ΚΑΤΑ ΜΑΡΚΟΝ,
κεφαλίς 10,
στἰχοι 32-52
32 ἠ̃σαν δὲ ἐν τη̨̃ ὁδω̨̃ ἀναβαίνοντες εἰς ‘Ιεροσόλυμα καὶ ἠ̃ν προάγων αὐτοὺς ὁ ’Ιησου̃ς καὶ ἐθαμβου̃ντο οἱ δὲ ἀκολουθου̃ντες ἐφοβου̃ντο καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοι̃ς λέγειν τὰ μέλλοντα αὐτω̨̃ συμβαίνειν |
33 ὅτι ἰδοὺ ἀναβαίνομεν εἰς ‘Ιεροσόλυμα καὶ ὁ υἱòς του̃ ἀνθρώπου παραδοθήσεται τοι̃ς ἀρχιερευ̃σιν καὶ τοι̃ς γραμματευ̃σιν καὶ κατακρινου̃σιν αὐτòν θανάτω̨ καὶ παραδώσουσιν αὐτòν τοι̃ς ἔθνεσιν |
34 καὶ ἐμπαίξουσιν αὐτω̨̃ καὶ ἐμπτύσουσιν αὐτω̨̃ καὶ μαστιγώσουσιν αὐτòν καὶ ἀποκτενου̃σιν καὶ μετὰ τρει̃ς ἡμέρας ἀναστήσεται |
35 καὶ προσπορεύονται αὐτω̨̃ ’Ιάκωβος καὶ ’Ιωάννης οἱ υἱοὶ Ζεβεδαίου λέγοντες αὐτω̨̃ διδάσκαλε θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμέν σε ποιήση̨ς ἡμι̃ν |
36 ὁ δὲ εἰ̃πεν αὐτοι̃ς τί θέλετέ με ποιήσω ὑμι̃ν |
37 οἱ δὲ εἰ̃παν αὐτω̨̃ δòς ἡμι̃ν ἵνα εἱ̃ς σου ἐκ δεξιω̃ν καὶ εἱ̃ς ἐξ ἀριστερω̃ν καθίσωμεν ἐν τη̨̃ δόξη̨ σου |
38 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς οὐκ οἴδατε τί αἰτει̃σθε δύνασθε πιει̃ν τò ποτήριον ὃ ἐγὼ πίνω ἢ τò βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθη̃ναι |
39 οἱ δὲ εἰ̃παν αὐτω̨̃ δυνάμεθα ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς τò ποτήριον ὃ ἐγὼ πίνω πίεσθε καὶ τò βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε |
40 τò δὲ καθίσαι ἐκ δεξιω̃ν μου ἢ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμòν δου̃ναι ἀλλ' οἱ̃ς ἡτοίμασται |
41 καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτει̃ν περὶ ’Ιακώβου καὶ ’Ιωάννου |
42 καὶ προσκαλεσάμενος αὐτοὺς ὁ ’Ιησου̃ς λέγει αὐτοι̃ς οἴδατε ὅτι οἱ δοκου̃ντες ἄρχειν τω̃ν ἐθνω̃ν κατακυριεύουσιν αὐτω̃ν καὶ οἱ μεγάλοι αὐτω̃ν κατεξουσιάζουσιν αὐτω̃ν |
43 οὐχ οὕτως δέ ἐστιν ἐν ὑμι̃ν ἀλλ' ὃς ἂν θέλη̨ μέγας γενέσθαι ἐν ὑμι̃ν ἔσται ὑμω̃ν διάκονος |
44 καὶ ὃς ἂν θέλη̨ ἐν ὑμι̃ν εἰ̃ναι πρω̃τος ἔσται πάντων δου̃λος |
45 καὶ γὰρ ὁ υἱòς του̃ ἀνθρώπου οὐκ ἠ̃λθεν διακονηθη̃ναι ἀλλὰ διακονη̃σαι καὶ δου̃ναι τὴν ψυχὴν αὐτου̃ λύτρον ἀντὶ πολλω̃ν |
46 καὶ ἔρχονται εἰς ’Ιεριχώ καὶ ἐκπορευομένου αὐτου̃ ἀπò ’Ιεριχὼ καὶ τω̃ν μαθητω̃ν αὐτου̃ καὶ ὄχλου ἱκανου̃ ὁ υἱòς Τιμαίου Βαρτιμαι̃ος τυφλòς προσαίτης ἐκάθητο παρὰ τὴν ὁδόν |
47 καὶ ἀκούσας ὅτι ’Ιησου̃ς ὁ Ναζαρηνός ἐστιν ἤρξατο κράζειν καὶ λέγειν υἱὲ Δαυὶδ ’Ιησου̃ ἐλέησόν με |
48 καὶ ἐπετίμων αὐτω̨̃ πολλοὶ ἵνα σιωπήση̨ ὁ δὲ πολλω̨̃ μα̃λλον ἔκραζεν υἱὲ Δαυίδ ἐλέησόν με |
49 καὶ στὰς ὁ ’Ιησου̃ς εἰ̃πεν φωνήσατε αὐτόν καὶ φωνου̃σιν τòν τυφλòν λέγοντες αὐτω̨̃ θάρσει ἔγειρε φωνει̃ σε |
50 ὁ δὲ ἀποβαλὼν τò ἱμάτιον αὐτου̃ ἀναπηδήσας ἠ̃λθεν πρòς τòν ’Ιησου̃ν |
51 καὶ ἀποκριθεὶς αὐτω̨̃ ὁ ’Ιησου̃ς εἰ̃πεν τί σοι θέλεις ποιήσω ὁ δὲ τυφλòς εἰ̃πεν αὐτω̨̃ ραββουνι ἵνα ἀναβλέψω |
52 καὶ ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτω̨̃ ὕπαγε ἡ πίστις σου σέσωκέν σε καὶ εὐθὺς ἀνέβλεψεν καὶ ἠκολούθει αὐτω̨̃ ἐν τη̨̃ ὁδω̨̃ |
ΚΑΤΑ ΜΑΡΚΟΝ,
κεφαλίς 11,
στἰχοι 1-10
1 καὶ ὅτε ἐγγίζουσιν εἰς ‘Ιεροσόλυμα εἰς βηθφαγὴ καὶ βηθανίαν πρòς τò ὄρος τω̃ν ἐλαιω̃ν ἀποστέλλει δύο τω̃ν μαθητω̃ν αὐτου̃ |
2 καὶ λέγει αὐτοι̃ς ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμω̃ν καὶ εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πω̃λον δεδεμένον ἐφ' ὃν οὐδεὶς οὔπω ἀνθρώπων ἐκάθισεν λύσατε αὐτòν καὶ φέρετε |
3 καὶ ἐάν τις ὑμι̃ν εἴπη̨ τί ποιει̃τε του̃το εἴπατε ὁ κύριος αὐτου̃ χρείαν ἔχει καὶ εὐθὺς αὐτòν ἀποστέλλει πάλιν ὡ̃δε |
4 καὶ ἀπη̃λθον καὶ εὑ̃ρον πω̃λον δεδεμένον πρòς θύραν ἔξω ἐπὶ του̃ ἀμφόδου καὶ λύουσιν αὐτόν |
5 καί τινες τω̃ν ἐκει̃ ἑστηκότων ἔλεγον αὐτοι̃ς τί ποιει̃τε λύοντες τòν πω̃λον |
6 οἱ δὲ εἰ̃παν αὐτοι̃ς καθὼς εἰ̃πεν ὁ ’Ιησου̃ς καὶ ἀφη̃καν αὐτούς |
7 καὶ φέρουσιν τòν πω̃λον πρòς τòν ’Ιησου̃ν καὶ ἐπιβάλλουσιν αὐτω̨̃ τὰ ἱμάτια αὐτω̃ν καὶ ἐκάθισεν ἐπ' αὐτόν |
8 καὶ πολλοὶ τὰ ἱμάτια αὐτω̃ν ἔστρωσαν εἰς τὴν ὁδόν ἄλλοι δὲ στιβάδας κόψαντες ἐκ τω̃ν ἀγρω̃ν |
9 καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθου̃ντες ἔκραζον ὡσαννά εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου |
10 εὐλογημένη ἡ ἐρχομένη βασιλεία του̃ πατρòς ἡμω̃ν Δαυίδ ὡσαννὰ ἐν τοι̃ς ὑψίστοις |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.