ΚΑΤΑ ΜΑΡΚΟΝ,
κεφαλίς 6,
στἰχοι 45-52
45 καὶ εὐθὺς ἠνάγκασεν τοὺς μαθητὰς αὐτου̃ ἐμβη̃ναι εἰς τò πλοι̃ον καὶ προάγειν εἰς τò πέραν πρòς Βηθσαϊδάν ἕως αὐτòς ἀπολύει τòν ὄχλον |
46 καὶ ἀποταξάμενος αὐτοι̃ς ἀπη̃λθεν εἰς τò ὄρος προσεύξασθαι |
47 καὶ ὀψίας γενομένης ἠ̃ν τò πλοι̃ον ἐν μέσω̨ τη̃ς θαλάσσης καὶ αὐτòς μόνος ἐπὶ τη̃ς γη̃ς |
48 καὶ ἰδὼν αὐτοὺς βασανιζομένους ἐν τω̨̃ ἐλαύνειν ἠ̃ν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοι̃ς περὶ τετάρτην φυλακὴν τη̃ς νυκτòς ἔρχεται πρòς αὐτοὺς περιπατω̃ν ἐπὶ τη̃ς θαλάσσης καὶ ἤθελεν παρελθει̃ν αὐτούς |
49 οἱ δὲ ἰδόντες αὐτòν ἐπὶ τη̃ς θαλάσσης περιπατου̃ντα ἔδοξαν ὅτι φάντασμά ἐστιν καὶ ἀνέκραξαν |
50 πάντες γὰρ αὐτòν εἰ̃δον καὶ ἐταράχθησαν ὁ δὲ εὐθὺς ἐλάλησεν μετ' αὐτω̃ν καὶ λέγει αὐτοι̃ς θαρσει̃τε ἐγώ εἰμι μὴ φοβει̃σθε |
51 καὶ ἀνέβη πρòς αὐτοὺς εἰς τò πλοι̃ον καὶ ἐκόπασεν ὁ ἄνεμος καὶ λίαν ἐκ περισσου̃ ἐν ἑαυτοι̃ς ἐξίσταντο |
52 οὐ γὰρ συνη̃καν ἐπὶ τοι̃ς ἄρτοις ἀλλ' ἠ̃ν αὐτω̃ν ἡ καρδία πεπωρωμένη |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.