ΚΑΤΑ ΛΟΥΚΑΝ,
κεφαλίς 7,
στἰχοι 11-17
11 καὶ ἐγένετο ἐν τω̨̃ ἑξη̃ς ἐπορεύθη εἰς πόλιν καλουμένην Ναΐν καὶ συνεπορεύοντο αὐτω̨̃ οἱ μαθηταὶ αὐτου̃ καὶ ὄχλος πολύς |
12 ὡς δὲ ἤγγισεν τη̨̃ πύλη̨ τη̃ς πόλεως καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς μονογενὴς υἱòς τη̨̃ μητρὶ αὐτου̃ καὶ αὐτὴ ἠ̃ν χήρα καὶ ὄχλος τη̃ς πόλεως ἱκανòς ἠ̃ν σὺν αὐτη̨̃ |
13 καὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπ' αὐτη̨̃ καὶ εἰ̃πεν αὐτη̨̃ μὴ κλαι̃ε |
14 καὶ προσελθὼν ἥψατο τη̃ς σορου̃ οἱ δὲ βαστάζοντες ἔστησαν καὶ εἰ̃πεν νεανίσκε σοὶ λέγω ἐγέρθητι |
15 καὶ ἀνεκάθισεν ὁ νεκρòς καὶ ἤρξατο λαλει̃ν καὶ ἔδωκεν αὐτòν τη̨̃ μητρὶ αὐτου̃ |
16 ἔλαβεν δὲ φόβος πάντας καὶ ἐδόξαζον τòν θεòν λέγοντες ὅτι προφήτης μέγας ἠγέρθη ἐν ἡμι̃ν καὶ ὅτι ἐπεσκέψατο ὁ θεòς τòν λαòν αὐτου̃ |
17 καὶ ἐξη̃λθεν ὁ λόγος οὑ̃τος ἐν ὅλη̨ τη̨̃ ’Ιουδαία̨ περὶ αὐτου̃ καὶ πάση̨ τη̨̃ περιχώρω̨ |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.