Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΘΡΗΝΟΙ, κεφαλίς 1

1 πω̃ς ἐκάθισεν μόνη ἡ πόλις ἡ πεπληθυμμένη λαω̃ν ἐγενήθη ὡς χήρα πεπληθυμμένη ἐν ἔθνεσιν ἄρχουσα ἐν χώραις ἐγενήθη εἰς φόρον
2 κλαίουσα ἔκλαυσεν ἐν νυκτί καὶ τὰ δάκρυα αὐτη̃ς ἐπὶ τω̃ν σιαγόνων αὐτη̃ς καὶ οὐχ ὑπάρχει ὁ παρακαλω̃ν αὐτὴν ἀπὸ πάντων τω̃ν ἀγαπώντων αὐτήν πάντες οἱ φιλου̃ντες αὐτὴν ἠθέτησαν ἐν αὐτη̨̃ ἐγένοντο αὐτη̨̃ εἰς ἐχθρούς
3 μετω̨κίσθη ἡ Ιουδαία ἀπὸ ταπεινώσεως αὐτη̃ς καὶ ἀπὸ πλήθους δουλείας αὐτη̃ς ἐκάθισεν ἐν ἔθνεσιν οὐχ εὑ̃ρεν ἀνάπαυσιν πάντες οἱ καταδιώκοντες αὐτὴν κατέλαβον αὐτὴν ἀνὰ μέσον τω̃ν θλιβόντων
4 ὁδοὶ Σιων πενθου̃σιν παρὰ τὸ μὴ εἰ̃ναι ἐρχομένους ἐν ἑορτη̨̃ πα̃σαι αἱ πύλαι αὐτη̃ς ἠφανισμέναι οἱ ἱερει̃ς αὐτη̃ς ἀναστενάζουσιν αἱ παρθένοι αὐτη̃ς ἀγόμεναι καὶ αὐτὴ πικραινομένη ἐν ἑαυτη̨̃
5 ἐγένοντο οἱ θλίβοντες αὐτὴν εἰς κεφαλήν καὶ οἱ ἐχθροὶ αὐτη̃ς εὐθηνου̃σαν ὅτι κύριος ἐταπείνωσεν αὐτὴν ἐπὶ τὸ πλη̃θος τω̃ν ἀσεβειω̃ν αὐτη̃ς τὰ νήπια αὐτη̃ς ἐπορεύθησαν ἐν αἰχμαλωσία̨ κατὰ πρόσωπον θλίβοντος
6 καὶ ἐξη̃λθεν ἐκ θυγατρὸς Σιων πα̃σα ἡ εὐπρέπεια αὐτη̃ς ἐγένοντο οἱ ἄρχοντες αὐτη̃ς ὡς κριοὶ οὐχ εὑρίσκοντες νομὴν καὶ ἐπορεύοντο ἐν οὐκ ἰσχύι κατὰ πρόσωπον διώκοντος
7 ἐμνήσθη Ιερουσαλημ ἡμερω̃ν ταπεινώσεως αὐτη̃ς καὶ ἀπωσμω̃ν αὐτη̃ς πάντα τὰ ἐπιθυμήματα αὐτη̃ς ὅσα ἠ̃ν ἐξ ἡμερω̃ν ἀρχαίων ἐν τω̨̃ πεσει̃ν τὸν λαὸν αὐτη̃ς εἰς χει̃ρας θλίβοντος καὶ οὐκ ἠ̃ν ὁ βοηθω̃ν αὐτη̨̃ ἰδόντες οἱ ἐχθροὶ αὐτη̃ς ἐγέλασαν ἐπὶ μετοικεσία̨ αὐτη̃ς
8 ἁμαρτίαν ἥμαρτεν Ιερουσαλημ διὰ του̃το εἰς σάλον ἐγένετο πάντες οἱ δοξάζοντες αὐτὴν ἐταπείνωσαν αὐτήν εἰ̃δον γὰρ τὴν ἀσχημοσύνην αὐτη̃ς καί γε αὐτὴ στενάζουσα καὶ ἀπεστράφη ὀπίσω
9 ἀκαθαρσία αὐτη̃ς πρὸς ποδω̃ν αὐτη̃ς οὐκ ἐμνήσθη ἔσχατα αὐτη̃ς καὶ κατεβίβασεν ὑπέρογκα οὐκ ἔστιν ὁ παρακαλω̃ν αὐτήν ἰδέ κύριε τὴν ταπείνωσίν μου ὅτι ἐμεγαλύνθη ἐχθρός
10 χει̃ρα αὐτου̃ ἐξεπέτασεν θλίβων ἐπὶ πάντα τὰ ἐπιθυμήματα αὐτη̃ς εἰ̃δεν γὰρ ἔθνη εἰσελθόντα εἰς τὸ ἁγίασμα αὐτη̃ς ἃ ἐνετείλω μὴ εἰσελθει̃ν αὐτὰ εἰς ἐκκλησίαν σου
11 πα̃ς ὁ λαὸς αὐτη̃ς καταστενάζοντες ζητου̃ντες ἄρτον ἔδωκαν τὰ ἐπιθυμήματα αὐτη̃ς ἐν βρώσει του̃ ἐπιστρέψαι ψυχήν ἰδέ κύριε καὶ ἐπίβλεψον ὅτι ἐγενήθην ἠτιμωμένη
12 οὐ πρὸς ὑμα̃ς πάντες οἱ παραπορευόμενοι ὁδόν ἐπιστρέψατε καὶ ἴδετε εἰ ἔστιν ἄλγος κατὰ τὸ ἄλγος μου ὃ ἐγενήθη φθεγξάμενος ἐν ἐμοὶ ἐταπείνωσέν με κύριος ἐν ἡμέρα̨ ὀργη̃ς θυμου̃ αὐτου̃
13 ἐξ ὕψους αὐτου̃ ἀπέστειλεν πυ̃ρ ἐν τοι̃ς ὀστέοις μου κατήγαγεν αὐτό διεπέτασεν δίκτυον τοι̃ς ποσίν μου ἀπέστρεψέν με εἰς τὰ ὀπίσω ἔδωκέν με ἠφανισμένην ὅλην τὴν ἡμέραν ὀδυνωμένην
14 ἐγρηγορήθη ἐπὶ τὰ ἀσεβήματά μου ἐν χερσίν μου συνεπλάκησαν ἀνέβησαν ἐπὶ τὸν τράχηλόν μου ἠσθένησεν ἡ ἰσχύς μου ὅτι ἔδωκεν κύριος ἐν χερσίν μου ὀδύνας οὐ δυνήσομαι στη̃ναι
15 ἐξη̃ρεν πάντας τοὺς ἰσχυρούς μου ὁ κύριος ἐκ μέσου μου ἐκάλεσεν ἐπ' ἐμὲ καιρὸν του̃ συντρι̃ψαι ἐκλεκτούς μου ληνὸν ἐπάτησεν κύριος παρθένω̨ θυγατρὶ Ιουδα ἐπὶ τούτοις ἐγὼ κλαίω
16 ὁ ὀφθαλμός μου κατήγαγεν ὕδωρ ὅτι ἐμακρύνθη ἀπ' ἐμου̃ ὁ παρακαλω̃ν με ὁ ἐπιστρέφων ψυχήν μου ἐγένοντο οἱ υἱοί μου ἠφανισμένοι ὅτι ἐκραταιώθη ὁ ἐχθρός
17 διεπέτασεν Σιων χει̃ρας αὐτη̃ς οὐκ ἔστιν ὁ παρακαλω̃ν αὐτήν ἐνετείλατο κύριος τω̨̃ Ιακωβ κύκλω̨ αὐτου̃ οἱ θλίβοντες αὐτόν ἐγενήθη Ιερουσαλημ εἰς ἀποκαθημένην ἀνὰ μέσον αὐτω̃ν
18 δίκαιός ἐστιν κύριος ὅτι τὸ στόμα αὐτου̃ παρεπίκρανα ἀκούσατε δή πάντες οἱ λαοί καὶ ἴδετε τὸ ἄλγος μου παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύθησαν ἐν αἰχμαλωσία̨
19 ἐκάλεσα τοὺς ἐραστάς μου αὐτοὶ δὲ παρελογίσαντό με οἱ ἱερει̃ς μου καὶ οἱ πρεσβύτεροί μου ἐν τη̨̃ πόλει ἐξέλιπον ὅτι ἐζήτησαν βρω̃σιν αὐτοι̃ς ἵνα ἐπιστρέψωσιν ψυχὰς αὐτω̃ν καὶ οὐχ εὑ̃ρον
20 ἰδέ κύριε ὅτι θλίβομαι ἡ κοιλία μου ἐταράχθη καὶ ἡ καρδία μου ἐστράφη ἐν ἐμοί ὅτι παραπικραίνουσα παρεπίκρανα ἔξωθεν ἠτέκνωσέν με μάχαιρα ὥσπερ θάνατος ἐν οἴκω̨
21 ἀκούσατε δὴ ὅτι στενάζω ἐγώ οὐκ ἔστιν ὁ παρακαλω̃ν με πάντες οἱ ἐχθροί μου ἤκουσαν τὰ κακά μου καὶ ἐχάρησαν ὅτι σὺ ἐποίησας ἐπήγαγες ἡμέραν ἐκάλεσας καιρόν καὶ ἐγένοντο ὅμοιοι ἐμοί
22 εἰσέλθοι πα̃σα ἡ κακία αὐτω̃ν κατὰ πρόσωπόν σου καὶ ἐπιφύλλισον αὐτοι̃ς ὃν τρόπον ἐποίησαν ἐπιφυλλίδα περὶ πάντων τω̃ν ἁμαρτημάτων μου ὅτι πολλοὶ οἱ στεναγμοί μου καὶ ἡ καρδία μου λυπει̃ται

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.