Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΚΑΤΑ ΛΟΥΚΑΝ, κεφαλίς 4

’Ιησου̃ς δὲ πλήρης πνεύματος ἁγίου ὑπέστρεψεν ἀπò του̃ ’Ιορδάνου καὶ ἤγετο ἐν τω̨̃ πνεύματι ἐν τη̨̃ ἐρήμω̨
ἡμέρας τεσσεράκοντα πειραζόμενος ὑπò του̃ διαβόλου καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ συντελεσθεισω̃ν αὐτω̃ν ἐπείνασεν
εἰ̃πεν δὲ αὐτω̨̃ ὁ διάβολος εἰ υἱòς εἰ̃ του̃ θεου̃ εἰπὲ τω̨̃ λίθω̨ τούτω̨ ἵνα γένηται ἄρτος
καὶ ἀπεκρίθη πρòς αὐτòν ὁ ’Ιησου̃ς γέγραπται ὅτι οὐκ ἐπ' ἄρτω̨ μόνω̨ ζήσεται ὁ ἄνθρωπος
καὶ ἀναγαγὼν αὐτòν ἔδειξεν αὐτω̨̃ πάσας τὰς βασιλείας τη̃ς οἰκουμένης ἐν στιγμη̨̃ χρόνου
καὶ εἰ̃πεν αὐτω̨̃ ὁ διάβολος σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτω̃ν ὅτι ἐμοὶ παραδέδοται καὶ ὡ̨̃ ἐὰν θέλω δίδωμι αὐτήν
σὺ οὐ̃ν ἐὰν προσκυνήση̨ς ἐνώπιον ἐμου̃ ἔσται σου̃ πα̃σα
καὶ ἀποκριθεὶς ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτω̨̃ γέγραπται κύριον τòν θεόν σου προσκυνήσεις καὶ αὐτω̨̃ μόνω̨ λατρεύσεις
ἤγαγεν δὲ αὐτòν εἰς ’Ιερουσαλὴμ καὶ ἔστησεν ἐπὶ τò πτερύγιον του̃ ἱερου̃ καὶ εἰ̃πεν αὐτω̨̃ εἰ υἱòς εἰ̃ του̃ θεου̃ βάλε σεαυτòν ἐντευ̃θεν κάτω
10 γέγραπται γὰρ ὅτι τοι̃ς ἀγγέλοις αὐτου̃ ἐντελει̃ται περὶ σου̃ του̃ διαφυλάξαι σε
11 καὶ ὅτι ἐπὶ χειρω̃ν ἀρου̃σίν σε μήποτε προσκόψη̨ς πρòς λίθον τòν πόδα σου
12 καὶ ἀποκριθεὶς εἰ̃πεν αὐτω̨̃ ὁ ’Ιησου̃ς ὅτι εἴρηται οὐκ ἐκπειράσεις κύριον τòν θεόν σου
13 καὶ συντελέσας πάντα πειρασμòν ὁ διάβολος ἀπέστη ἀπ' αὐτου̃ ἄχρι καιρου̃
14 καὶ ὑπέστρεψεν ὁ ’Ιησου̃ς ἐν τη̨̃ δυνάμει του̃ πνεύματος εἰς τὴν Γαλιλαίαν καὶ φήμη ἐξη̃λθεν καθ' ὅλης τη̃ς περιχώρου περὶ αὐτου̃
15 καὶ αὐτòς ἐδίδασκεν ἐν ται̃ς συναγωγαι̃ς αὐτω̃ν δοξαζόμενος ὑπò πάντων
16 καὶ ἠ̃λθεν εἰς Ναζαρά οὑ̃ ἠ̃ν τεθραμμένος καὶ εἰση̃λθεν κατὰ τò εἰωθòς αὐτω̨̃ ἐν τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων εἰς τὴν συναγωγήν καὶ ἀνέστη ἀναγνω̃ναι
17 καὶ ἐπεδόθη αὐτω̨̃ βιβλίον του̃ προφήτου ’Ησαΐου καὶ ἀναπτύξας τò βιβλίον εὑ̃ρεν τòν τόπον οὑ̃ ἠ̃ν γεγραμμένον
18 πνευ̃μα κυρίου ἐπ' ἐμέ οὑ̃ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοι̃ς ἀπέσταλκέν με κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοι̃ς ἀνάβλεψιν ἀποστει̃λαι τεθραυσμένους ἐν ἀφέσει
19 κηρύξαι ἐνιαυτòν κυρίου δεκτόν
20 καὶ πτύξας τò βιβλίον ἀποδοὺς τω̨̃ ὑπηρέτη̨ ἐκάθισεν καὶ πάντων οἱ ὀφθαλμοὶ ἐν τη̨̃ συναγωγη̨̃ ἠ̃σαν ἀτενίζοντες αὐτω̨̃
21 ἤρξατο δὲ λέγειν πρòς αὐτοὺς ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοι̃ς ὠσὶν ὑμω̃ν
22 καὶ πάντες ἐμαρτύρουν αὐτω̨̃ καὶ ἐθαύμαζον ἐπὶ τοι̃ς λόγοις τη̃ς χάριτος τοι̃ς ἐκπορευομένοις ἐκ του̃ στόματος αὐτου̃ καὶ ἔλεγον οὐχὶ υἱός ἐστιν ’Ιωσὴφ οὑ̃τος
23 καὶ εἰ̃πεν πρòς αὐτούς πάντως ἐρει̃τέ μοι τὴν παραβολὴν ταύτην ἰατρέ θεράπευσον σεαυτόν ὅσα ἠκούσαμεν γενόμενα εἰς τὴν Καφαρναοὺμ ποίησον καὶ ὡ̃δε ἐν τη̨̃ πατρίδι σου
24 εἰ̃πεν δέ ἀμὴν λέγω ὑμι̃ν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τη̨̃ πατρίδι αὐτου̃
25 ἐπ' ἀληθείας δὲ λέγω ὑμι̃ν πολλαὶ χη̃ραι ἠ̃σαν ἐν ται̃ς ἡμέραις ’Ηλίου ἐν τω̨̃ ’Ισραήλ ὅτε ἐκλείσθη ὁ οὐρανòς ἐπὶ ἔτη τρία καὶ μη̃νας ἕξ ὡς ἐγένετο λιμòς μέγας ἐπὶ πα̃σαν τὴν γη̃ν
26 καὶ πρòς οὐδεμίαν αὐτω̃ν ἐπέμφθη ’Ηλίας εἰ μὴ εἰς Σάρεπτα τη̃ς Σιδωνίας πρòς γυναι̃κα χήραν
27 καὶ πολλοὶ λεπροὶ ἠ̃σαν ἐν τω̨̃ ’Ισραὴλ ἐπὶ ’Ελισαίου του̃ προφήτου καὶ οὐδεὶς αὐτω̃ν ἐκαθαρίσθη εἰ μὴ Ναιμὰν ὁ Σύρος
28 καὶ ἐπλήσθησαν πάντες θυμου̃ ἐν τη̨̃ συναγωγη̨̃ ἀκούοντες ταυ̃τα
29 καὶ ἀναστάντες ἐξέβαλον αὐτòν ἔξω τη̃ς πόλεως καὶ ἤγαγον αὐτòν ἕως ὀφρύος του̃ ὄρους ἐφ' οὑ̃ ἡ πόλις ὠ̨κοδόμητο αὐτω̃ν ὥστε κατακρημνίσαι αὐτόν
30 αὐτòς δὲ διελθὼν διὰ μέσου αὐτω̃ν ἐπορεύετο
31 καὶ κατη̃λθεν εἰς Καφαρναοὺμ πόλιν τη̃ς Γαλιλαίας καὶ ἠ̃ν διδάσκων αὐτοὺς ἐν τοι̃ς σάββασιν
32 καὶ ἐξεπλήσσοντο ἐπὶ τη̨̃ διδαχη̨̃ αὐτου̃ ὅτι ἐν ἐξουσία̨ ἠ̃ν ὁ λόγος αὐτου̃
33 καὶ ἐν τη̨̃ συναγωγη̨̃ ἠ̃ν ἄνθρωπος ἔχων πνευ̃μα δαιμονίου ἀκαθάρτου καὶ ἀνέκραξεν φωνη̨̃ μεγάλη̨
34 ἔα τί ἡμι̃ν καὶ σοί ’Ιησου̃ Ναζαρηνέ ἠ̃λθες ἀπολέσαι ἡμα̃ς οἰ̃δά σε τίς εἰ̃ ὁ ἅγιος του̃ θεου̃
35 καὶ ἐπετίμησεν αὐτω̨̃ ὁ ’Ιησου̃ς λέγων φιμώθητι καὶ ἔξελθε ἀπ' αὐτου̃ καὶ ῥίψαν αὐτòν τò δαιμόνιον εἰς τò μέσον ἐξη̃λθεν ἀπ' αὐτου̃ μηδὲν βλάψαν αὐτόν
36 καὶ ἐγένετο θάμβος ἐπὶ πάντας καὶ συνελάλουν πρòς ἀλλήλους λέγοντες τίς ὁ λόγος οὑ̃τος ὅτι ἐν ἐξουσία̨ καὶ δυνάμει ἐπιτάσσει τοι̃ς ἀκαθάρτοις πνεύμασιν καὶ ἐξέρχονται
37 καὶ ἐξεπορεύετο ἠ̃χος περὶ αὐτου̃ εἰς πάντα τόπον τη̃ς περιχώρου
38 ἀναστὰς δὲ ἀπò τη̃ς συναγωγη̃ς εἰση̃λθεν εἰς τὴν οἰκίαν Σίμωνος πενθερὰ δὲ του̃ Σίμωνος ἠ̃ν συνεχομένη πυρετω̨̃ μεγάλω̨ καὶ ἠρώτησαν αὐτòν περὶ αὐτη̃ς
39 καὶ ἐπιστὰς ἐπάνω αὐτη̃ς ἐπετίμησεν τω̨̃ πυρετω̨̃ καὶ ἀφη̃κεν αὐτήν παραχρη̃μα δὲ ἀναστα̃σα διηκόνει αὐτοι̃ς
40 δύνοντος δὲ του̃ ἡλίου ἅπαντες ὅσοι εἰ̃χον ἀσθενου̃ντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρòς αὐτόν ὁ δὲ ἑνὶ ἑκάστω̨ αὐτω̃ν τὰς χει̃ρας ἐπιτιθεὶς ἐθεράπευεν αὐτούς
41 ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπò πολλω̃ν κραυγάζοντα καὶ λέγοντα ὅτι σὺ εἰ̃ ὁ υἱòς του̃ θεου̃ καὶ ἐπιτιμω̃ν οὐκ εἴα αὐτὰ λαλει̃ν ὅτι ἤ̨δεισαν τòν Χριστòν αὐτòν εἰ̃ναι
42 γενομένης δὲ ἡμέρας ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον καὶ οἱ ὄχλοι ἐπεζήτουν αὐτόν καὶ ἠ̃λθον ἕως αὐτου̃ καὶ κατει̃χον αὐτòν του̃ μὴ πορεύεσθαι ἀπ' αὐτω̃ν
43 ὁ δὲ εἰ̃πεν πρòς αὐτοὺς ὅτι καὶ ται̃ς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δει̃ τὴν βασιλείαν του̃ θεου̃ ὅτι ἐπὶ του̃το ἀπεστάλην
44 καὶ ἠ̃ν κηρύσσων εἰς τὰς συναγωγὰς τη̃ς ’Ιουδαίας
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.