ΚΑΤΑ ΜΑΡΚΟΝ,
κεφαλίς 9,
στἰχοι 30-49
30 κἀκει̃θεν ἐξελθόντες παρεπορεύοντο διὰ τη̃ς Γαλιλαίας καὶ οὐκ ἤθελεν ἵνα τις γνοι̃ |
31 ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτου̃ καὶ ἔλεγεν αὐτοι̃ς ὅτι ὁ υἱòς του̃ ἀνθρώπου παραδίδοται εἰς χει̃ρας ἀνθρώπων καὶ ἀποκτενου̃σιν αὐτόν καὶ ἀποκτανθεὶς μετὰ τρει̃ς ἡμέρας ἀναστήσεται |
32 οἱ δὲ ἠγνόουν τò ῥη̃μα καὶ ἐφοβου̃ντο αὐτòν ἐπερωτη̃σαι |
33 καὶ ἠ̃λθον εἰς Καφαρναούμ καὶ ἐν τη̨̃ οἰκία̨ γενόμενος ἐπηρώτα αὐτούς τί ἐν τη̨̃ ὁδω̨̃ διελογίζεσθε |
34 οἱ δὲ ἐσιώπων πρòς ἀλλήλους γὰρ διελέχθησαν ἐν τη̨̃ ὁδω̨̃ τίς μείζων |
35 καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοι̃ς εἴ τις θέλει πρω̃τος εἰ̃ναι ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος |
36 καὶ λαβὼν παιδίον ἔστησεν αὐτò ἐν μέσω̨ αὐτω̃ν καὶ ἐναγκαλισάμενος αὐτò εἰ̃πεν αὐτοι̃ς |
37 ὃς ἂν ἓν τω̃ν τοιούτων παιδίων δέξηται ἐπὶ τω̨̃ ὀνόματί μου ἐμὲ δέχεται καὶ ὃς ἂν ἐμὲ δέχηται οὐκ ἐμὲ δέχεται ἀλλὰ τòν ἀποστείλαντά με |
38 ἔφη αὐτω̨̃ ὁ ’Ιωάννης διδάσκαλε εἴδομέν τινα ἐν τω̨̃ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια καὶ ἐκωλύομεν αὐτόν ὅτι οὐκ ἠκολούθει ἡμι̃ν |
39 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν μὴ κωλύετε αὐτόν οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τω̨̃ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογη̃σαί με |
40 ὃς γὰρ οὐκ ἔστιν καθ' ἡμω̃ν ὑπὲρ ἡμω̃ν ἐστιν |
41 ὃς γὰρ ἂν ποτίση̨ ὑμα̃ς ποτήριον ὕδατος ἐν ὀνόματι ὅτι Χριστου̃ ἐστε ἀμὴν λέγω ὑμι̃ν ὅτι οὐ μὴ ἀπολέση̨ τòν μισθòν αὐτου̃ |
42 καὶ ὃς ἂν σκανδαλίση̨ ἕνα τω̃ν μικρω̃ν τούτων τω̃ν πιστευόντων εἰς ἐμέ καλόν ἐστιν αὐτω̨̃ μα̃λλον εἰ περίκειται μύλος ὀνικòς περὶ τòν τράχηλον αὐτου̃ καὶ βέβληται εἰς τὴν θάλασσαν |
43 καὶ ἐὰν σκανδαλίζη̨ σε ἡ χείρ σου ἀπόκοψον αὐτήν καλόν ἐστίν σε κυλλòν εἰσελθει̃ν εἰς τὴν ζωὴν ἢ τὰς δύο χει̃ρας ἔχοντα ἀπελθει̃ν εἰς τὴν γέενναν εἰς τò πυ̃ρ τò ἄσβεστον |
44 καὶ ἐὰν ὁ πούς σου σκανδαλίζη̨ σε ἀπόκοψον αὐτόν καλόν ἐστίν σε εἰσελθει̃ν εἰς τὴν ζωὴν χωλòν ἢ τοὺς δύο πόδας ἔχοντα βληθη̃ναι εἰς τὴν γέενναν |
45 καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζη̨ σε ἔκβαλε αὐτόν καλόν σέ ἐστιν μονόφθαλμον εἰσελθει̃ν εἰς τὴν βασιλείαν του̃ θεου̃ ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθη̃ναι εἰς τὴν γέενναν |
46 ὅπου ὁ σκώληξ αὐτω̃ν οὐ τελευτα̨̃ καὶ τò πυ̃ρ οὐ σβέννυται |
|
|
49 πα̃ς γὰρ πυρὶ ἁλισθήσεται |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.