Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΛΕΥΙΤΙΚΟΝ, κεφαλίς 27

καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐρει̃ς αὐτοι̃ς ὃς ἂν εὔξηται εὐχὴν ὥστε τιμὴν τη̃ς ψυχη̃ς αὐτου̃ τω̨̃ κυρίω̨
ἔσται ἡ τιμὴ του̃ ἄρσενος ἀπὸ εἰκοσαετου̃ς ἕως ἑξηκονταετου̃ς ἔσται αὐτου̃ ἡ τιμὴ πεντήκοντα δίδραχμα ἀργυρίου τω̨̃ σταθμω̨̃ τω̨̃ ἁγίω̨
τη̃ς δὲ θηλείας ἔσται ἡ συντίμησις τριάκοντα δίδραχμα
ἐὰν δὲ ἀπὸ πενταετου̃ς ἕως εἴκοσι ἐτω̃ν ἔσται ἡ τιμὴ του̃ ἄρσενος εἴκοσι δίδραχμα τη̃ς δὲ θηλείας δέκα δίδραχμα
ἀπὸ δὲ μηνιαίου ἕως πενταετου̃ς ἔσται ἡ τιμὴ του̃ ἄρσενος πέντε δίδραχμα ἀργυρίου τη̃ς δὲ θηλείας τρία δίδραχμα
ἐὰν δὲ ἀπὸ ἑξηκονταετω̃ν καὶ ἐπάνω ἐὰν μὲν ἄρσεν ἠ̨̃ ἔσται ἡ τιμὴ πεντεκαίδεκα δίδραχμα ἀργυρίου ἐὰν δὲ θήλεια δέκα δίδραχμα
ἐὰν δὲ ταπεινὸς ἠ̨̃ τη̨̃ τιμη̨̃ στήσεται ἐναντίον του̃ ἱερέως καὶ τιμήσεται αὐτὸν ὁ ἱερεύς καθάπερ ἰσχύει ἡ χεὶρ του̃ εὐξαμένου τιμήσεται αὐτὸν ὁ ἱερεύς
ἐὰν δὲ ἀπὸ τω̃ν κτηνω̃ν τω̃ν προσφερομένων ἀπ' αὐτω̃ν δω̃ρον τω̨̃ κυρίω̨ ὃς ἂν δω̨̃ ἀπὸ τούτων τω̨̃ κυρίω̨ ἔσται ἅγιον
10 οὐκ ἀλλάξει αὐτὸ καλὸν πονηρω̨̃ οὐδὲ πονηρὸν καλω̨̃ ἐὰν δὲ ἀλλάσσων ἀλλάξη̨ αὐτὸ κτη̃νος κτήνει ἔσται αὐτὸ καὶ τὸ ἄλλαγμα ἅγια
11 ἐὰν δὲ πα̃ν κτη̃νος ἀκάθαρτον ἀφ' ὡ̃ν οὐ προσφέρεται ἀπ' αὐτω̃ν δω̃ρον τω̨̃ κυρίω̨ στήσει τὸ κτη̃νος ἔναντι του̃ ἱερέως
12 καὶ τιμήσεται αὐτὸ ὁ ἱερεὺς ἀνὰ μέσον καλου̃ καὶ ἀνὰ μέσον πονηρου̃ καὶ καθότι ἂν τιμήσεται ὁ ἱερεύς οὕτως στήσεται
13 ἐὰν δὲ λυτρούμενος λυτρώσηται αὐτό προσθήσει τὸ ἐπίπεμπτον πρὸς τὴν τιμὴν αὐτου̃
14 καὶ ἄνθρωπος ὃς ἂν ἁγιάση̨ τὴν οἰκίαν αὐτου̃ ἁγίαν τω̨̃ κυρίω̨ καὶ τιμήσεται αὐτὴν ὁ ἱερεὺς ἀνὰ μέσον καλη̃ς καὶ ἀνὰ μέσον πονηρα̃ς ὡς ἂν τιμήσεται αὐτὴν ὁ ἱερεύς οὕτως σταθήσεται
15 ἐὰν δὲ ὁ ἁγιάσας αὐτὴν λυτρω̃ται τὴν οἰκίαν αὐτου̃ προσθήσει ἐπ' αὐτὸ τὸ ἐπίπεμπτον του̃ ἀργυρίου τη̃ς τιμη̃ς καὶ ἔσται αὐτω̨̃
16 ἐὰν δὲ ἀπὸ του̃ ἀγρου̃ τη̃ς κατασχέσεως αὐτου̃ ἁγιάση̨ ἄνθρωπος τω̨̃ κυρίω̨ καὶ ἔσται ἡ τιμὴ κατὰ τὸν σπόρον αὐτου̃ κόρου κριθω̃ν πεντήκοντα δίδραχμα ἀργυρίου
17 ἐὰν δὲ ἀπὸ του̃ ἐνιαυτου̃ τη̃ς ἀφέσεως ἁγιάση̨ τὸν ἀγρὸν αὐτου̃ κατὰ τὴν τιμὴν αὐτου̃ στήσεται
18 ἐὰν δὲ ἔσχατον μετὰ τὴν ἄφεσιν ἁγιάση̨ τὸν ἀγρὸν αὐτου̃ προσλογιει̃ται αὐτω̨̃ ὁ ἱερεὺς τὸ ἀργύριον ἐπὶ τὰ ἔτη τὰ ἐπίλοιπα ἕως εἰς τὸν ἐνιαυτὸν τη̃ς ἀφέσεως καὶ ἀνθυφαιρεθήσεται ἀπὸ τη̃ς συντιμήσεως αὐτου̃
19 ἐὰν δὲ λυτρω̃ται τὸν ἀγρὸν ὁ ἁγιάσας αὐτόν προσθήσει τὸ ἐπίπεμπτον του̃ ἀργυρίου πρὸς τὴν τιμὴν αὐτου̃ καὶ ἔσται αὐτω̨̃
20 ἐὰν δὲ μὴ λυτρω̃ται τὸν ἀγρὸν καὶ ἀποδω̃ται τὸν ἀγρὸν ἀνθρώπω̨ ἑτέρω̨ οὐκέτι μὴ λυτρώσηται αὐτόν
21 ἀλλ' ἔσται ὁ ἀγρὸς ἐξεληλυθυίας τη̃ς ἀφέσεως ἅγιος τω̨̃ κυρίω̨ ὥσπερ ἡ γη̃ ἡ ἀφωρισμένη τω̨̃ ἱερει̃ ἔσται κατάσχεσις
22 ἐὰν δὲ ἀπὸ του̃ ἀγρου̃ οὑ̃ κέκτηται ὃς οὐκ ἔστιν ἀπὸ του̃ ἀγρου̃ τη̃ς κατασχέσεως αὐτου̃ ἁγιάση̨ τω̨̃ κυρίω̨
23 λογιει̃ται πρὸς αὐτὸν ὁ ἱερεὺς τὸ τέλος τη̃ς τιμη̃ς ἐκ του̃ ἐνιαυτου̃ τη̃ς ἀφέσεως καὶ ἀποδώσει τὴν τιμὴν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἅγιον τω̨̃ κυρίω̨
24 καὶ ἐν τω̨̃ ἐνιαυτω̨̃ τη̃ς ἀφέσεως ἀποδοθήσεται ὁ ἀγρὸς τω̨̃ ἀνθρώπω̨ παρ' οὑ̃ κέκτηται αὐτόν οὑ̃ ἠ̃ν ἡ κατάσχεσις τη̃ς γη̃ς
25 καὶ πα̃σα τιμὴ ἔσται σταθμίοις ἁγίοις εἴκοσι ὀβολοὶ ἔσται τὸ δίδραχμον
26 καὶ πα̃ν πρωτότοκον ὃ ἂν γένηται ἐν τοι̃ς κτήνεσίν σου ἔσται τω̨̃ κυρίω̨ καὶ οὐ καθαγιάσει οὐθεὶς αὐτό ἐάν τε μόσχον ἐάν τε πρόβατον τω̨̃ κυρίω̨ ἐστίν
27 ἐὰν δὲ τω̃ν τετραπόδων τω̃ν ἀκαθάρτων ἀλλάξει κατὰ τὴν τιμὴν αὐτου̃ καὶ προσθήσει τὸ ἐπίπεμπτον πρὸς αὐτό καὶ ἔσται αὐτω̨̃ ἐὰν δὲ μὴ λυτρω̃ται πραθήσεται κατὰ τὸ τίμημα αὐτου̃
28 πα̃ν δὲ ἀνάθεμα ὃ ἐὰν ἀναθη̨̃ ἄνθρωπος τω̨̃ κυρίω̨ ἀπὸ πάντων ὅσα αὐτω̨̃ ἐστιν ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἀπὸ ἀγρου̃ κατασχέσεως αὐτου̃ οὐκ ἀποδώσεται οὐδὲ λυτρώσεται πα̃ν ἀνάθεμα ἅγιον ἁγίων ἔσται τω̨̃ κυρίω̨
29 καὶ πα̃ν ὃ ἐὰν ἀνατεθη̨̃ ἀπὸ τω̃ν ἀνθρώπων οὐ λυτρωθήσεται ἀλλὰ θανάτω̨ θανατωθήσεται
30 πα̃σα δεκάτη τη̃ς γη̃ς ἀπὸ του̃ σπέρματος τη̃ς γη̃ς καὶ του̃ καρπου̃ του̃ ξυλίνου τω̨̃ κυρίω̨ ἐστίν ἅγιον τω̨̃ κυρίω̨
31 ἐὰν δὲ λυτρω̃ται λύτρω̨ ἄνθρωπος τὴν δεκάτην αὐτου̃ τὸ ἐπίπεμπτον προσθήσει πρὸς αὐτό καὶ ἔσται αὐτω̨̃
32 καὶ πα̃σα δεκάτη βοω̃ν καὶ προβάτων καὶ πα̃ν ὃ ἐὰν ἔλθη̨ ἐν τω̨̃ ἀριθμω̨̃ ὑπὸ τὴν ῥάβδον τὸ δέκατον ἔσται ἅγιον τω̨̃ κυρίω̨
33 οὐκ ἀλλάξεις καλὸν πονηρω̨̃ ἐὰν δὲ ἀλλάσσων ἀλλάξη̨ς αὐτό καὶ τὸ ἄλλαγμα αὐτου̃ ἔσται ἅγιον οὐ λυτρωθήσεται
34 αὑ̃ταί εἰσιν αἱ ἐντολαί ἃς ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃ πρὸς τοὺς υἱοὺς Ισραηλ ἐν τω̨̃ ὄρει Σινα
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.