Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΚΑΤΑ ΛΟΥΚΑΝ, κεφαλίς 5

ἐγένετο δὲ ἐν τω̨̃ τòν ὄχλον ἐπικει̃σθαι αὐτω̨̃ καὶ ἀκούειν τòν λόγον του̃ θεου̃ καὶ αὐτòς ἠ̃ν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ
καὶ εἰ̃δεν δύο πλοι̃α ἑστω̃τα παρὰ τὴν λίμνην οἱ δὲ ἁλιει̃ς ἀπ' αὐτω̃ν ἀποβάντες ἔπλυνον τὰ δίκτυα
ἐμβὰς δὲ εἰς ἓν τω̃ν πλοίων ὃ ἠ̃ν Σίμωνος ἠρώτησεν αὐτòν ἀπò τη̃ς γη̃ς ἐπαναγαγει̃ν ὀλίγον καθίσας δὲ ἐκ του̃ πλοίου ἐδίδασκεν τοὺς ὄχλους
ὡς δὲ ἐπαύσατο λαλω̃ν εἰ̃πεν πρòς τòν Σίμωνα ἐπανάγαγε εἰς τò βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμω̃ν εἰς ἄγραν
καὶ ἀποκριθεὶς Σίμων εἰ̃πεν ἐπιστάτα δι' ὅλης νυκτòς κοπιάσαντες οὐδὲν ἐλάβομεν ἐπὶ δὲ τω̨̃ ῥήματί σου χαλάσω τὰ δίκτυα
καὶ του̃το ποιήσαντες συνέκλεισαν πλη̃θος ἰχθύων πολύ διερρήσσετο δὲ τὰ δίκτυα αὐτω̃ν
καὶ κατένευσαν τοι̃ς μετόχοις ἐν τω̨̃ ἑτέρω̨ πλοίω̨ του̃ ἐλθόντας συλλαβέσθαι αὐτοι̃ς καὶ ἠ̃λθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοι̃α ὥστε βυθίζεσθαι αὐτά
ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσεν τοι̃ς γόνασιν ’Ιησου̃ λέγων ἔξελθε ἀπ' ἐμου̃ ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι κύριε
θάμβος γὰρ περιέσχεν αὐτòν καὶ πάντας τοὺς σὺν αὐτω̨̃ ἐπὶ τη̨̃ ἄγρα̨ τω̃ν ἰχθύων ὡ̃ν συνέλαβον
10 ὁμοίως δὲ καὶ ’Ιάκωβον καὶ ’Ιωάννην υἱοὺς Ζεβεδαίου οἳ ἠ̃σαν κοινωνοὶ τω̨̃ Σίμωνι καὶ εἰ̃πεν πρòς τòν Σίμωνα ὁ ’Ιησου̃ς μὴ φοβου̃ ἀπò του̃ νυ̃ν ἀνθρώπους ἔση̨ ζωγρω̃ν
11 καὶ καταγαγόντες τὰ πλοι̃α ἐπὶ τὴν γη̃ν ἀφέντες πάντα ἠκολούθησαν αὐτω̨̃
12 καὶ ἐγένετο ἐν τω̨̃ εἰ̃ναι αὐτòν ἐν μια̨̃ τω̃ν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας ἰδὼν δὲ τòν ’Ιησου̃ν πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτου̃ λέγων κύριε ἐὰν θέλη̨ς δύνασαί με καθαρίσαι
13 καὶ ἐκτείνας τὴν χει̃ρα ἥψατο αὐτου̃ λέγων θέλω καθαρίσθητι καὶ εὐθέως ἡ λέπρα ἀπη̃λθεν ἀπ' αὐτου̃
14 καὶ αὐτòς παρήγγειλεν αὐτω̨̃ μηδενὶ εἰπει̃ν ἀλλὰ ἀπελθὼν δει̃ξον σεαυτòν τω̨̃ ἱερει̃ καὶ προσένεγκε περὶ του̃ καθαρισμου̃ σου καθὼς προσέταξεν Μωϋση̃ς εἰς μαρτύριον αὐτοι̃ς
15 διήρχετο δὲ μα̃λλον ὁ λόγος περὶ αὐτου̃ καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν καὶ θεραπεύεσθαι ἀπò τω̃ν ἀσθενειω̃ν αὐτω̃ν
16 αὐτòς δὲ ἠ̃ν ὑποχωρω̃ν ἐν ται̃ς ἐρήμοις καὶ προσευχόμενος
17 καὶ ἐγένετο ἐν μια̨̃ τω̃ν ἡμερω̃ν καὶ αὐτòς ἠ̃ν διδάσκων καὶ ἠ̃σαν καθήμενοι Φαρισαι̃οι καὶ νομοδιδάσκαλοι οἳ ἠ̃σαν ἐληλυθότες ἐκ πάσης κώμης τη̃ς Γαλιλαίας καὶ ’Ιουδαίας καὶ ’Ιερουσαλήμ καὶ δύναμις κυρίου ἠ̃ν εἰς τò ἰα̃σθαι αὐτόν
18 καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἠ̃ν παραλελυμένος καὶ ἐζήτουν αὐτòν εἰσενεγκει̃ν καὶ θει̃ναι αὐτòν ἐνώπιον αὐτου̃
19 καὶ μὴ εὑρόντες ποίας εἰσενέγκωσιν αὐτòν διὰ τòν ὄχλον ἀναβάντες ἐπὶ τò δω̃μα διὰ τω̃ν κεράμων καθη̃καν αὐτòν σὺν τω̨̃ κλινιδίω̨ εἰς τò μέσον ἔμπροσθεν του̃ ’Ιησου̃
20 καὶ ἰδὼν τὴν πίστιν αὐτω̃ν εἰ̃πεν ἄνθρωπε ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου
21 καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματει̃ς καὶ οἱ Φαρισαι̃οι λέγοντες τίς ἐστιν οὑ̃τος ὃς λαλει̃ βλασφημίας τίς δύναται ἁμαρτίας ἀφει̃ναι εἰ μὴ μόνος ὁ θεός
22 ἐπιγνοὺς δὲ ὁ ’Ιησου̃ς τοὺς διαλογισμοὺς αὐτω̃ν ἀποκριθεὶς εἰ̃πεν πρòς αὐτούς τί διαλογίζεσθε ἐν ται̃ς καρδίαις ὑμω̃ν
23 τί ἐστιν εὐκοπώτερον εἰπει̃ν ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου ἢ εἰπει̃ν ἔγειρε καὶ περιπάτει
24 ἵνα δὲ εἰδη̃τε ὅτι ὁ υἱòς του̃ ἀνθρώπου ἐξουσίαν ἔχει ἐπὶ τη̃ς γη̃ς ἀφιέναι ἁμαρτίας εἰ̃πεν τω̨̃ παραλελυμένω̨ σοὶ λέγω ἔγειρε καὶ ἄρας τò κλινίδιόν σου πορεύου εἰς τòν οἰ̃κόν σου
25 καὶ παραχρη̃μα ἀναστὰς ἐνώπιον αὐτω̃ν ἄρας ἐφ' ὃ κατέκειτο ἀπη̃λθεν εἰς τòν οἰ̃κον αὐτου̃ δοξάζων τòν θεόν
26 καὶ ἔκστασις ἔλαβεν ἅπαντας καὶ ἐδόξαζον τòν θεόν καὶ ἐπλήσθησαν φόβου λέγοντες ὅτι εἴδομεν παράδοξα σήμερον
27 καὶ μετὰ ταυ̃τα ἐξη̃λθεν καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευὶν καθήμενον ἐπὶ τò τελώνιον καὶ εἰ̃πεν αὐτω̨̃ ἀκολούθει μοι
28 καὶ καταλιπὼν πάντα ἀναστὰς ἠκολούθει αὐτω̨̃
29 καὶ ἐποίησεν δοχὴν μεγάλην Λευὶς αὐτω̨̃ ἐν τη̨̃ οἰκία̨ αὐτου̃ καὶ ἠ̃ν ὄχλος πολὺς τελωνω̃ν καὶ ἄλλων οἳ ἠ̃σαν μετ' αὐτω̃ν κατακείμενοι
30 καὶ ἐγόγγυζον οἱ Φαρισαι̃οι καὶ οἱ γραμματει̃ς αὐτω̃ν πρòς τοὺς μαθητὰς αὐτου̃ λέγοντες διὰ τί μετὰ τω̃ν τελωνω̃ν καὶ ἁμαρτωλω̃ν ἐσθίετε καὶ πίνετε
31 καὶ ἀποκριθεὶς ὁ ’Ιησου̃ς εἰ̃πεν πρòς αὐτούς οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατρου̃ ἀλλὰ οἱ κακω̃ς ἔχοντες
32 οὐκ ἐλήλυθα καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν
33 οἱ δὲ εἰ̃παν πρòς αὐτόν οἱ μαθηταὶ ’Ιωάννου νηστεύουσιν πυκνὰ καὶ δεήσεις ποιου̃νται ὁμοίως καὶ οἱ τω̃ν Φαρισαίων οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν
34 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν πρòς αὐτούς μὴ δύνασθε τοὺς υἱοὺς του̃ νυμφω̃νος ἐν ὡ̨̃ ὁ νυμφίος μετ' αὐτω̃ν ἐστιν ποιη̃σαι νηστευ̃σαι
35 ἐλεύσονται δὲ ἡμέραι καὶ ὅταν ἀπαρθη̨̃ ἀπ' αὐτω̃ν ὁ νυμφίος τότε νηστεύσουσιν ἐν ἐκείναις ται̃ς ἡμέραις
36 ἔλεγεν δὲ καὶ παραβολὴν πρòς αὐτοὺς ὅτι οὐδεὶς ἐπίβλημα ἀπò ἱματίου καινου̃ σχίσας ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν εἰ δὲ μή γε καὶ τò καινòν σχίσει καὶ τω̨̃ παλαιω̨̃ οὐ συμφωνήσει τò ἐπίβλημα τò ἀπò του̃ καινου̃
37 καὶ οὐδεὶς βάλλει οἰ̃νον νέον εἰς ἀσκοὺς παλαιούς εἰ δὲ μή γε ῥήξει ὁ οἰ̃νος ὁ νέος τοὺς ἀσκούς καὶ αὐτòς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολου̃νται
38 ἀλλὰ οἰ̃νον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον
39 καὶ οὐδεὶς πιὼν παλαιòν θέλει νέον λέγει γάρ ὁ παλαιòς χρηστός ἐστιν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.