Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΛΕΥΙΤΙΚΟΝ, κεφαλίς 11

καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων λέγων
λαλήσατε τοι̃ς υἱοι̃ς Ισραηλ λέγοντες ταυ̃τα τὰ κτήνη ἃ φάγεσθε ἀπὸ πάντων τω̃ν κτηνω̃ν τω̃ν ἐπὶ τη̃ς γη̃ς
πα̃ν κτη̃νος διχηλου̃ν ὁπλὴν καὶ ὀνυχιστη̃ρας ὀνυχίζον δύο χηλω̃ν καὶ ἀνάγον μηρυκισμὸν ἐν τοι̃ς κτήνεσιν ταυ̃τα φάγεσθε
πλὴν ἀπὸ τούτων οὐ φάγεσθε ἀπὸ τω̃ν ἀναγόντων μηρυκισμὸν καὶ ἀπὸ τω̃ν διχηλούντων τὰς ὁπλὰς καὶ ὀνυχιζόντων ὀνυχιστη̃ρας τὸν κάμηλον ὅτι ἀνάγει μηρυκισμὸν του̃το ὁπλὴν δὲ οὐ διχηλει̃ ἀκάθαρτον του̃το ὑμι̃ν
καὶ τὸν δασύποδα ὅτι ἀνάγει μηρυκισμὸν του̃το καὶ ὁπλὴν οὐ διχηλει̃ ἀκάθαρτον του̃το ὑμι̃ν
καὶ τὸν χοιρογρύλλιον ὅτι ἀνάγει μηρυκισμὸν του̃το καὶ ὁπλὴν οὐ διχηλει̃ ἀκάθαρτον του̃το ὑμι̃ν
καὶ τὸν ὑ̃ν ὅτι διχηλει̃ ὁπλὴν του̃το καὶ ὀνυχίζει ὄνυχας ὁπλη̃ς καὶ του̃το οὐκ ἀνάγει μηρυκισμόν ἀκάθαρτον του̃το ὑμι̃ν
ἀπὸ τω̃ν κρεω̃ν αὐτω̃ν οὐ φάγεσθε καὶ τω̃ν θνησιμαίων αὐτω̃ν οὐχ ἅψεσθε ἀκάθαρτα ταυ̃τα ὑμι̃ν
καὶ ταυ̃τα ἃ φάγεσθε ἀπὸ πάντων τω̃ν ἐν τοι̃ς ὕδασιν πάντα ὅσα ἐστὶν αὐτοι̃ς πτερύγια καὶ λεπίδες ἐν τοι̃ς ὕδασιν καὶ ἐν ται̃ς θαλάσσαις καὶ ἐν τοι̃ς χειμάρροις ταυ̃τα φάγεσθε
10 καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοι̃ς πτερύγια οὐδὲ λεπίδες ἐν τω̨̃ ὕδατι ἢ ἐν ται̃ς θαλάσσαις καὶ ἐν τοι̃ς χειμάρροις ἀπὸ πάντων ὡ̃ν ἐρεύγεται τὰ ὕδατα καὶ ἀπὸ πάσης ψυχη̃ς ζώσης τη̃ς ἐν τω̨̃ ὕδατι βδέλυγμά ἐστιν
11 καὶ βδελύγματα ἔσονται ὑμι̃ν ἀπὸ τω̃ν κρεω̃ν αὐτω̃ν οὐκ ἔδεσθε καὶ τὰ θνησιμαι̃α αὐτω̃ν βδελύξεσθε
12 καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοι̃ς πτερύγια καὶ λεπίδες τω̃ν ἐν τω̨̃ ὕδατι βδέλυγμα του̃τό ἐστιν ὑμι̃ν
13 καὶ ταυ̃τα βδελύξεσθε ἀπὸ τω̃ν πετεινω̃ν καὶ οὐ βρωθήσεται βδέλυγμά ἐστιν τὸν ἀετὸν καὶ τὸν γρύπα καὶ τὸν ἁλιαίετον
14 καὶ τὸν γύπα καὶ ἰκτι̃να καὶ τὰ ὅμοια αὐτω̨̃
15 καὶ κόρακα καὶ τὰ ὅμοια αὐτω̨̃
16 καὶ στρουθὸν καὶ γλαυ̃κα καὶ λάρον καὶ τὰ ὅμοια αὐτω̨̃ καὶ ἱέρακα καὶ τὰ ὅμοια αὐτω̨̃
17 καὶ νυκτικόρακα καὶ καταρράκτην καὶ ἰ̃βιν
18 καὶ πορφυρίωνα καὶ πελεκα̃να καὶ κύκνον
19 καὶ γλαυ̃κα καὶ ἐρωδιὸν καὶ χαραδριὸν καὶ τὰ ὅμοια αὐτω̨̃ καὶ ἔποπα καὶ νυκτερίδα
20 καὶ πάντα τὰ ἑρπετὰ τω̃ν πετεινω̃ν ἃ πορεύεται ἐπὶ τέσσαρα βδελύγματά ἐστιν ὑμι̃ν
21 ἀλλὰ ταυ̃τα φάγεσθε ἀπὸ τω̃ν ἑρπετω̃ν τω̃ν πετεινω̃ν ἃ πορεύεται ἐπὶ τέσσαρα ἃ ἔχει σκέλη ἀνώτερον τω̃ν ποδω̃ν αὐτου̃ πηδα̃ν ἐν αὐτοι̃ς ἐπὶ τη̃ς γη̃ς
22 καὶ ταυ̃τα φάγεσθε ἀπ' αὐτω̃ν τὸν βρου̃χον καὶ τὰ ὅμοια αὐτω̨̃ καὶ τὸν ἀττάκην καὶ τὰ ὅμοια αὐτω̨̃ καὶ τὴν ἀκρίδα καὶ τὰ ὅμοια αὐτη̨̃ καὶ τὸν ὀφιομάχην καὶ τὰ ὅμοια αὐτω̨̃
23 πα̃ν ἑρπετὸν ἀπὸ τω̃ν πετεινω̃ν οἱ̃ς ἐστιν τέσσαρες πόδες βδέλυγμά ἐστιν ὑμι̃ν
24 καὶ ἐν τούτοις μιανθήσεσθε πα̃ς ὁ ἁπτόμενος τω̃ν θνησιμαίων αὐτω̃ν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας
25 καὶ πα̃ς ὁ αἴρων τω̃ν θνησιμαίων αὐτω̃ν πλυνει̃ τὰ ἱμάτια καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας
26 ἐν πα̃σιν τοι̃ς κτήνεσιν ὅ ἐστιν διχηλου̃ν ὁπλὴν καὶ ὀνυχιστη̃ρας ὀνυχίζει καὶ μηρυκισμὸν οὐ μαρυκα̃ται ἀκάθαρτα ἔσονται ὑμι̃ν πα̃ς ὁ ἁπτόμενος τω̃ν θνησιμαίων αὐτω̃ν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας
27 καὶ πα̃ς ὃς πορεύεται ἐπὶ χειρω̃ν ἐν πα̃σι τοι̃ς θηρίοις ἃ πορεύεται ἐπὶ τέσσαρα ἀκάθαρτα ἔσται ὑμι̃ν πα̃ς ὁ ἁπτόμενος τω̃ν θνησιμαίων αὐτω̃ν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας
28 καὶ ὁ αἴρων τω̃ν θνησιμαίων αὐτω̃ν πλυνει̃ τὰ ἱμάτια καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας ἀκάθαρτα ταυ̃τα ὑμι̃ν ἐστιν
29 καὶ ταυ̃τα ὑμι̃ν ἀκάθαρτα ἀπὸ τω̃ν ἑρπετω̃ν τω̃ν ἑρπόντων ἐπὶ τη̃ς γη̃ς ἡ γαλη̃ καὶ ὁ μυ̃ς καὶ ὁ κροκόδειλος ὁ χερσαι̃ος
30 μυγαλη̃ καὶ χαμαιλέων καὶ καλαβώτης καὶ σαύρα καὶ ἀσπάλαξ
31 ταυ̃τα ἀκάθαρτα ὑμι̃ν ἀπὸ πάντων τω̃ν ἑρπετω̃ν τω̃ν ἐπὶ τη̃ς γη̃ς πα̃ς ὁ ἁπτόμενος αὐτω̃ν τεθνηκότων ἀκάθαρτος ἔσται ἕως ἑσπέρας
32 καὶ πα̃ν ἐφ' ὃ ἂν ἐπιπέση̨ ἀπ' αὐτω̃ν τεθνηκότων αὐτω̃ν ἀκάθαρτον ἔσται ἀπὸ παντὸς σκεύους ξυλίνου ἢ ἱματίου ἢ δέρματος ἢ σάκκου πα̃ν σκευ̃ος ὃ ἐὰν ποιηθη̨̃ ἔργον ἐν αὐτω̨̃ εἰς ὕδωρ βαφήσεται καὶ ἀκάθαρτον ἔσται ἕως ἑσπέρας καὶ καθαρὸν ἔσται
33 καὶ πα̃ν σκευ̃ος ὀστράκινον εἰς ὃ ἐὰν πέση̨ ἀπὸ τούτων ἔνδον ὅσα ἐὰν ἔνδον ἠ̨̃ ἀκάθαρτα ἔσται καὶ αὐτὸ συντριβήσεται
34 καὶ πα̃ν βρω̃μα ὃ ἔσθεται εἰς ὃ ἐὰν ἐπέλθη̨ ἐπ' αὐτὸ ὕδωρ ἀκάθαρτον ἔσται καὶ πα̃ν ποτόν ὃ πίνεται ἐν παντὶ ἀγγείω̨ ἀκάθαρτον ἔσται
35 καὶ πα̃ν ὃ ἐὰν πέση̨ ἀπὸ τω̃ν θνησιμαίων αὐτω̃ν ἐπ' αὐτό ἀκάθαρτον ἔσται κλίβανοι καὶ κυθρόποδες καθαιρεθήσονται ἀκάθαρτα ταυ̃τά ἐστιν καὶ ἀκάθαρτα ταυ̃τα ὑμι̃ν ἔσονται
36 πλὴν πηγω̃ν ὑδάτων καὶ λάκκου καὶ συναγωγη̃ς ὕδατος ἔσται καθαρόν ὁ δὲ ἁπτόμενος τω̃ν θνησιμαίων αὐτω̃ν ἀκάθαρτος ἔσται
37 ἐὰν δὲ ἐπιπέση̨ τω̃ν θνησιμαίων αὐτω̃ν ἐπὶ πα̃ν σπέρμα σπόριμον ὃ σπαρήσεται καθαρὸν ἔσται
38 ἐὰν δὲ ἐπιχυθη̨̃ ὕδωρ ἐπὶ πα̃ν σπέρμα καὶ ἐπιπέση̨ τω̃ν θνησιμαίων αὐτω̃ν ἐπ' αὐτό ἀκάθαρτόν ἐστιν ὑμι̃ν
39 ἐὰν δὲ ἀποθάνη̨ τω̃ν κτηνω̃ν ὅ ἐστιν ὑμι̃ν του̃το φαγει̃ν ὁ ἁπτόμενος τω̃ν θνησιμαίων αὐτω̃ν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας
40 καὶ ὁ ἐσθίων ἀπὸ τω̃ν θνησιμαίων τούτων πλυνει̃ τὰ ἱμάτια καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας καὶ ὁ αἴρων ἀπὸ θνησιμαίων αὐτω̃ν πλυνει̃ τὰ ἱμάτια καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας
41 καὶ πα̃ν ἑρπετόν ὃ ἕρπει ἐπὶ τη̃ς γη̃ς βδέλυγμα του̃το ἔσται ὑμι̃ν οὐ βρωθήσεται
42 καὶ πα̃ς ὁ πορευόμενος ἐπὶ κοιλίας καὶ πα̃ς ὁ πορευόμενος ἐπὶ τέσσαρα διὰ παντός ὃ πολυπληθει̃ ποσὶν ἐν πα̃σιν τοι̃ς ἑρπετοι̃ς τοι̃ς ἕρπουσιν ἐπὶ τη̃ς γη̃ς οὐ φάγεσθε αὐτό ὅτι βδέλυγμα ὑμι̃ν ἐστιν
43 καὶ οὐ μὴ βδελύξητε τὰς ψυχὰς ὑμω̃ν ἐν πα̃σι τοι̃ς ἑρπετοι̃ς τοι̃ς ἕρπουσιν ἐπὶ τη̃ς γη̃ς καὶ οὐ μιανθήσεσθε ἐν τούτοις καὶ οὐκ ἀκάθαρτοι ἔσεσθε ἐν αὐτοι̃ς
44 ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν καὶ ἁγιασθήσεσθε καὶ ἅγιοι ἔσεσθε ὅτι ἅγιός εἰμι ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν καὶ οὐ μιανει̃τε τὰς ψυχὰς ὑμω̃ν ἐν πα̃σιν τοι̃ς ἑρπετοι̃ς τοι̃ς κινουμένοις ἐπὶ τη̃ς γη̃ς
45 ὅτι ἐγώ εἰμι κύριος ὁ ἀναγαγὼν ὑμα̃ς ἐκ γη̃ς Αἰγύπτου εἰ̃ναι ὑμω̃ν θεός καὶ ἔσεσθε ἅγιοι ὅτι ἅγιός εἰμι ἐγὼ κύριος
46 οὑ̃τος ὁ νόμος περὶ τω̃ν κτηνω̃ν καὶ τω̃ν πετεινω̃ν καὶ πάσης ψυχη̃ς τη̃ς κινουμένης ἐν τω̨̃ ὕδατι καὶ πάσης ψυχη̃ς ἑρπούσης ἐπὶ τη̃ς γη̃ς
47 διαστει̃λαι ἀνὰ μέσον τω̃ν ἀκαθάρτων καὶ ἀνὰ μέσον τω̃ν καθαρω̃ν καὶ ἀνὰ μέσον τω̃ν ζωογονούντων τὰ ἐσθιόμενα καὶ ἀνὰ μέσον τω̃ν ζωογονούντων τὰ μὴ ἐσθιόμενα
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.