Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΚΡΙΤΑΙ, κεφαλίς 10

καὶ ἀνέστη μετὰ Αβιμελεχ του̃ σω̃σαι τὸν Ισραηλ Θωλα υἱὸς Φουα υἱὸς πατραδέλφου αὐτου̃ ἀνὴρ Ισσαχαρ καὶ αὐτὸς ὤ̨κει ἐν Σαμιρ ἐν ὄρει Εφραιμ
καὶ ἔκρινεν τὸν Ισραηλ εἴκοσι τρία ἔτη καὶ ἀπέθανεν καὶ ἐτάφη ἐν Σαμιρ
καὶ ἀνέστη μετ' αὐτὸν Ιαϊρ ὁ Γαλααδ καὶ ἔκρινεν τὸν Ισραηλ εἴκοσι δύο ἔτη
καὶ ἠ̃σαν αὐτω̨̃ τριάκοντα καὶ δύο υἱοὶ ἐπιβαίνοντες ἐπὶ τριάκοντα δύο πώλους καὶ τριάκοντα δύο πόλεις αὐτοι̃ς καὶ ἐκάλουν αὐτὰς ἐπαύλεις Ιαϊρ ἕως τη̃ς ἡμέρας ταύτης ἐν γη̨̃ Γαλααδ
καὶ ἀπέθανεν Ιαϊρ καὶ ἐτάφη ἐν Ραμνων
καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιη̃σαι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐδούλευσαν τοι̃ς Βααλιμ καὶ ται̃ς Ασταρωθ καὶ τοι̃ς θεοι̃ς Αραδ καὶ τοι̃ς θεοι̃ς Σιδω̃νος καὶ τοι̃ς θεοι̃ς Μωαβ καὶ τοι̃ς θεοι̃ς υἱω̃ν Αμμων καὶ τοι̃ς θεοι̃ς Φυλιστιιμ καὶ ἐγκατέλιπον τὸν κύριον καὶ οὐκ ἐδούλευσαν αὐτω̨̃
καὶ ὠργίσθη θυμω̨̃ κύριος ἐν Ισραηλ καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ Φυλιστιιμ καὶ ἐν χειρὶ υἱω̃ν Αμμων
καὶ ἔθλιψαν καὶ ἔθλασαν τοὺς υἱοὺς Ισραηλ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ δέκα ὀκτὼ ἔτη τοὺς πάντας υἱοὺς Ισραηλ τοὺς ἐν τω̨̃ πέραν του̃ Ιορδάνου ἐν γη̨̃ του̃ Αμορρι του̃ ἐν Γαλααδ
καὶ διέβησαν οἱ υἱοὶ Αμμων τὸν Ιορδάνην παρατάξασθαι πρὸς Ιουδαν καὶ Βενιαμιν καὶ πρὸς Εφραιμ καὶ ἐθλίβη Ισραηλ σφόδρα
10 καὶ ἐβόησαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον λέγοντες ἡμάρτομέν σοι ὅτι ἐγκατελίπομεν τὸν θεὸν καὶ ἐδουλεύσαμεν τω̨̃ Βααλιμ
11 καὶ εἰ̃πεν κύριος πρὸς τοὺς υἱοὺς Ισραηλ μὴ οὐχὶ ἐξ Αἰγύπτου καὶ ἀπὸ του̃ Αμορραίου καὶ ἀπὸ υἱω̃ν Αμμων καὶ ἀπὸ Φυλιστιιμ
12 καὶ Σιδωνίων καὶ Αμαληκ καὶ Μαδιαμ οἳ ἔθλιψαν ὑμα̃ς καὶ ἐβοήσατε πρός με καὶ ἔσωσα ὑμα̃ς ἐκ χειρὸς αὐτω̃ν
13 καὶ ὑμει̃ς ἐγκατελίπετέ με καὶ ἐδουλεύσατε θεοι̃ς ἑτέροις διὰ του̃το οὐ προσθήσω του̃ σω̃σαι ὑμα̃ς
14 πορεύεσθε καὶ βοήσατε πρὸς τοὺς θεούς οὓς ἐξελέξασθε ἑαυτοι̃ς καὶ αὐτοὶ σωσάτωσαν ὑμα̃ς ἐν καιρω̨̃ θλίψεως ὑμω̃ν
15 καὶ εἰ̃παν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον ἡμάρτομεν ποίησον σὺ ἡμι̃ν κατὰ πα̃ν τὸ ἀγαθὸν ἐν ὀφθαλμοι̃ς σου πλὴν ἐξελου̃ ἡμα̃ς ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨
16 καὶ ἐξέκλιναν τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου αὐτω̃ν καὶ ἐδούλευσαν τω̨̃ κυρίω̨ μόνω̨ καὶ ὠλιγώθη ἡ ψυχὴ αὐτου̃ ἐν κόπω̨ Ισραηλ
17 καὶ ἀνέβησαν οἱ υἱοὶ Αμμων καὶ παρενέβαλον ἐν Γαλααδ καὶ συνήχθησαν οἱ υἱοὶ Ισραηλ καὶ παρενέβαλον ἐν τη̨̃ σκοπια̨̃
18 καὶ εἰ̃πον ὁ λαὸς οἱ ἄρχοντες Γαλααδ ἀνὴρ πρὸς τὸν πλησίον αὐτου̃ τίς ὁ ἀνήρ ὅστις ἂν ἄρξηται παρατάξασθαι πρὸς υἱοὺς Αμμων καὶ ἔσται εἰς ἄρχοντα πα̃σιν τοι̃ς κατοικου̃σιν Γαλααδ
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.