Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΚΑΤΑ ΛΟΥΚΑΝ, κεφαλίς 11,  στἰχοι 37-52

37 ἐν δὲ τω̨̃ λαλη̃σαι ἐρωτα̨̃ αὐτòν Φαρισαι̃ος ὅπως ἀριστήση̨ παρ' αὐτω̨̃ εἰσελθὼν δὲ ἀνέπεσεν
38 ὁ δὲ Φαρισαι̃ος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρω̃τον ἐβαπτίσθη πρò του̃ ἀρίστου
39 εἰ̃πεν δὲ ὁ κύριος πρòς αὐτόν νυ̃ν ὑμει̃ς οἱ Φαρισαι̃οι τò ἔξωθεν του̃ ποτηρίου καὶ του̃ πίνακος καθαρίζετε τò δὲ ἔσωθεν ὑμω̃ν γέμει ἁρπαγη̃ς καὶ πονηρίας
40 ἄφρονες οὐχ ὁ ποιήσας τò ἔξωθεν καὶ τò ἔσωθεν ἐποίησεν
41 πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην καὶ ἰδοὺ πάντα καθαρὰ ὑμι̃ν ἐστιν
42 ἀλλὰ οὐαὶ ὑμι̃ν τοι̃ς Φαρισαίοις ὅτι ἀποδεκατου̃τε τò ἡδύοσμον καὶ τò πήγανον καὶ πα̃ν λάχανον καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην του̃ θεου̃ ταυ̃τα δὲ ἔδει ποιη̃σαι κἀκει̃να μὴ παρει̃ναι
43 οὐαὶ ὑμι̃ν τοι̃ς Φαρισαίοις ὅτι ἀγαπα̃τε τὴν πρωτοκαθεδρίαν ἐν ται̃ς συναγωγαι̃ς καὶ τοὺς ἀσπασμοὺς ἐν ται̃ς ἀγοραι̃ς
44 οὐαὶ ὑμι̃ν ὅτι ἐστὲ ὡς τὰ μνημει̃α τὰ ἄδηλα καὶ οἱ ἄνθρωποι οἱ περιπατου̃ντες ἐπάνω οὐκ οἴδασιν
45 ἀποκριθεὶς δέ τις τω̃ν νομικω̃ν λέγει αὐτω̨̃ διδάσκαλε ταυ̃τα λέγων καὶ ἡμα̃ς ὑβρίζεις
46 ὁ δὲ εἰ̃πεν καὶ ὑμι̃ν τοι̃ς νομικοι̃ς οὐαί ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα καὶ αὐτοὶ ἑνὶ τω̃ν δακτύλων ὑμω̃ν οὐ προσψαύετε τοι̃ς φορτίοις
47 οὐαὶ ὑμι̃ν ὅτι οἰκοδομει̃τε τὰ μνημει̃α τω̃ν προφητω̃ν οἱ δὲ πατέρες ὑμω̃ν ἀπέκτειναν αὐτούς
48 ἄρα μάρτυρές ἐστε καὶ συνευδοκει̃τε τοι̃ς ἔργοις τω̃ν πατέρων ὑμω̃ν ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτοὺς ὑμει̃ς δὲ οἰκοδομει̃τε
49 διὰ του̃το καὶ ἡ σοφία του̃ θεου̃ εἰ̃πεν ἀποστελω̃ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους καὶ ἐξ αὐτω̃ν ἀποκτενου̃σιν καὶ διώξουσιν
50 ἵνα ἐκζητηθη̨̃ τò αἱ̃μα πάντων τω̃ν προφητω̃ν τò ἐκκεχυμένον ἀπò καταβολη̃ς κόσμου ἀπò τη̃ς γενεα̃ς ταύτης
51 ἀπò αἵματος ‘Άβελ ἕως αἵματος Ζαχαρίου του̃ ἀπολομένου μεταξὺ του̃ θυσιαστηρίου καὶ του̃ οἴκου ναί λέγω ὑμι̃ν ἐκζητηθήσεται ἀπò τη̃ς γενεα̃ς ταύτης
52 οὐαὶ ὑμι̃ν τοι̃ς νομικοι̃ς ὅτι ἤρατε τὴν κλει̃δα τη̃ς γνώσεως αὐτοὶ οὐκ εἰσήλθατε καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.