Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΜΙΧΑΙΑΣ, κεφαλίς 6

ἀκούσατε δὴ λόγον κυρίου κύριος εἰ̃πεν ἀνάστηθι κρίθητι πρὸς τὰ ὄρη καὶ ἀκουσάτωσαν οἱ βουνοὶ φωνήν σου
ἀκούσατε βουνοί τὴν κρίσιν του̃ κυρίου καὶ αἱ φάραγγες θεμέλια τη̃ς γη̃ς ὅτι κρίσις τω̨̃ κυρίω̨ πρὸς τὸν λαὸν αὐτου̃ καὶ μετὰ του̃ Ισραηλ διελεγχθήσεται
λαός μου τί ἐποίησά σοι ἢ τί ἐλύπησά σε ἢ τί παρηνώχλησά σοι ἀποκρίθητί μοι
διότι ἀνήγαγόν σε ἐκ γη̃ς Αἰγύπτου καὶ ἐξ οἴκου δουλείας ἐλυτρωσάμην σε καὶ ἐξαπέστειλα πρὸ προσώπου σου τὸν Μωυση̃ν καὶ Ααρων καὶ Μαριαμ
λαός μου μνήσθητι δὴ τί ἐβουλεύσατο κατὰ σου̃ Βαλακ βασιλεὺς Μωαβ καὶ τί ἀπεκρίθη αὐτω̨̃ Βαλααμ υἱὸς του̃ Βεωρ ἀπὸ τω̃ν σχοίνων ἕως του̃ Γαλγαλ ὅπως γνωσθη̨̃ ἡ δικαιοσύνη του̃ κυρίου
ἐν τίνι καταλάβω τὸν κύριον ἀντιλήμψομαι θεου̃ μου ὑψίστου εἰ καταλήμψομαι αὐτὸν ἐν ὁλοκαυτώμασιν ἐν μόσχοις ἐνιαυσίοις
εἰ προσδέξεται κύριος ἐν χιλιάσιν κριω̃ν ἢ ἐν μυριάσιν χειμάρρων πιόνων εἰ δω̃ πρωτότοκά μου ἀσεβείας καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχη̃ς μου
εἰ ἀνηγγέλη σοι ἄνθρωπε τί καλόν ἢ τί κύριος ἐκζητει̃ παρὰ σου̃ ἀλλ' ἢ του̃ ποιει̃ν κρίμα καὶ ἀγαπα̃ν ἔλεον καὶ ἕτοιμον εἰ̃ναι του̃ πορεύεσθαι μετὰ κυρίου θεου̃ σου
φωνὴ κυρίου τη̨̃ πόλει ἐπικληθήσεται καὶ σώσει φοβουμένους τὸ ὄνομα αὐτου̃ ἄκουε φυλή καὶ τίς κοσμήσει πόλιν
10 μὴ πυ̃ρ καὶ οἰ̃κος ἀνόμου θησαυρίζων θησαυροὺς ἀνόμους καὶ μετὰ ὕβρεως ἀδικία
11 εἰ δικαιωθήσεται ἐν ζυγω̨̃ ἄνομος καὶ ἐν μαρσίππω̨ στάθμια δόλου
12 ἐξ ὡ̃ν τὸν πλου̃τον αὐτω̃ν ἀσεβείας ἔπλησαν καὶ οἱ κατοικου̃ντες αὐτὴν ἐλάλουν ψευδη̃ καὶ ἡ γλω̃σσα αὐτω̃ν ὑψώθη ἐν τω̨̃ στόματι αὐτω̃ν
13 καὶ ἐγὼ ἄρξομαι του̃ πατάξαι σε ἀφανιω̃ σε ἐπὶ ται̃ς ἁμαρτίαις σου
14 σὺ φάγεσαι καὶ οὐ μὴ ἐμπλησθη̨̃ς καὶ σκοτάσει ἐν σοὶ καὶ ἐκνεύσει καὶ οὐ μὴ διασωθη̨̃ς καὶ ὅσοι ἐὰν διασωθω̃σιν εἰς ῥομφαίαν παραδοθήσονται
15 σὺ σπερει̃ς καὶ οὐ μὴ ἀμήση̨ς σὺ πιέσεις ἐλαίαν καὶ οὐ μὴ ἀλείψη̨ ἔλαιον καὶ οἰ̃νον καὶ οὐ μὴ πίητε καὶ ἀφανισθήσεται νόμιμα λαου̃ μου
16 καὶ ἐφύλαξας τὰ δικαιώματα Ζαμβρι καὶ πάντα τὰ ἔργα οἴκου Αχααβ καὶ ἐπορεύθητε ἐν ται̃ς βουλαι̃ς αὐτω̃ν ὅπως παραδω̃ σε εἰς ἀφανισμὸν καὶ τοὺς κατοικου̃ντας αὐτὴν εἰς συρισμόν καὶ ὀνείδη λαω̃ν λήμψεσθε
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.