ΚΑΤΑ ΜΑΡΚΟΝ,
κεφαλίς 6,
στἰχοι 34-44
34 καὶ ἐξελθὼν εἰ̃δεν πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπ' αὐτοὺς ὅτι ἠ̃σαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά |
35 καὶ ἤδη ὥρας πολλη̃ς γενομένης προσελθόντες αὐτω̨̃ οἱ μαθηταὶ αὐτου̃ ἔλεγον ὅτι ἔρημός ἐστιν ὁ τόπος καὶ ἤδη ὥρα πολλή |
36 ἀπόλυσον αὐτούς ἵνα ἀπελθόντες εἰς τοὺς κύκλω̨ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοι̃ς τί φάγωσιν |
37 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν αὐτοι̃ς δότε αὐτοι̃ς ὑμει̃ς φαγει̃ν καὶ λέγουσιν αὐτω̨̃ ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους καὶ δώσομεν αὐτοι̃ς φαγει̃ν |
38 ὁ δὲ λέγει αὐτοι̃ς πόσους ἄρτους ἔχετε ὑπάγετε ἴδετε καὶ γνόντες λέγουσιν πέντε καὶ δύο ἰχθύας |
39 καὶ ἐπέταξεν αὐτοι̃ς ἀνακλι̃ναι πάντας συμπόσια συμπόσια ἐπὶ τω̨̃ χλωρω̨̃ χόρτω̨ |
40 καὶ ἀνέπεσαν πρασιαὶ πρασιαὶ κατὰ ἑκατòν καὶ κατὰ πεντήκοντα |
41 καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τòν οὐρανòν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους καὶ ἐδίδου τοι̃ς μαθηται̃ς αὐτου̃ ἵνα παρατιθω̃σιν αὐτοι̃ς καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πα̃σιν |
42 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν |
43 καὶ ἠ̃ραν κλάσματα δώδεκα κοφίνων πληρώματα καὶ ἀπò τω̃ν ἰχθύων |
44 καὶ ἠ̃σαν οἱ φαγόντες τοὺς ἄρτους πεντακισχίλιοι ἄνδρες |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.