπον κατ' ἰδίαν καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτω̨̃ πεζη̨̃ ἀπò τω̃ν πόλεων
14 καὶ ἐξελθὼν εἰ̃δεν πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπ' αὐτοι̃ς καὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτω̃ν
15 ὀψίας δὲ γενομένης προση̃λθον αὐτω̨̃ οἱ μαθηταὶ λέγοντες ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρη̃λθεν ἀπόλυσον τοὺς ὄχλους ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοι̃ς βρώματα
16 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς οὐ χρείαν ἔχουσιν ἀπελθει̃ν δότε αὐτοι̃ς ὑμει̃ς φαγει̃ν
17 οἱ δὲ λέγουσιν αὐτω̨̃ οὐκ ἔχομεν ὡ̃δε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας
18 ὁ δὲ εἰ̃πεν φέρετέ μοι ὡ̃δε αὐτούς
19 καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθη̃ναι ἐπὶ του̃ χόρτου λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τòν οὐρανòν εὐλόγησεν καὶ κλάσας ἔδωκεν τοι̃ς μαθηται̃ς τοὺς ἄρτους οἱ δὲ μαθηταὶ τοι̃ς ὄχλοις
20 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν καὶ ἠ̃ραν τò περισσευ̃ον τω̃ν κλασμάτων δώδεκα κοφίνους πλήρεις
21 οἱ δὲ ἐσθίοντες ἠ̃σαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικω̃ν καὶ παιδίων
22 καὶ εὐθέως ἠνάγκασεν τοὺς μαθητὰς ἐμβη̃ναι εἰς τò πλοι̃ον καὶ προάγειν αὐτòν εἰς τò πέραν ἕως οὑ̃ ἀπολύση̨ τοὺς ὄχλους
23 καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τò ὄρος κατ' ἰδίαν προσεύξασθαι ὀψίας δὲ γενομένης μόνος ἠ̃ν ἐκει̃
24 τò δὲ πλοι̃ον ἤδη σταδίους πολλοὺς ἀπò τη̃ς γη̃ς ἀπει̃χεν βασανιζόμενον ὑπò τω̃ν κυμάτων ἠ̃ν γὰρ ἐναντίος ὁ ἄνεμος
25 τετάρτη̨ δὲ φυλακη̨̃ τη̃ς νυκτòς ἠ̃λθεν πρòς αὐτοὺς περιπατω̃ν ἐπὶ τὴν θάλασσαν
26 οἱ δὲ μαθηταὶ ἰδόντες αὐτòν ἐπὶ τη̃ς θαλάσσης περιπατου̃ντα ἐταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστιν καὶ ἀπò του̃ φόβου ἔκραξαν
27 εὐθὺς δὲ ἐλάλησεν ὁ ’Ιησου̃ς αὐτοι̃ς λέγων θαρσει̃τε ἐγώ εἰμι μὴ φοβει̃σθε
28 ἀποκριθεὶς δὲ αὐτω̨̃ ὁ Πέτρος εἰ̃πεν κύριε εἰ σὺ εἰ̃ κέλευσόν με ἐλθει̃ν πρòς σὲ ἐπὶ τὰ ὕδατα
29 ὁ δὲ εἰ̃πεν ἐλθέ καὶ καταβὰς ἀπò του̃ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα καὶ ἠ̃λθεν πρòς τòν ’Ιησου̃ν
30 βλέπων δὲ τòν ἄνεμον ἰσχυρòν ἐφοβήθη καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν λέγων κύριε σω̃σόν με
31 εὐθέως δὲ ὁ ’Ιησου̃ς ἐκτείνας τὴν χει̃ρα ἐπελάβετο αὐτου̃ καὶ λέγει αὐτω̨̃ ὀλιγόπιστε εἰς τί ἐδίστασας
32 καὶ ἀναβάντων αὐτω̃ν εἰς τò πλοι̃ον ἐκόπασεν ὁ ἄνεμος
33 οἱ δὲ ἐν τω̨̃ πλοίω̨ προσεκύνησαν αὐτω̨̃ λέγοντες ἀληθω̃ς θεου̃ υἱòς εἰ̃
34 καὶ διαπεράσαντες ἠ̃λθον ἐπὶ τὴν γη̃ν εἰς Γεννησαρέτ
35 καὶ ἐπιγνόντες αὐτòν οἱ ἄνδρες του̃ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην καὶ προσήνεγκαν αὐτω̨̃ πάντας τοὺς κακω̃ς ἔχοντας
36 καὶ παρεκάλουν αὐτòν ἵνα μόνον ἅψωνται του̃ κρασπέδου του̃ ἱματίου αὐτου̃ καὶ ὅσοι ἥψαντο διεσώθησαν

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 15

1 τότε προσέρχονται τω̨̃ ’Ιησου̃ ἀπò ‘Ιεροσολύμων Φαρισαι̃οι καὶ γραμματει̃ς λέγοντες
2 διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τω̃ν πρεσβυτέρων οὐ γὰρ νίπτονται τὰς χει̃ρας αὐτω̃ν ὅταν ἄρτον ἐσθίωσιν
3 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν αὐτοι̃ς διὰ τί καὶ ὑμει̃ς παραβαίνετε τὴν ἐντολὴν του̃ θεου̃ διὰ τὴν παράδοσιν ὑμω̃ν
4 ὁ γὰρ θεòς εἰ̃πεν τίμα τòν πατέρα καὶ τὴν μητέρα καί ὁ κακολογω̃ν πατέρα ἢ μητέρα θανάτω̨ τελευτάτω
5 ὑμει̃ς δὲ λέγετε ὃς ἂν εἴπη̨ τω̨̃ πατρὶ ἢ τη̨̃ μητρί δω̃ρον ὃ ἐὰν ἐξ ἐμου̃ ὠφεληθη̨̃ς
6 οὐ μὴ τιμήσει τòν πατέρα αὐτου̃ καὶ ἠκυρώσατε τòν λόγον του̃ θεου̃ διὰ τὴν παράδοσιν ὑμω̃ν
7 ὑποκριταί καλω̃ς ἐπροφήτευσεν περὶ ὑμω̃ν ’Ησαΐας λέγων
8 ὁ λαòς οὑ̃τος τοι̃ς χείλεσίν με τιμα̨̃ ἡ δὲ καρδία αὐτω̃ν πόρρω ἀπέχει ἀπ' ἐμου̃
9 μάτην δὲ σέβονταί με διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων
10 καὶ προσκαλεσάμενος τòν ὄχλον εἰ̃πεν αὐτοι̃ς ἀκούετε καὶ συνίετε
11 οὐ τò εἰσερχόμενον εἰς τò στόμα κοινοι̃ τòν ἄνθρωπον ἀλλὰ τò ἐκπορευόμενον ἐκ του̃ στόματος του̃το κοινοι̃ τòν ἄνθρωπον
12 τότε προσελθόντες οἱ μαθηταὶ λέγουσιν αὐτω̨̃ οἰ̃δας ὅτι οἱ Φαρισαι̃οι ἀκούσαντες τòν λόγον ἐσκανδαλίσθησαν
13 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν πα̃σα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται
14 ἄφετε αὐτούς τυφλοί εἰσιν ὁδηγοί τυφλω̃ν τυφλòς δὲ τυφλòν ἐὰν ὁδηγη̨̃ ἀμφότεροι εἰς βόθυνον πεσου̃νται
15 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἰ̃πεν αὐτω̨̃ φράσον ἡμι̃ν τὴν παραβολήν ταύτην
16 ὁ δὲ εἰ̃πεν ἀκμὴν καὶ ὑμει̃ς ἀσύνετοί ἐστε
17 οὐ νοει̃τε ὅτι πα̃ν τò εἰσπορευόμενον εἰς τò στόμα εἰς τὴν κοιλίαν χωρει̃ καὶ εἰς ἀφεδρω̃να ἐκβάλλεται
18 τὰ δὲ ἐκπορευόμενα ἐκ του̃ στόματος ἐκ τη̃ς καρδίας ἐξέρχεται κἀκει̃να κοινοι̃ τòν ἄνθρωπον
19 ἐκ γὰρ τη̃ς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί φόνοι μοιχει̃αι πορνει̃αι κλοπαί ψευδομαρτυρίαι βλασφημίαι
20 ταυ̃τά ἐστιν τὰ κοινου̃ντα τòν ἄνθρωπον τò δὲ ἀνίπτοις χερσὶν φαγει̃ν οὐ κοινοι̃ τòν ἄνθρωπον
21 καὶ ἐξελθὼν ἐκει̃θεν ὁ ’Ιησου̃ς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδω̃νος
22 καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπò τω̃ν ὁρίων ἐκείνων ἐξελθου̃σα ἔκραζεν λέγουσα ἐλέησόν με κύριε υἱòς Δαυίδ ἡ θυγάτηρ μου κακω̃ς δαιμονίζεται
23 ὁ δὲ οὐκ ἀπεκρίθη αὐτη̨̃ λόγον καὶ προσελθόντες οἱ μαθηταὶ αὐτου̃ ἠρώτουν αὐτòν λέγοντες ἀπόλυσον αὐτήν ὅτι κράζει ὄπισθεν ἡμω̃ν
24 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ’Ισραήλ
25 ἡ δὲ ἐλθου̃σα προσεκύνει αὐτω̨̃ λέγουσα κύριε βοήθει μοι
26 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν οὐκ ἔστιν καλòν λαβει̃ν τòν ἄρτον τω̃ν τέκνων καὶ βαλει̃ν τοι̃ς κυναρίοις
27 ἡ δὲ εἰ̃πεν ναί κύριε καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπò τω̃ν ψιχίων τω̃ν πιπτόντων ἀπò τη̃ς τραπέζης τω̃ν κυρίων αὐτω̃ν
28 τότε ἀποκριθεὶς ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτη̨̃ ὠ̃ γύναι μεγάλη σου ἡ πίστις γενηθήτω σοι ὡς θέλεις καὶ ἰάθη ἡ θυγάτηρ αὐτη̃ς ἀπò τη̃ς ὥρας ἐκείνης
29 καὶ μεταβὰς ἐκει̃θεν ὁ ’Ιησου̃ς ἠ̃λθεν παρὰ τὴν θάλασσαν τη̃ς Γαλιλαίας καὶ ἀναβὰς εἰς τò ὄρος ἐκάθητο ἐκει̃
30 καὶ προση̃λθον αὐτω̨̃ ὄχλοι πολλοὶ ἔχοντες μεθ' ἑαυτω̃ν χωλούς τυφλούς κυλλούς κωφούς καὶ ἑτέρους πολλούς καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας αὐτου̃ καὶ ἐθεράπευσεν αὐτούς
31 ὥστε τòν ὄχλον θαυμάσαι βλέποντας κωφοὺς λαλου̃ντας κυλλοὺς ὑγιει̃ς καὶ χωλοὺς περιπατου̃ντας καὶ τυφλοὺς βλέποντας καὶ ἐδόξασαν τòν θεòν ’Ισραήλ
32 ὁ δὲ ’Ιησου̃ς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτου̃ εἰ̃πεν σπλαγχνίζομαι ἐπὶ τòν ὄχλον ὅτι ἤδη ἡμέραι τρει̃ς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν καὶ ἀπολυ̃σαι αὐτοὺς νήστεις οὐ θέλω μήποτε ἐκλυθω̃σιν ἐν τη̨̃ ὁδω̨̃
33 καὶ λέγουσιν αὐτω̨̃ οἱ μαθηταί πόθεν ἡμι̃ν ἐν ἐρημία̨ ἄρτοι τοσου̃τοι ὥστε χορτάσαι ὄχλον τοσου̃τον
34 καὶ λέγει αὐτοι̃ς ὁ ’Ιησου̃ς πόσους ἄρτους ἔχετε οἱ δὲ εἰ̃παν ἑπτά καὶ ὀλίγα ἰχθύδια
35 καὶ παραγγείλας τω̨̃ ὄχλω̨ ἀναπεσει̃ν ἐπὶ τὴν γη̃ν
36 ἔλαβεν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας καὶ εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοι̃ς μαθηται̃ς οἱ δὲ μαθηταὶ τοι̃ς ὄχλοις
37 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν καὶ τò περισσευ̃ον τω̃ν κλασμάτων ἠ̃ραν ἑπτὰ σπυρίδας πλήρεις
38 οἱ δὲ ἐσθίοντες ἠ̃σαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικω̃ν καὶ παιδίων
39 καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη εἰς τò πλοι̃ον καὶ ἠ̃λθεν εἰς τὰ ὅρια Μαγαδάν

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 16

1 καὶ προσελθόντες οἱ Φαρισαι̃οι καὶ Σαδδουκαι̃οι πειράζοντες ἐπηρώτησαν αὐτòν σημει̃ον ἐκ του̃ οὐρανου̃ ἐπιδει̃ξαι αὐτοι̃ς
2 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν αὐτοι̃ς ὀψίας γενομένης λέγετε εὐδία πυρράζει γὰρ ὁ οὐρανός
3 καὶ πρωΐ σήμερον χειμών πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός τò μὲν πρόσωπον του̃ οὐρανου̃ γινώσκετε διακρίνειν τὰ δὲ σημει̃α τω̃ν καιρω̃ν οὐ δύνασθε
4 γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημει̃ον ἐπιζητει̃ καὶ σημει̃ον οὐ δοθήσεται αὐτη̨̃ εἰ μὴ τò σημει̃ον ’Ιωνα̃ καὶ καταλιπὼν αὐτοὺς ἀπη̃λθεν
5 καὶ ἐλθόντες οἱ μαθηταὶ εἰς τò πέραν ἐπελάθοντο ἄρτους λαβει̃ν
6 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς ὁρα̃τε καὶ προσέχετε ἀπò τη̃ς ζύμης τω̃ν Φαρισαίων καὶ Σαδδουκαίων
7 οἱ δὲ διελογίζοντο ἐν ἑαυτοι̃ς λέγοντες ὅτι ἄρτους οὐκ ἐλάβομεν
8 γνοὺς δὲ ὁ ’Ιησου̃ς εἰ̃πεν τί διαλογίζεσθε ἐν ἑαυτοι̃ς ὀλιγόπιστοι ὅτι ἄρτους οὐκ ἔχετε
9 οὔπω νοει̃τε οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τω̃ν πεντακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετε
10 οὐδὲ τοὺς ἑπτὰ ἄρτους τω̃ν τετρακισχιλίων καὶ πόσας σπυρίδας ἐλάβετε
11 πω̃ς οὐ νοει̃τε ὅτι οὐ περὶ ἄρτων εἰ̃πον ὑμι̃ν προσέχετε δὲ ἀπò τη̃ς ζύμης τω̃ν Φαρισαίων καὶ Σαδδουκαίων
12 τότε συνη̃καν ὅτι οὐκ εἰ̃πεν προσέχειν ἀπò τη̃ς ζύμης τω̃ν ἄρτων ἀλλὰ ἀπò τη̃ς διδαχη̃ς τω̃ν Φαρισαίων καὶ Σαδδουκαίων
13 ἐλθὼν δὲ ὁ ’Ιησου̃ς εἰς τὰ μέρη Καισαρείας τη̃ς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτου̃ λέγων τίνα λέγουσιν οἱ ἄνθρωποι εἰ̃ναι τòν υἱòν του̃ ἀνθρώπου
14 οἱ δὲ εἰ̃παν οἱ μὲν ’Ιωάννην τòν βαπτιστήν ἄλλοι δὲ ’Ηλίαν ἕτεροι δὲ ’Ιερεμίαν ἢ ἕνα τω̃ν προφητω̃ν
15 λέγει αὐτοι̃ς ὑμει̃ς δὲ τίνα με λέγετε εἰ̃ναι
16 ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἰ̃πεν σὺ εἰ̃ ὁ Χριστòς ὁ υἱòς του̃ θεου̃ του̃ ζω̃ντος
17 ἀποκριθεὶς δὲ ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτω̨̃ μακάριος εἰ̃ Σίμων βαριωνα̃ ὅτι σὰρξ καὶ αἱ̃μα οὐκ ἀπεκάλυψέν σοι ἀλλ' ὁ πατήρ μου ὁ ἐν τοι̃ς οὐρανοι̃ς
18 κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἰ̃ Πέτρος καὶ ἐπὶ ταύτη̨ τη̨̃ πέτρα̨ οἰκοδομήσω μου τὴν ἐκκλησίαν καὶ πύλαι ἅ̨δου οὐ κατισχύσουσιν αὐτη̃ς
19 δώσω σοι τὰς κλει̃δας τη̃ς βασιλείας τω̃ν οὐρανω̃ν καὶ ὃ ἐὰν δήση̨ς ἐπὶ τη̃ς γη̃ς ἔσται δεδεμένον ἐν τοι̃ς οὐρανοι̃ς καὶ ὃ ἐὰν λύση̨ς ἐπὶ τη̃ς γη̃ς ἔσται λελυμένον ἐν τοι̃ς οὐρανοι̃ς
20 τότε διεστείλατο τοι̃ς μαθηται̃ς ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστός
21 ἀπò τότε ἤρξατο ὁ ’Ιησου̃ς δεικνύειν τοι̃ς μαθηται̃ς αὐτου̃ ὅτι δει̃ αὐτòν εἰς ‘Ιεροσόλυμα ἀπελθει̃ν καὶ πολλὰ παθει̃ν ἀπò τω̃ν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθη̃ναι καὶ τη̨̃ τρίτη̨ ἡμέρα̨ ἐγερθη̃ναι
22 καὶ προσλαβόμενος αὐτòν ὁ Πέτρος ἤρξατο ἐπιτιμα̃ν αὐτω̨̃ λέγων ἵλεώς σοι κύριε οὐ μὴ ἔσται σοι του̃το
23 ὁ δὲ στραφεὶς εἰ̃πεν τω̨̃ Πέτρω̨ ὕπαγε ὀπίσω μου Σατανα̃ σκάνδαλον εἰ̃ ἐμου̃ ὅτι οὐ φρονει̃ς τὰ του̃ θεου̃ ἀλλὰ τὰ τω̃ν ἀνθρώπων
24 τότε ὁ ’Ιησου̃ς εἰ̃πεν τοι̃ς μαθηται̃ς αὐτου̃ εἴ τις θέλει ὀπίσω μου ἐλθει̃ν ἀπαρνησάσθω ἑαυτòν καὶ ἀράτω τòν σταυρòν αὐτου̃ καὶ ἀκολουθείτω μοι
25 ὃς γὰρ ἐὰν θέλη̨ τὴν ψυχὴν αὐτου̃ σω̃σαι ἀπολέσει αὐτήν ὃς δ' ἂν ἀπολέση̨ τὴν ψυχὴν αὐτου̃ ἕνεκεν ἐμου̃ εὑρήσει αὐτήν
26 τί γὰρ ὠφεληθήσεται ἄνθρωπος ἐὰν τòν κόσμον ὅλον κερδήση̨ τὴν δὲ ψυχὴν αὐτου̃ ζημιωθη̨̃ ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τη̃ς ψυχη̃ς αὐτου̃
27 μέλλει γὰρ ὁ υἱòς του̃ ἀνθρώπου ἔρχεσθαι ἐν τη̨̃ δόξη̨ του̃ πατρòς αὐτου̃ μετὰ τω̃ν ἀγγέλων αὐτου̃ καὶ τότε ἀποδώσει ἑκάστω̨ κατὰ τὴν πρα̃ξιν αὐτου̃
28 ἀμὴν λέγω ὑμι̃ν ὅτι εἰσίν τινες τω̃ν ὡ̃δε ἑστώτων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τòν υἱòν του̃ ἀνθρώπου ἐρχόμενον ἐν τη̨̃ βασιλεία̨ αὐτου̃

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 17

1 καὶ μεθ' ἡμέρας ἓξ παραλαμβάνει ὁ ’Ιησου̃ς τòν Πέτρον καὶ ’Ιάκωβον καὶ ’Ιωάννην τòν ἀδελφòν αὐτου̃ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλòν κατ' ἰδίαν
2 καὶ μετεμορφώθη ἔμπροσθεν αὐτω̃ν καὶ ἔλαμψεν τò πρόσωπον αὐτου̃ ὡς ὁ ἥλιος τὰ δὲ ἱμάτια αὐτου̃ ἐγένετο λευκὰ ὡς τò φω̃ς
3 καὶ ἰδοὺ ὤφθη αὐτοι̃ς Μωϋση̃ς καὶ ’Ηλίας συλλαλου̃ντες μετ' αὐτου̃
4 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἰ̃πεν τω̨̃ ’Ιησου̃ κύριε καλόν ἐστιν ἡμα̃ς ὡ̃δε εἰ̃ναι εἰ θέλεις ποιήσω ὡ̃δε τρει̃ς σκηνάς σοὶ μίαν καὶ Μωϋσει̃ μίαν καὶ ’Ηλία̨ μίαν
5 ἔτι αὐτου̃ λαλου̃ντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς καὶ ἰδοὺ φωνὴ ἐκ τη̃ς νεφέλης λέγουσα οὑ̃τός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός ἐν ὡ̨̃ εὐδόκησα ἀκούετε αὐτου̃
6 καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτω̃ν καὶ ἐφοβήθησαν σφόδρα
7 καὶ προση̃λθεν ὁ ’Ιησου̃ς καὶ ἁψάμενος αὐτω̃ν εἰ̃πεν ἐγέρθητε καὶ μὴ φοβει̃σθε
8 ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτω̃ν οὐδένα εἰ̃δον εἰ μὴ αὐτòν ’Ιησου̃ν μόνον
9 καὶ καταβαινόντων αὐτω̃ν ἐκ του̃ ὄρους ἐνετείλατο αὐτοι̃ς ὁ ’Ιησου̃ς λέγων μηδενὶ εἴπητε τò ὅραμα ἕως οὑ̃ ὁ υἱòς του̃ ἀνθρώπου ἐκ νεκρω̃ν ἐγερθη̨̃
10 καὶ ἐπηρώτησαν αὐτòν οἱ μαθηταὶ λέγοντες τί οὐ̃ν οἱ γραμματει̃ς λέγουσιν ὅτι ’Ηλίαν δει̃ ἐλθει̃ν πρω̃τον
11 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν ’Ηλίας μὲν ἔρχεται καὶ ἀποκαταστήσει πάντα
12 λέγω δὲ ὑμι̃ν ὅτι ’Ηλίας ἤδη ἠ̃λθεν καὶ οὐκ ἐπέγνωσαν αὐτòν ἀλλὰ ἐποίησαν ἐν αὐτω̨̃ ὅσα ἠθέλησαν οὕτως καὶ ὁ υἱòς του̃ ἀνθρώπου μέλλει πάσχειν ὑπ' αὐτω̃ν
13 τότε συνη̃καν οἱ μαθηταὶ ὅτι περὶ ’Ιωάννου του̃ βαπτιστου̃ εἰ̃πεν αὐτοι̃ς
14 καὶ ἐλθόντων πρòς τòν ὄχλον προση̃λθεν αὐτω̨̃ ἄνθρωπος γονυπετω̃ν αὐτòν
15 καὶ λέγων κύριε ἐλέησόν μου τòν υἱόν ὅτι σεληνιάζεται καὶ κακω̃ς πάσχει πολλάκις γὰρ πίπτει εἰς τò πυ̃ρ καὶ πολλάκις εἰς τò ὕδωρ
16 καὶ προσήνεγκα αὐτòν τοι̃ς μαθηται̃ς σου καὶ οὐκ ἠδυνήθησαν αὐτòν θεραπευ̃σαι
17 ἀποκριθεὶς δὲ ὁ ’Ιησου̃ς εἰ̃πεν ὠ̃ γενεὰ ἄπιστος καὶ διεστραμμένη ἕως πότε μεθ' ὑμω̃ν ἔσομαι ἕως πότε ἀνέξομαι ὑμω̃ν φέρετέ μοι αὐτòν ὡ̃δε
18 καὶ ἐπετίμησεν αὐτω̨̃ ὁ ’Ιησου̃ς καὶ ἐξη̃λθεν ἀπ' αὐτου̃ τò δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παι̃ς ἀπò τη̃ς ὥρας ἐκείνης
19 τότε προσελθόντες οἱ μαθηταὶ τω̨̃ ’Ιησου̃ κατ' ἰδίαν εἰ̃πον διὰ τί ἡμει̃ς οὐκ ἠδυνήθημεν ἐκβαλει̃ν αὐτό
20 ὁ δὲ λέγει αὐτοι̃ς διὰ τὴν ὀλιγοπιστίαν ὑμω̃ν ἀμὴν γὰρ λέγω ὑμι̃ν ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως ἐρει̃τε τω̨̃ ὄρει τούτω̨ μετάβα ἔνθεν ἐκει̃ καὶ μεταβήσεται καὶ οὐδὲν ἀδυνατήσει ὑμι̃ν
21 του̃το δὲ τò γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευκη̨̃ καὶ νηστεία̨)
22 ’Αναστρεφομένων δὲ αὐτω̃ν ἐν τη̨̃ Γαλιλαία̨ εἰ̃πεν αὐτοι̃ς ὁ ’Ιησου̃ς μέλλει ὁ υἱòς του̃ ἀνθρώπου παραδίδοσθαι εἰς χει̃ρας ἀνθρώπων
23 καὶ ἀποκτενου̃σιν αὐτόν καὶ τη̨̃ τρίτη̨ ἡμέρα̨ ἐγερθήσεται καὶ ἐλυπήθησαν σφόδρα
24 ἐλθόντων δὲ αὐτω̃ν εἰς Καφαρναοὺμ προση̃λθον οἱ τὰ δίδραχμα λαμβάνοντες τω̨̃ Πέτρω̨ καὶ εἰ̃παν ὁ διδάσκαλος ὑμω̃ν οὐ τελει̃ τὰ δίδραχμα
25 λέγει ναί καὶ ἐλθόντα εἰς τὴν οἰκίαν προέφθασεν αὐτòν ὁ ’Ιησου̃ς λέγων τί σοι δοκει̃ Σίμων οἱ βασιλει̃ς τη̃ς γη̃ς ἀπò τίνων λαμβάνουσιν τέλη ἢ κη̃νσον ἀπò τω̃ν υἱω̃ν αὐτω̃ν ἢ ἀπò τω̃ν ἀλλοτρίων
26 εἰπόντος δέ ἀπò τω̃ν ἀλλοτρίων ἔφη αὐτω̨̃ ὁ ’Ιησου̃ς ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί
27 ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς πορευθεὶς εἰς θάλασσαν βάλε ἄγκιστρον καὶ τòν ἀναβάντα πρω̃τον ἰχθὺν ἀ̃ρον καὶ ἀνοίξας τò στόμα αὐτου̃ εὑρήσεις στατη̃ρα ἐκει̃νον λαβὼν δòς αὐτοι̃ς ἀντὶ ἐμου̃ καὶ σου̃
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.