1 οὐ ποιήσετε ὑμι̃ν αὐτοι̃ς χειροποίητα οὐδὲ γλυπτὰ οὐδὲ στήλην ἀναστήσετε ὑμι̃ν οὐδὲ λίθον σκοπὸν θήσετε ἐν τη̨̃ γη̨̃ ὑμω̃ν προσκυνη̃σαι αὐτω̨̃ ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν |
2 τὰ σάββατά μου φυλάξεσθε καὶ ἀπὸ τω̃ν ἁγίων μου φοβηθήσεσθε ἐγώ εἰμι κύριος |
3 ἐὰν τοι̃ς προστάγμασίν μου πορεύησθε καὶ τὰς ἐντολάς μου φυλάσσησθε καὶ ποιήσητε αὐτάς |
4 καὶ δώσω τὸν ὑετὸν ὑμι̃ν ἐν καιρω̨̃ αὐτου̃ καὶ ἡ γη̃ δώσει τὰ γενήματα αὐτη̃ς καὶ τὰ ξύλα τω̃ν πεδίων ἀποδώσει τὸν καρπὸν αὐτω̃ν |
5 καὶ καταλήμψεται ὑμι̃ν ὁ ἀλοητὸς τὸν τρύγητον καὶ ὁ τρύγητος καταλήμψεται τὸν σπόρον καὶ φάγεσθε τὸν ἄρτον ὑμω̃ν εἰς πλησμονὴν καὶ κατοικήσετε μετὰ ἀσφαλείας ἐπὶ τη̃ς γη̃ς ὑμω̃ν |
6 καὶ πόλεμος οὐ διελεύσεται διὰ τη̃ς γη̃ς ὑμω̃ν καὶ δώσω εἰρήνην ἐν τη̨̃ γη̨̃ ὑμω̃ν καὶ κοιμηθήσεσθε καὶ οὐκ ἔσται ὑμα̃ς ὁ ἐκφοβω̃ν καὶ ἀπολω̃ θηρία πονηρὰ ἐκ τη̃ς γη̃ς ὑμω̃ν |
7 καὶ διώξεσθε τοὺς ἐχθροὺς ὑμω̃ν καὶ πεσου̃νται ἐναντίον ὑμω̃ν φόνω̨ |
8 καὶ διώξονται ἐξ ὑμω̃ν πέντε ἑκατόν καὶ ἑκατὸν ὑμω̃ν διώξονται μυριάδας καὶ πεσου̃νται οἱ ἐχθροὶ ὑμω̃ν ἐναντίον ὑμω̃ν μαχαίρα̨ |
9 καὶ ἐπιβλέψω ἐφ' ὑμα̃ς καὶ αὐξανω̃ ὑμα̃ς καὶ πληθυνω̃ ὑμα̃ς καὶ στήσω τὴν διαθήκην μου μεθ' ὑμω̃ν |
10 καὶ φάγεσθε παλαιὰ καὶ παλαιὰ παλαιω̃ν καὶ παλαιὰ ἐκ προσώπου νέων ἐξοίσετε |
11 καὶ θήσω τὴν διαθήκην μου ἐν ὑμι̃ν καὶ οὐ βδελύξεται ἡ ψυχή μου ὑμα̃ς |
12 καὶ ἐμπεριπατήσω ἐν ὑμι̃ν καὶ ἔσομαι ὑμω̃ν θεός καὶ ὑμει̃ς ἔσεσθέ μου λαός |
13 ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν ὁ ἐξαγαγὼν ὑμα̃ς ἐκ γη̃ς Αἰγύπτου ὄντων ὑμω̃ν δούλων καὶ συνέτριψα τὸν δεσμὸν του̃ ζυγου̃ ὑμω̃ν καὶ ἤγαγον ὑμα̃ς μετὰ παρρησίας |
14 ἐὰν δὲ μὴ ὑπακούσητέ μου μηδὲ ποιήσητε τὰ προστάγματά μου ταυ̃τα |
15 ἀλλὰ ἀπειθήσητε αὐτοι̃ς καὶ τοι̃ς κρίμασίν μου προσοχθίση̨ ἡ ψυχὴ ὑμω̃ν ὥστε ὑμα̃ς μὴ ποιει̃ν πάσας τὰς ἐντολάς μου ὥστε διασκεδάσαι τὴν διαθήκην μου |
16 καὶ ἐγὼ ποιήσω οὕτως ὑμι̃ν καὶ ἐπισυστήσω ἐφ' ὑμα̃ς τὴν ἀπορίαν τήν τε ψώραν καὶ τὸν ἴκτερον καὶ σφακελίζοντας τοὺς ὀφθαλμοὺς ὑμω̃ν καὶ τὴν ψυχὴν ὑμω̃ν ἐκτήκουσαν καὶ σπερει̃τε διὰ κενη̃ς τὰ σπέρματα ὑμω̃ν καὶ ἔδονται οἱ ὑπεναντίοι ὑμω̃ν |
17 καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐφ' ὑμα̃ς καὶ πεσει̃σθε ἐναντίον τω̃ν ἐχθρω̃ν ὑμω̃ν καὶ διώξονται ὑμα̃ς οἱ μισου̃ντες ὑμα̃ς καὶ φεύξεσθε οὐθενὸς διώκοντος ὑμα̃ς |
18 καὶ ἐὰν ἕως τούτου μὴ ὑπακούσητέ μου καὶ προσθήσω του̃ παιδευ̃σαι ὑμα̃ς ἑπτάκις ἐπὶ ται̃ς ἁμαρτίαις ὑμω̃ν |
19 καὶ συντρίψω τὴν ὕβριν τη̃ς ὑπερηφανίας ὑμω̃ν καὶ θήσω τὸν οὐρανὸν ὑμι̃ν σιδηρου̃ν καὶ τὴν γη̃ν ὑμω̃ν ὡσεὶ χαλκη̃ν |
20 καὶ ἔσται εἰς κενὸν ἡ ἰσχὺς ὑμω̃ν καὶ οὐ δώσει ἡ γη̃ ὑμω̃ν τὸν σπόρον αὐτη̃ς καὶ τὸ ξύλον του̃ ἀγρου̃ ὑμω̃ν οὐ δώσει τὸν καρπὸν αὐτου̃ |
21 καὶ ἐὰν μετὰ ταυ̃τα πορεύησθε πλάγιοι καὶ μὴ βούλησθε ὑπακούειν μου προσθήσω ὑμι̃ν πληγὰς ἑπτὰ κατὰ τὰς ἁμαρτίας ὑμω̃ν |
22 καὶ ἀποστελω̃ ἐφ' ὑμα̃ς τὰ θηρία τὰ ἄγρια τη̃ς γη̃ς καὶ κατέδεται ὑμα̃ς καὶ ἐξαναλώσει τὰ κτήνη ὑμω̃ν καὶ ὀλιγοστοὺς ποιήσει ὑμα̃ς καὶ ἐρημωθήσονται αἱ ὁδοὶ ὑμω̃ν |
23 καὶ ἐπὶ τούτοις ἐὰν μὴ παιδευθη̃τε ἀλλὰ πορεύησθε πρός με πλάγιοι |
24 πορεύσομαι κἀγὼ μεθ' ὑμω̃ν θυμω̨̃ πλαγίω̨ καὶ πατάξω ὑμα̃ς κἀγὼ ἑπτάκις ἀντὶ τω̃ν ἁμαρτιω̃ν ὑμω̃ν |
25 καὶ ἐπάξω ἐφ' ὑμα̃ς μάχαιραν ἐκδικου̃σαν δίκην διαθήκης καὶ καταφεύξεσθε εἰς τὰς πόλεις ὑμω̃ν καὶ ἐξαποστελω̃ θάνατον εἰς ὑμα̃ς καὶ παραδοθήσεσθε εἰς χει̃ρας ἐχθρω̃ν |
26 ἐν τω̨̃ θλι̃ψαι ὑμα̃ς σιτοδεία̨ ἄρτων καὶ πέψουσιν δέκα γυναι̃κες τοὺς ἄρτους ὑμω̃ν ἐν κλιβάνω̨ ἑνὶ καὶ ἀποδώσουσιν τοὺς ἄρτους ὑμω̃ν ἐν σταθμω̨̃ καὶ φάγεσθε καὶ οὐ μὴ ἐμπλησθη̃τε |
27 ἐὰν δὲ ἐπὶ τούτοις μὴ ὑπακούσητέ μου καὶ πορεύησθε πρός με πλάγιοι |
28 καὶ αὐτὸς πορεύσομαι μεθ' ὑμω̃ν ἐν θυμω̨̃ πλαγίω̨ καὶ παιδεύσω ὑμα̃ς ἐγὼ ἑπτάκις κατὰ τὰς ἁμαρτίας ὑμω̃ν |
29 καὶ φάγεσθε τὰς σάρκας τω̃ν υἱω̃ν ὑμω̃ν καὶ τὰς σάρκας τω̃ν θυγατέρων ὑμω̃ν φάγεσθε |
30 καὶ ἐρημώσω τὰς στήλας ὑμω̃ν καὶ ἐξολεθρεύσω τὰ ξύλινα χειροποίητα ὑμω̃ν καὶ θήσω τὰ κω̃λα ὑμω̃ν ἐπὶ τὰ κω̃λα τω̃ν εἰδώλων ὑμω̃ν καὶ προσοχθιει̃ ἡ ψυχή μου ὑμι̃ν |
31 καὶ θήσω τὰς πόλεις ὑμω̃ν ἐρήμους καὶ ἐξερημώσω τὰ ἅγια ὑμω̃ν καὶ οὐ μὴ ὀσφρανθω̃ τη̃ς ὀσμη̃ς τω̃ν θυσιω̃ν ὑμω̃ν |
32 καὶ ἐξερημώσω ἐγὼ τὴν γη̃ν ὑμω̃ν καὶ θαυμάσονται ἐπ' αὐτη̨̃ οἱ ἐχθροὶ ὑμω̃ν οἱ ἐνοικου̃ντες ἐν αὐτη̨̃ |
33 καὶ διασπερω̃ ὑμα̃ς εἰς τὰ ἔθνη καὶ ἐξαναλώσει ὑμα̃ς ἐπιπορευομένη ἡ μάχαιρα καὶ ἔσται ἡ γη̃ ὑμω̃ν ἔρημος καὶ αἱ πόλεις ὑμω̃ν ἔσονται ἔρημοι |
34 τότε εὐδοκήσει ἡ γη̃ τὰ σάββατα αὐτη̃ς καὶ πάσας τὰς ἡμέρας τη̃ς ἐρημώσεως αὐτη̃ς καὶ ὑμει̃ς ἔσεσθε ἐν τη̨̃ γη̨̃ τω̃ν ἐχθρω̃ν ὑμω̃ν τότε σαββατιει̃ ἡ γη̃ καὶ εὐδοκήσει τὰ σάββατα αὐτη̃ς |
35 πάσας τὰς ἡμέρας τη̃ς ἐρημώσεως αὐτη̃ς σαββατιει̃ ἃ οὐκ ἐσαββάτισεν ἐν τοι̃ς σαββάτοις ὑμω̃ν ἡνίκα κατω̨κει̃τε αὐτήν |
36 καὶ τοι̃ς καταλειφθει̃σιν ἐξ ὑμω̃ν ἐπάξω δειλίαν εἰς τὴν καρδίαν αὐτω̃ν ἐν τη̨̃ γη̨̃ τω̃ν ἐχθρω̃ν αὐτω̃ν καὶ διώξεται αὐτοὺς φωνὴ φύλλου φερομένου καὶ φεύξονται ὡς φεύγοντες ἀπὸ πολέμου καὶ πεσου̃νται οὐθενὸς διώκοντος |
37 καὶ ὑπερόψεται ὁ ἀδελφὸς τὸν ἀδελφὸν ὡσεὶ ἐν πολέμω̨ οὐθενὸς κατατρέχοντος καὶ οὐ δυνήσεσθε ἀντιστη̃ναι τοι̃ς ἐχθροι̃ς ὑμω̃ν |
38 καὶ ἀπολει̃σθε ἐν τοι̃ς ἔθνεσιν καὶ κατέδεται ὑμα̃ς ἡ γη̃ τω̃ν ἐχθρω̃ν ὑμω̃ν |
39 καὶ οἱ καταλειφθέντες ἀφ' ὑμω̃ν καταφθαρήσονται διὰ τὰς ἁμαρτίας ὑμω̃ν ἐν τη̨̃ γη̨̃ τω̃ν ἐχθρω̃ν αὐτω̃ν τακήσονται |
40 καὶ ἐξαγορεύσουσιν τὰς ἁμαρτίας αὐτω̃ν καὶ τὰς ἁμαρτίας τω̃ν πατέρων αὐτω̃ν ὅτι παρέβησαν καὶ ὑπερει̃δόν με καὶ ὅτι ἐπορεύθησαν ἐναντίον μου πλάγιοι |
41 καὶ ἐγὼ ἐπορεύθην μετ' αὐτω̃ν ἐν θυμω̨̃ πλαγίω̨ καὶ ἀπολω̃ αὐτοὺς ἐν τη̨̃ γη̨̃ τω̃ν ἐχθρω̃ν αὐτω̃ν τότε ἐντραπήσεται ἡ καρδία αὐτω̃ν ἡ ἀπερίτμητος καὶ τότε εὐδοκήσουσιν τὰς ἁμαρτίας αὐτω̃ν |
42 καὶ μνησθήσομαι τη̃ς διαθήκης Ιακωβ καὶ τη̃ς διαθήκης Ισαακ καὶ τη̃ς διαθήκης Αβρααμ μνησθήσομαι καὶ τη̃ς γη̃ς μνησθήσομαι |
43 καὶ ἡ γη̃ ἐγκαταλειφθήσεται ὑπ' αὐτω̃ν τότε προσδέξεται ἡ γη̃ τὰ σάββατα αὐτη̃ς ἐν τω̨̃ ἐρημωθη̃ναι αὐτὴν δι' αὐτούς καὶ αὐτοὶ προσδέξονται τὰς αὐτω̃ν ἀνομίας ἀνθ' ὡ̃ν τὰ κρίματά μου ὑπερει̃δον καὶ τοι̃ς προστάγμασίν μου προσώχθισαν τη̨̃ ψυχη̨̃ αὐτω̃ν |
44 καὶ οὐδ' ὡ̃ς ὄντων αὐτω̃ν ἐν τη̨̃ γη̨̃ τω̃ν ἐχθρω̃ν αὐτω̃ν οὐχ ὑπερει̃δον αὐτοὺς οὐδὲ προσώχθισα αὐτοι̃ς ὥστε ἐξαναλω̃σαι αὐτοὺς του̃ διασκεδάσαι τὴν διαθήκην μου τὴν πρὸς αὐτούς ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτω̃ν |
45 καὶ μνησθήσομαι αὐτω̃ν τη̃ς διαθήκης τη̃ς προτέρας ὅτε ἐξήγαγον αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου ἐξ οἴκου δουλείας ἔναντι τω̃ν ἐθνω̃ν του̃ εἰ̃ναι αὐτω̃ν θεός ἐγώ εἰμι κύριος |
46 ταυ̃τα τὰ κρίματα καὶ τὰ προστάγματα καὶ ὁ νόμος ὃν ἔδωκεν κύριος ἀνὰ μέσον αὐτου̃ καὶ ἀνὰ μέσον τω̃ν υἱω̃ν Ισραηλ ἐν τω̨̃ ὄρει Σινα ἐν χειρὶ Μωυση̃ |