Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΚΡΙΤΑΙ, κεφαλίς 17

1 καὶ ἐγένετο ἀνὴρ ἀπὸ ὄρους Εφραιμ καὶ ὄνομα αὐτω̨̃ Μιχαιας
2 καὶ εἰ̃πεν τη̨̃ μητρὶ αὐτου̃ οἱ χίλιοι καὶ ἑκατόν οὓς ἔλαβες ἀργυρίου σεαυτη̨̃ καί με ἠράσω καὶ προσει̃πας ἐν ὠσί μου ἰδοὺ τὸ ἀργύριον παρ' ἐμοί ἐγὼ ἔλαβον αὐτό καὶ εἰ̃πεν ἡ μήτηρ αὐτου̃ εὐλογητὸς ὁ υἱός μου τω̨̃ κυρίω̨
3 καὶ ἀπέδωκεν τοὺς χιλίους καὶ ἑκατὸν του̃ ἀργυρίου τη̨̃ μητρὶ αὐτου̃ καὶ εἰ̃πεν ἡ μήτηρ αὐτου̃ ἁγιάζουσα ἡγίακα τὸ ἀργύριον τω̨̃ κυρίω̨ ἐκ χειρός μου τω̨̃ υἱω̨̃ μου του̃ ποιη̃σαι γλυπτὸν καὶ χωνευτόν καὶ νυ̃ν ἀποδώσω σοι αὐτό
4 καὶ ἀπέδωκεν τὸ ἀργύριον τη̨̃ μητρὶ αὐτου̃ καὶ ἔλαβεν ἡ μήτηρ αὐτου̃ διακοσίους ἀργυρίου καὶ ἔδωκεν αὐτὸ ἀργυροκόπω̨ καὶ ἐποίησεν αὐτὸ γλυπτὸν καὶ χωνευτόν καὶ ἐγενήθη ἐν οἴκω̨ Μιχαια
5 καὶ ὁ οἰ̃κος Μιχαια αὐτω̨̃ οἰ̃κος θεου̃ καὶ ἐποίησεν εφωδ καὶ θαραφιν καὶ ἐπλήρωσεν τὴν χει̃ρα ἀπὸ ἑνὸς υἱω̃ν αὐτου̃ καὶ ἐγένετο αὐτω̨̃ εἰς ἱερέα
6 ἐν δὲ ται̃ς ἡμέραις ἐκείναις οὐκ ἠ̃ν βασιλεὺς ἐν Ισραηλ ἀνὴρ τὸ εὐθὲς ἐν ὀφθαλμοι̃ς αὐτου̃ ἐποίει
7 καὶ ἐγενήθη νεανίας ἐκ Βηθλεεμ δήμου Ιουδα καὶ αὐτὸς Λευίτης καὶ οὑ̃τος παρώ̨κει ἐκει̃
8 καὶ ἐπορεύθη ὁ ἀνὴρ ἀπὸ Βηθλεεμ τη̃ς πόλεως Ιουδα παροικη̃σαι ἐν ὡ̨̃ ἐὰν εὕρη̨ τόπω̨ καὶ ἠ̃λθεν ἕως ὄρους Εφραιμ καὶ ἕως οἴκου Μιχαια του̃ ποιη̃σαι ὁδὸν αὐτου̃
9 καὶ εἰ̃πεν αὐτω̨̃ Μιχαιας πόθεν ἔρχη̨ καὶ εἰ̃πεν πρὸς αὐτόν Λευίτης εἰμὶ ἀπὸ Βαιθλεεμ Ιουδα καὶ ἐγὼ πορεύομαι παροικη̃σαι ἐν ὡ̨̃ ἐὰν εὕρω τόπω̨
10 καὶ εἰ̃πεν αὐτω̨̃ Μιχαιας κάθου μετ' ἐμου̃ καὶ γίνου μοι εἰς πατέρα καὶ εἰς ἱερέα καὶ ἐγὼ δώσω σοι δέκα ἀργυρίου εἰς ἡμέραν καὶ στολὴν ἱματίων καὶ τὰ πρὸς ζωήν σου καὶ ἐπορεύθη ὁ Λευίτης
11 καὶ ἤρξατο παροικει̃ν παρὰ τω̨̃ ἀνδρί καὶ ἐγενήθη ὁ νεανίας παρ' αὐτω̨̃ ὡς εἱ̃ς ἀπὸ υἱω̃ν αὐτου̃
12 καὶ ἐπλήρωσεν Μιχαιας τὴν χει̃ρα του̃ Λευίτου καὶ ἐγένετο αὐτω̨̃ εἰς ἱερέα καὶ ἐγένετο ἐν οἴκω̨ Μιχαια
13 καὶ εἰ̃πεν Μιχαιας νυ̃ν ἔγνων ὅτι ἀγαθυνει̃ κύριος ἐμοί ὅτι ἐγένετό μοι ὁ Λευίτης εἰς ἱερέα
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.