Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΛΕΥΙΤΙΚΟΝ, κεφαλίς 12

καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς γυνή ἥτις ἐὰν σπερματισθη̨̃ καὶ τέκη̨ ἄρσεν καὶ ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας κατὰ τὰς ἡμέρας του̃ χωρισμου̃ τη̃ς ἀφέδρου αὐτη̃ς ἀκάθαρτος ἔσται
καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ περιτεμει̃ τὴν σάρκα τη̃ς ἀκροβυστίας αὐτου̃
καὶ τριάκοντα ἡμέρας καὶ τρει̃ς καθήσεται ἐν αἵματι ἀκαθάρτω̨ αὐτη̃ς παντὸς ἁγίου οὐχ ἅψεται καὶ εἰς τὸ ἁγιαστήριον οὐκ εἰσελεύσεται ἕως ἂν πληρωθω̃σιν αἱ ἡμέραι καθάρσεως αὐτη̃ς
ἐὰν δὲ θη̃λυ τέκη̨ καὶ ἀκάθαρτος ἔσται δὶς ἑπτὰ ἡμέρας κατὰ τὴν ἄφεδρον καὶ ἑξήκοντα ἡμέρας καὶ ἓξ καθεσθήσεται ἐν αἵματι ἀκαθάρτω̨ αὐτη̃ς
καὶ ὅταν ἀναπληρωθω̃σιν αἱ ἡμέραι καθάρσεως αὐτη̃ς ἐφ' υἱω̨̃ ἢ ἐπὶ θυγατρί προσοίσει ἀμνὸν ἐνιαύσιον ἄμωμον εἰς ὁλοκαύτωμα καὶ νεοσσὸν περιστερα̃ς ἢ τρυγόνα περὶ ἁμαρτίας ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου πρὸς τὸν ἱερέα
καὶ προσοίσει ἔναντι κυρίου καὶ ἐξιλάσεται περὶ αὐτη̃ς ὁ ἱερεὺς καὶ καθαριει̃ αὐτὴν ἀπὸ τη̃ς πηγη̃ς του̃ αἵματος αὐτη̃ς οὑ̃τος ὁ νόμος τη̃ς τικτούσης ἄρσεν ἢ θη̃λυ
ἐὰν δὲ μὴ εὑρίσκη̨ ἡ χεὶρ αὐτη̃ς τὸ ἱκανὸν εἰς ἀμνόν καὶ λήμψεται δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερω̃ν μίαν εἰς ὁλοκαύτωμα καὶ μίαν περὶ ἁμαρτίας καὶ ἐξιλάσεται περὶ αὐτη̃ς ὁ ἱερεύς καὶ καθαρισθήσεται
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.