ΜΙΧΑΙΑΣ,
κεφαλίς 7
1 οἴμμοι ὅτι ἐγενόμην ὡς συνάγων καλάμην ἐν ἀμήτω̨ καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγήτω̨ οὐχ ὑπάρχοντος βότρυος του̃ φαγει̃ν τὰ πρωτόγονα οἴμμοι ψυχή |
2 ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τη̃ς γη̃ς καὶ κατορθω̃ν ἐν ἀνθρώποις οὐχ ὑπάρχει πάντες εἰς αἵματα δικάζονται ἕκαστος τὸν πλησίον αὐτου̃ ἐκθλίβουσιν ἐκθλιβη̨̃ |
3 ἐπὶ τὸ κακὸν τὰς χει̃ρας αὐτω̃ν ἑτοιμάζουσιν ὁ ἄρχων αἰτει̃ καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησεν καταθύμιον ψυχη̃ς αὐτου̃ ἐστιν καὶ ἐξελου̃μαι |
4 τὰ ἀγαθὰ αὐτω̃ν ὡς σὴς ἐκτρώγων καὶ βαδίζων ἐπὶ κανόνος ἐν ἡμέρα̨ σκοπια̃ς οὐαὶ οὐαί αἱ ἐκδικήσεις σου ἥκασιν νυ̃ν ἔσονται κλαυθμοὶ αὐτω̃ν |
5 μὴ καταπιστεύετε ἐν φίλοις καὶ μὴ ἐλπίζετε ἐπὶ ἡγουμένοις ἀπὸ τη̃ς συγκοίτου σου φύλαξαι του̃ ἀναθέσθαι τι αὐτη̨̃ |
6 διότι υἱὸς ἀτιμάζει πατέρα θυγάτηρ ἐπαναστήσεται ἐπὶ τὴν μητέρα αὐτη̃ς νύμφη ἐπὶ τὴν πενθερὰν αὐτη̃ς ἐχθροὶ ἀνδρὸς πάντες οἱ ἄνδρες οἱ ἐν τω̨̃ οἴκω̨ αὐτου̃ |
7 ἐγὼ δὲ ἐπὶ τὸν κύριον ἐπιβλέψομαι ὑπομενω̃ ἐπὶ τω̨̃ θεω̨̃ τω̨̃ σωτη̃ρί μου εἰσακούσεταί μου ὁ θεός μου |
8 μὴ ἐπίχαιρέ μοι ἡ ἐχθρά μου ὅτι πέπτωκα καὶ ἀναστήσομαι διότι ἐὰν καθίσω ἐν τω̨̃ σκότει κύριος φωτιει̃ μοι |
9 ὀργὴν κυρίου ὑποίσω ὅτι ἥμαρτον αὐτω̨̃ ἕως του̃ δικαιω̃σαι αὐτὸν τὴν δίκην μου καὶ ποιήσει τὸ κρίμα μου καὶ ἐξάξει με εἰς τὸ φω̃ς ὄψομαι τὴν δικαιοσύνην αὐτου̃ |
10 καὶ ὄψεται ἡ ἐχθρά μου καὶ περιβαλει̃ται αἰσχύνην ἡ λέγουσα πρός με που̃ κύριος ὁ θεός σου οἱ ὀφθαλμοί μου ἐπόψονται αὐτήν νυ̃ν ἔσται εἰς καταπάτημα ὡς πηλὸς ἐν ται̃ς ὁδοι̃ς |
11 ἡμέρας ἀλοιφη̃ς πλίνθου ἐξάλειψίς σου ἡ ἡμέρα ἐκείνη καὶ ἀποτρίψεται νόμιμά σου |
12 ἡ ἡμέρα ἐκείνη καὶ αἱ πόλεις σου ἥξουσιν εἰς ὁμαλισμὸν καὶ εἰς διαμερισμὸν 'Ασσυρίων καὶ αἱ πόλεις σου αἱ ὀχυραὶ εἰς διαμερισμὸν ἀπὸ Τύρου ἕως του̃ ποταμου̃ Συρίας ἡμέρα ὕδατος καὶ θορύβου |
13 καὶ ἔσται ἡ γη̃ εἰς ἀφανισμὸν σὺν τοι̃ς κατοικου̃σιν αὐτὴν ἐκ καρπω̃ν ἐπιτηδευμάτων αὐτω̃ν |
14 ποίμαινε λαόν σου ἐν ῥάβδω̨ σου πρόβατα κληρονομίας σου κατασκηνου̃ντας καθ' ἑαυτοὺς δρυμὸν ἐν μέσω̨ του̃ Καρμήλου νεμήσονται τὴν Βασανι̃τιν καὶ τὴν Γαλααδι̃τιν καθὼς αἱ ἡμέραι του̃ αἰω̃νος |
15 καὶ κατὰ τὰς ἡμέρας ἐξοδίας σου ἐξ Αἰγύπτου ὄψεσθε θαυμαστά |
16 ὄψονται ἔθνη καὶ καταισχυνθήσονται ἐκ πάσης τη̃ς ἰσχύος αὐτω̃ν ἐπιθήσουσιν χει̃ρας ἐπὶ τὸ στόμα αὐτω̃ν τὰ ὠ̃τα αὐτω̃ν ἀποκωφωθήσονται |
17 λείξουσιν χου̃ν ὡς ὄφεις σύροντες γη̃ν συγχυθήσονται ἐν συγκλεισμω̨̃ αὐτω̃ν ἐπὶ τω̨̃ κυρίω̨ θεω̨̃ ἡμω̃ν ἐκστήσονται καὶ φοβηθήσονται ἀπὸ σου̃ |
18 τίς θεὸς ὥσπερ σύ ἐξαίρων ἀδικίας καὶ ὑπερβαίνων ἀσεβείας τοι̃ς καταλοίποις τη̃ς κληρονομίας αὐτου̃ καὶ οὐ συνέσχεν εἰς μαρτύριον ὀργὴν αὐτου̃ ὅτι θελητὴς ἐλέους ἐστίν |
19 αὐτὸς ἐπιστρέψει καὶ οἰκτιρήσει ἡμα̃ς καταδύσει τὰς ἀδικίας ἡμω̃ν καὶ ἀπορριφήσονται εἰς τὰ βάθη τη̃ς θαλάσσης πάσας τὰς ἁμαρτίας ἡμω̃ν |
20 δώσεις ἀλήθειαν τω̨̃ Ιακωβ ἔλεον τω̨̃ Αβρααμ καθότι ὤμοσας τοι̃ς πατράσιν ἡμω̃ν κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.