1 ἐγένετο δὲ ἐν ται̃ς ἡμέραις ἐκείναις ἐξη̃λθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πα̃σαν τὴν οἰκουμένην |
2 αὕτη ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τη̃ς Συρίας Κυρηνίου |
3 καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι ἕκαστος εἰς τὴν ἑαυτου̃ πόλιν |
4 ἀνέβη δὲ καὶ ’Ιωσὴφ ἀπò τη̃ς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲθ εἰς τὴν ’Ιουδαίαν εἰς πόλιν Δαυὶδ ἥτις καλει̃ται Βηθλέεμ διὰ τò εἰ̃ναι αὐτòν ἐξ οἴκου καὶ πατρια̃ς Δαυίδ |
5 ἀπογράψασθαι σὺν Μαριὰμ τη̨̃ ἐμνηστευμένη̨ αὐτω̨̃ οὔση̨ ἐγκύω̨ |
6 ἐγένετο δὲ ἐν τω̨̃ εἰ̃ναι αὐτοὺς ἐκει̃ ἐπλήσθησαν αἱ ἡμέραι του̃ τεκει̃ν αὐτήν |
7 καὶ ἔτεκεν τòν υἱòν αὐτη̃ς τòν πρωτότοκον καὶ ἐσπαργάνωσεν αὐτòν καὶ ἀνέκλινεν αὐτòν ἐν φάτνη̨ διότι οὐκ ἠ̃ν αὐτοι̃ς τόπος ἐν τω̨̃ καταλύματι |
8 καὶ ποιμένες ἠ̃σαν ἐν τη̨̃ χώρα̨ τη̨̃ αὐτη̨̃ ἀγραυλου̃ντες καὶ φυλάσσοντες φυλακὰς τη̃ς νυκτòς ἐπὶ τὴν ποίμνην αὐτω̃ν |
9 καὶ ἄγγελος κυρίου ἐπέστη αὐτοι̃ς καὶ δόξα κυρίου περιέλαμψεν αὐτούς καὶ ἐφοβήθησαν φόβον μέγαν |
10 καὶ εἰ̃πεν αὐτοι̃ς ὁ ἄγγελος μὴ φοβει̃σθε ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμι̃ν χαρὰν μεγάλην ἥτις ἔσται παντὶ τω̨̃ λαω̨̃ |
11 ὅτι ἐτέχθη ὑμι̃ν σήμερον σωτὴρ ὅς ἐστιν Χριστòς κύριος ἐν πόλει Δαυίδ |
12 καὶ του̃το ὑμι̃ν τò σημει̃ον εὑρήσετε βρέφος ἐσπαργανωμένον καὶ κείμενον ἐν φάτνη̨ |
13 καὶ ἐξαίφνης ἐγένετο σὺν τω̨̃ ἀγγέλω̨ πλη̃θος στρατια̃ς οὐρανίου αἰνούντων τòν θεòν καὶ λεγόντων |
14 δόξα ἐν ὑψίστοις θεω̨̃ καὶ ἐπὶ γη̃ς εἰρήνη ἐν ἀνθρώποις εὐδοκίας |
15 καὶ ἐγένετο ὡς ἀπη̃λθον ἀπ' αὐτω̃ν εἰς τòν οὐρανòν οἱ ἄγγελοι οἱ ποιμένες ἐλάλουν πρòς ἀλλήλους διέλθωμεν δὴ ἕως Βηθλέεμ καὶ ἴδωμεν τò ῥη̃μα του̃το τò γεγονòς ὃ ὁ κύριος ἐγνώρισεν ἡμι̃ν |
16 καὶ ἠ̃λθαν σπεύσαντες καὶ ἀνευ̃ραν τήν τε Μαριὰμ καὶ τòν ’Ιωσὴφ καὶ τò βρέφος κείμενον ἐν τη̨̃ φάτνη̨ |
17 ἰδόντες δὲ ἐγνώρισαν περὶ του̃ ῥήματος του̃ λαληθέντος αὐτοι̃ς περὶ του̃ παιδίου τούτου |
18 καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τω̃ν λαληθέντων ὑπò τω̃ν ποιμένων πρòς αὐτούς |
19 ἡ δὲ Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταυ̃τα συμβάλλουσα ἐν τη̨̃ καρδία̨ αὐτη̃ς |
20 καὶ ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνου̃ντες τòν θεòν ἐπὶ πα̃σιν οἱ̃ς ἤκουσαν καὶ εἰ̃δον καθὼς ἐλαλήθη πρòς αὐτούς |
21 καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ του̃ περιτεμει̃ν αὐτόν καὶ ἐκλήθη τò ὄνομα αὐτου̃ ’Ιησου̃ς τò κληθὲν ὑπò του̃ ἀγγέλου πρò του̃ συλλημφθη̃ναι αὐτòν ἐν τη̨̃ κοιλία̨ |
22 καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι του̃ καθαρισμου̃ αὐτω̃ν κατὰ τòν νόμον Μωϋσέως ἀνήγαγον αὐτòν εἰς ‘Ιεροσόλυμα παραστη̃σαι τω̨̃ κυρίω̨ |
23 καθὼς γέγραπται ἐν νόμω̨ κυρίου ὅτι πα̃ν ἄρσεν διανοι̃γον μήτραν ἅγιον τω̨̃ κυρίω̨ κληθήσεται |
24 καὶ του̃ δου̃ναι θυσίαν κατὰ τò εἰρημένον ἐν τω̨̃ νόμω̨ κυρίου ζευ̃γος τρυγόνων ἢ δύο νοσσοὺς περιστερω̃ν |
25 καὶ ἰδοὺ ἄνθρωπος ἠ̃ν ἐν ’Ιερουσαλὴμ ὡ̨̃ ὄνομα Συμεών καὶ ὁ ἄνθρωπος οὑ̃τος δίκαιος καὶ εὐλαβής προσδεχόμενος παράκλησιν του̃ ’Ισραήλ καὶ πνευ̃μα ἠ̃ν ἅγιον ἐπ' αὐτόν |
26 καὶ ἠ̃ν αὐτω̨̃ κεχρηματισμένον ὑπò του̃ πνεύματος του̃ ἁγίου μὴ ἰδει̃ν θάνατον πρὶν ἢ ἂν ἴδη̨ τòν Χριστòν κυρίου |
27 καὶ ἠ̃λθεν ἐν τω̨̃ πνεύματι εἰς τò ἱερόν καὶ ἐν τω̨̃ εἰσαγαγει̃ν τοὺς γονει̃ς τò παιδίον ’Ιησου̃ν του̃ ποιη̃σαι αὐτοὺς κατὰ τò εἰθισμένον του̃ νόμου περὶ αὐτου̃ |
28 καὶ αὐτòς ἐδέξατο αὐτò εἰς τὰς ἀγκάλας καὶ εὐλόγησεν τòν θεòν καὶ εἰ̃πεν |
29 νυ̃ν ἀπολύεις τòν δου̃λόν σου δέσποτα κατὰ τò ῥη̃μά σου ἐν εἰρήνη̨ |
30 ὅτι εἰ̃δον οἱ ὀφθαλμοί μου τò σωτήριόν σου |
31 ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τω̃ν λαω̃ν |
32 φω̃ς εἰς ἀποκάλυψιν ἐθνω̃ν καὶ δόξαν λαου̃ σου ’Ισραήλ |
33 καὶ ἠ̃ν ὁ πατὴρ αὐτου̃ καὶ ἡ μήτηρ θαυμάζοντες ἐπὶ τοι̃ς λαλουμένοις περὶ αὐτου̃ |
34 καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἰ̃πεν πρòς Μαριὰμ τὴν μητέρα αὐτου̃ ἰδοὺ οὑ̃τος κει̃ται εἰς πτω̃σιν καὶ ἀνάστασιν πολλω̃ν ἐν τω̨̃ ’Ισραὴλ καὶ εἰς σημει̃ον ἀντιλεγόμενον |
35 καὶ σου̃ δὲ αὐτη̃ς τὴν ψυχὴν διελεύσεται ῥομφαία ὅπως ἂν ἀποκαλυφθω̃σιν ἐκ πολλω̃ν καρδιω̃ν διαλογισμοί |
36 καὶ ἠ̃ν ‘Άννα προφη̃τις θυγάτηρ Φανουήλ ἐκ φυλη̃ς ’Ασήρ αὕτη προβεβηκυι̃α ἐν ἡμέραις πολλαι̃ς ζήσασα μετὰ ἀνδρòς ἔτη ἑπτὰ ἀπò τη̃ς παρθενίας αὐτη̃ς |
37 καὶ αὐτὴ χήρα ἕως ἐτω̃ν ὀγδοήκοντα τεσσάρων ἣ οὐκ ἀφίστατο του̃ ἱερου̃ νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡμέραν |
38 καὶ αὐτη̨̃ τη̨̃ ὥρα̨ ἐπιστα̃σα ἀνθωμολογει̃το τω̨̃ θεω̨̃ καὶ ἐλάλει περὶ αὐτου̃ πα̃σιν τοι̃ς προσδεχομένοις λύτρωσιν ’Ιερουσαλήμ |
39 καὶ ὡς ἐτέλεσαν πάντα τὰ κατὰ τòν νόμον κυρίου ἐπέστρεψαν εἰς τὴν Γαλιλαίαν εἰς πόλιν ἑαυτω̃ν Ναζαρέθ |
40 τò δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιου̃το πληρούμενον σοφία̨ καὶ χάρις θεου̃ ἠ̃ν ἐπ' αὐτό |
41 καὶ ἐπορεύοντο οἱ γονει̃ς αὐτου̃ κατ' ἔτος εἰς ’Ιερουσαλὴμ τη̨̃ ἑορτη̨̃ του̃ πάσχα |
42 καὶ ὅτε ἐγένετο ἐτω̃ν δώδεκα ἀναβαινόντων αὐτω̃ν κατὰ τò ἔθος τη̃ς ἑορτη̃ς |
43 καὶ τελειωσάντων τὰς ἡμέρας ἐν τω̨̃ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν ’Ιησου̃ς ὁ παι̃ς ἐν ’Ιερουσαλήμ καὶ οὐκ ἔγνωσαν οἱ γονει̃ς αὐτου̃ |
44 νομίσαντες δὲ αὐτòν εἰ̃ναι ἐν τη̨̃ συνοδία̨ ἠ̃λθον ἡμέρας ὁδòν καὶ ἀνεζήτουν αὐτòν ἐν τοι̃ς συγγενευ̃σιν καὶ τοι̃ς γνωστοι̃ς |
45 καὶ μὴ εὑρόντες ὑπέστρεψαν εἰς ’Ιερουσαλὴμ ἀναζητου̃ντες αὐτόν |
46 καὶ ἐγένετο μετὰ ἡμέρας τρει̃ς εὑ̃ρον αὐτòν ἐν τω̨̃ ἱερω̨̃ καθεζόμενον ἐν μέσω̨ τω̃ν διδασκάλων καὶ ἀκούοντα αὐτω̃ν καὶ ἐπερωτω̃ντα αὐτούς |
47 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτου̃ ἐπὶ τη̨̃ συνέσει καὶ ται̃ς ἀποκρίσεσιν αὐτου̃ |
48 καὶ ἰδόντες αὐτòν ἐξεπλάγησαν καὶ εἰ̃πεν πρòς αὐτòν ἡ μήτηρ αὐτου̃ τέκνον τί ἐποίησας ἡμι̃ν οὕτως ἰδοὺ ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητου̃μέν σε |
49 καὶ εἰ̃πεν πρòς αὐτούς τί ὅτι ἐζητει̃τέ με οὐκ ἤ̨δειτε ὅτι ἐν τοι̃ς του̃ πατρός μου δει̃ εἰ̃ναί με |
50 καὶ αὐτοὶ οὐ συνη̃καν τò ῥη̃μα ὃ ἐλάλησεν αὐτοι̃ς |
51 καὶ κατέβη μετ' αὐτω̃ν καὶ ἠ̃λθεν εἰς Ναζαρέθ καὶ ἠ̃ν ὑποτασσόμενος αὐτοι̃ς καὶ ἡ μήτηρ αὐτου̃ διετήρει πάντα τὰ ῥήματα ἐν τη̨̃ καρδία̨ αὐτη̃ς |
52 καὶ ’Ιησου̃ς προέκοπτεν ἐν τη̨̃ σοφία̨ καὶ ἡλικία̨ καὶ χάριτι παρὰ θεω̨̃ καὶ ἀνθρώποις |