Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΚΡΙΤΑΙ, κεφαλίς 11

καὶ Ιεφθαε ὁ Γαλααδίτης ἐπηρμένος δυνάμει καὶ αὐτὸς υἱὸς γυναικὸς πόρνης ἣ ἐγέννησεν τω̨̃ Γαλααδ τὸν Ιεφθαε
καὶ ἔτεκεν ἡ γυνὴ Γαλααδ αὐτω̨̃ υἱούς καὶ ἡδρύνθησαν οἱ υἱοὶ τη̃ς γυναικὸς καὶ ἐξέβαλον τὸν Ιεφθαε καὶ εἰ̃παν αὐτω̨̃ οὐ κληρονομήσεις ἐν τω̨̃ οἴκω̨ του̃ πατρὸς ἡμω̃ν ὅτι υἱὸς γυναικὸς ἑταίρας σύ
καὶ ἔφυγεν Ιεφθαε ἀπὸ προσώπου ἀδελφω̃ν αὐτου̃ καὶ ὤ̨κησεν ἐν γη̨̃ Τωβ καὶ συνεστράφησαν πρὸς Ιεφθαε ἄνδρες κενοὶ καὶ ἐξη̃λθον μετ' αὐτου̃
...
καὶ ἐγένετο ἡνίκα παρετάξαντο οἱ υἱοὶ Αμμων μετὰ Ισραηλ καὶ ἐπορεύθησαν οἱ πρεσβύτεροι Γαλααδ λαβει̃ν τὸν Ιεφθαε ἀπὸ τη̃ς γη̃ς Τωβ
καὶ εἰ̃παν τω̨̃ Ιεφθαε δευ̃ρο καὶ ἔση̨ ἡμι̃ν εἰς ἀρχηγόν καὶ παραταξώμεθα πρὸς υἱοὺς Αμμων
καὶ εἰ̃πεν Ιεφθαε τοι̃ς πρεσβυτέροις Γαλααδ οὐχὶ ὑμει̃ς ἐμισήσατέ με καὶ ἐξεβάλετέ με ἐκ του̃ οἴκου του̃ πατρός μου καὶ ἐξαπεστείλατέ με ἀφ' ὑμω̃ν καὶ διὰ τί ἤλθατε πρός με νυ̃ν ἡνίκα χρή̨ζετε
καὶ εἰ̃παν οἱ πρεσβύτεροι Γαλααδ πρὸς Ιεφθαε διὰ του̃το νυ̃ν ἐπεστρέψαμεν πρὸς σέ καὶ πορεύση̨ μεθ' ἡμω̃ν καὶ παρατάξη̨ πρὸς υἱοὺς Αμμων καὶ ἔση̨ ἡμι̃ν εἰς ἄρχοντα πα̃σιν τοι̃ς οἰκου̃σιν Γαλααδ
καὶ εἰ̃πεν Ιεφθαε πρὸς τοὺς πρεσβυτέρους Γαλααδ εἰ ἐπιστρέφετέ με ὑμει̃ς παρατάξασθαι ἐν υἱοι̃ς Αμμων καὶ παραδω̨̃ κύριος αὐτοὺς ἐνώπιον ἐμου̃ καὶ ἐγὼ ἔσομαι ὑμι̃ν εἰς ἄρχοντα
10 καὶ εἰ̃παν οἱ πρεσβύτεροι Γαλααδ πρὸς Ιεφθαε κύριος ἔστω ἀκούων ἀνὰ μέσον ἡμω̃ν εἰ μὴ κατὰ τὸ ῥη̃μά σου οὕτως ποιήσομεν
11 καὶ ἐπορεύθη Ιεφθαε μετὰ τω̃ν πρεσβυτέρων Γαλααδ καὶ ἔθηκαν αὐτὸν ὁ λαὸς ἐπ' αὐτοὺς εἰς κεφαλὴν καὶ εἰς ἀρχηγόν καὶ ἐλάλησεν Ιεφθαε τοὺς λόγους αὐτου̃ πάντας ἐνώπιον κυρίου ἐν Μασσηφα
12 καὶ ἀπέστειλεν Ιεφθαε ἀγγέλους πρὸς βασιλέα υἱω̃ν Αμμων λέγων τί ἐμοὶ καὶ σοί ὅτι ἠ̃λθες πρός με του̃ παρατάξασθαι ἐν τη̨̃ γη̨̃ μου
13 καὶ εἰ̃πεν βασιλεὺς υἱω̃ν Αμμων πρὸς τοὺς ἀγγέλους Ιεφθαε ὅτι ἔλαβεν Ισραηλ τὴν γη̃ν μου ἐν τω̨̃ ἀναβαίνειν αὐτὸν ἐξ Αἰγύπτου ἀπὸ Αρνων καὶ ἕως Ιαβοκ καὶ ἕως του̃ Ιορδάνου καὶ νυ̃ν ἐπίστρεψον αὐτὰς ἐν εἰρήνη̨ καὶ πορεύσομαι
14 καὶ προσέθηκεν ἔτι Ιεφθαε καὶ ἀπέστειλεν ἀγγέλους πρὸς βασιλέα υἱω̃ν Αμμων
15 καὶ εἰ̃πεν αὐτω̨̃ οὕτω λέγει Ιεφθαε οὐκ ἔλαβεν Ισραηλ τὴν γη̃ν Μωαβ καὶ τὴν γη̃ν υἱω̃ν Αμμων
16 ὅτι ἐν τω̨̃ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου ἐπορεύθη Ισραηλ ἐν τη̨̃ ἐρήμω̨ ἕως θαλάσσης Σιφ καὶ ἠ̃λθεν εἰς Καδης
17 καὶ ἀπέστειλεν Ισραηλ ἀγγέλους πρὸς βασιλέα Εδωμ λέγων παρελεύσομαι δὴ ἐν τη̨̃ γη̨̃ σου καὶ οὐκ ἤκουσεν βασιλεὺς Εδωμ καὶ πρὸς βασιλέα Μωαβ ἀπέστειλεν καὶ οὐκ εὐδόκησεν καὶ ἐκάθισεν Ισραηλ ἐν Καδης
18 καὶ ἐπορεύθη ἐν τη̨̃ ἐρήμω̨ καὶ ἐκύκλωσεν τὴν γη̃ν Εδωμ καὶ τὴν γη̃ν Μωαβ καὶ ἠ̃λθεν ἀπὸ ἀνατολω̃ν ἡλίου τη̨̃ γη̨̃ Μωαβ καὶ παρενέβαλον ἐν πέραν Αρνων καὶ οὐκ εἰση̃λθεν ἐν ὁρίοις Μωαβ ὅτι Αρνων ὅριον Μωαβ
19 καὶ ἀπέστειλεν Ισραηλ ἀγγέλους πρὸς Σηων βασιλέα του̃ Αμορραίου βασιλέα Εσεβων καὶ εἰ̃πεν αὐτω̨̃ Ισραηλ παρέλθωμεν δὴ ἐν τη̨̃ γη̨̃ σου ἕως του̃ τόπου ἡμω̃ν
20 καὶ οὐκ ἐνεπίστευσεν Σηων τω̨̃ Ισραηλ παρελθει̃ν ἐν ὁρίω̨ αὐτου̃ καὶ συνη̃ξεν Σηων τὸν πάντα λαὸν αὐτου̃ καὶ παρενέβαλον εἰς Ιασα καὶ παρετάξατο πρὸς Ισραηλ
21 καὶ παρέδωκεν κύριος ὁ θεὸς Ισραηλ τὸν Σηων καὶ πάντα τὸν λαὸν αὐτου̃ ἐν χειρὶ Ισραηλ καὶ ἐπάταξεν αὐτόν καὶ ἐκληρονόμησεν Ισραηλ τὴν πα̃σαν γη̃ν του̃ Αμορραίου του̃ κατοικου̃ντος τὴν γη̃ν ἐκείνην
22 ἀπὸ Αρνων καὶ ἕως του̃ Ιαβοκ καὶ ἀπὸ τη̃ς ἐρήμου ἕως του̃ Ιορδάνου
23 καὶ νυ̃ν κύριος ὁ θεὸς Ισραηλ ἐξη̃ρεν τὸν Αμορραι̃ον ἀπὸ προσώπου λαου̃ αὐτου̃ Ισραηλ καὶ σὺ κληρονομήσεις αὐτόν
24 οὐχὶ ἃ ἐὰν κληρονομήσει σε Χαμως ὁ θεός σου αὐτὰ κληρονομήσεις καὶ τοὺς πάντας οὓς ἐξη̃ρεν κύριος ὁ θεὸς ἡμω̃ν ἀπὸ προσώπου ἡμω̃ν αὐτοὺς κληρονομήσομεν
25 καὶ νυ̃ν μὴ ἐν ἀγαθω̨̃ ἀγαθώτερος σὺ ὑπὲρ Βαλακ υἱὸν Σεπφωρ βασιλέα Μωαβ μὴ μαχόμενος ἐμαχέσατο μετὰ Ισραηλ ἢ πολεμω̃ν ἐπολέμησεν αὐτόν
26 ἐν τω̨̃ οἰκη̃σαι ἐν Εσεβων καὶ ἐν τοι̃ς ὁρίοις αὐτη̃ς καὶ ἐν γη̨̃ Αροηρ καὶ ἐν τοι̃ς ὁρίοις αὐτη̃ς καὶ ἐν πάσαις ται̃ς πόλεσιν ται̃ς παρὰ τὸν Ιορδάνην τριακόσια ἔτη καὶ διὰ τί οὐκ ἐρρύσω αὐτοὺς ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨
27 καὶ νυ̃ν ἐγώ εἰμι οὐχ ἥμαρτόν σοι καὶ σὺ ποιει̃ς μετ' ἐμου̃ πονηρίαν του̃ παρατάξασθαι ἐν ἐμοί κρίναι κύριος κρίνων σήμερον ἀνὰ μέσον υἱω̃ν Ισραηλ καὶ ἀνὰ μέσον υἱω̃ν Αμμων
28 καὶ οὐκ ἤκουσεν βασιλεὺς υἱω̃ν Αμμων τω̃ν λόγων Ιεφθαε ὡ̃ν ἀπέστειλεν πρὸς αὐτόν
29 καὶ ἐγένετο ἐπὶ Ιεφθαε πνευ̃μα κυρίου καὶ παρη̃λθεν τὸν Γαλααδ καὶ τὸν Μανασση καὶ παρη̃λθεν τὴν σκοπιὰν Γαλααδ εἰς τὸ πέραν υἱω̃ν Αμμων
30 καὶ ηὔξατο Ιεφθαε εὐχὴν τω̨̃ κυρίω̨ καὶ εἰ̃πεν ἐὰν διδοὺς δω̨̃ς τοὺς υἱοὺς Αμμων ἐν τη̨̃ χειρί μου
31 καὶ ἔσται ὁ ἐκπορευόμενος ὃς ἐὰν ἐξέλθη̨ ἀπὸ τη̃ς θύρας του̃ οἴκου μου εἰς συνάντησίν μου ἐν τω̨̃ ἐπιστρέφειν με ἐν εἰρήνη̨ ἀπὸ υἱω̃ν Αμμων καὶ ἔσται τω̨̃ κυρίω̨ ἀνοίσω αὐτὸν ὁλοκαύτωμα
32 καὶ παρη̃λθεν Ιεφθαε πρὸς υἱοὺς Αμμων παρατάξασθαι πρὸς αὐτούς καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ αὐτου̃
33 καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ Αροηρ ἕως ἐλθει̃ν ἄχρις Αρνων ἐν ἀριθμω̨̃ εἴκοσι πόλεις καὶ ἕως Εβελχαρμιν πληγὴν μεγάλην σφόδρα καὶ συνεστάλησαν οἱ υἱοὶ Αμμων ἀπὸ προσώπου υἱω̃ν Ισραηλ
34 καὶ ἠ̃λθεν Ιεφθαε εἰς Μασσηφα εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ ἰδοὺ ἡ θυγάτηρ αὐτου̃ ἐξεπορεύετο εἰς ὑπάντησιν ἐν τυμπάνοις καὶ χοροι̃ς καὶ ἠ̃ν αὕτη μονογενής οὐκ ἠ̃ν αὐτω̨̃ ἕτερος υἱὸς ἢ θυγάτηρ
35 καὶ ἐγένετο ὡς εἰ̃δεν αὐτὴν αὐτός διέρρηξεν τὰ ἱμάτια αὐτου̃ καὶ εἰ̃πεν ἀ̃ ἀ̃ θυγάτηρ μου ταραχη̨̃ ἐτάραξάς με καὶ σὺ ἠ̃ς ἐν τω̨̃ ταράχω̨ μου καὶ ἐγώ εἰμι ἤνοιξα κατὰ σου̃ τὸ στόμα μου πρὸς κύριον καὶ οὐ δυνήσομαι ἐπιστρέψαι
36 ἡ δὲ εἰ̃πεν πρὸς αὐτόν πάτερ ἤνοιξας τὸ στόμα σου πρὸς κύριον ποίησόν μοι ὃν τρόπον ἐξη̃λθεν ἐκ στόματός σου ἐν τω̨̃ ποιη̃σαί σοι κύριον ἐκδίκησιν ἀπὸ τω̃ν ἐχθρω̃ν σου ἀπὸ υἱω̃ν Αμμων
37 καὶ ἥδε εἰ̃πεν πρὸς τὸν πατέρα αὐτη̃ς ποιησάτω δὴ ὁ πατήρ μου τὸν λόγον του̃τον ἔασόν με δύο μη̃νας καὶ πορεύσομαι καὶ καταβήσομαι ἐπὶ τὰ ὄρη καὶ κλαύσομαι ἐπὶ τὰ παρθένιά μου ἐγώ εἰμι καὶ αἱ συνεταιρίδες μου
38 καὶ εἰ̃πεν πορεύου καὶ ἀπέστειλεν αὐτὴν δύο μη̃νας καὶ ἐπορεύθη αὐτὴ καὶ αἱ συνεταιρίδες αὐτη̃ς καὶ ἔκλαυσεν ἐπὶ τὰ παρθένια αὐτη̃ς ἐπὶ τὰ ὄρη
39 καὶ ἐγένετο ἐν τέλει τω̃ν δύο μηνω̃ν καὶ ἐπέστρεψεν πρὸς τὸν πατέρα αὐτη̃ς καὶ ἐποίησεν ἐν αὐτη̨̃ τὴν εὐχὴν αὐτου̃ ἣν ηὔξατο καὶ αὐτὴ οὐκ ἔγνω ἄνδρα καὶ ἐγένετο εἰς πρόσταγμα ἐν Ισραηλ
40 ἀπὸ ἡμερω̃ν εἰς ἡμέρας ἐπορεύοντο θυγατέρες Ισραηλ θρηνει̃ν τὴν θυγατέρα Ιεφθαε Γαλααδ ἐπὶ τέσσαρας ἡμέρας ἐν τω̨̃ ἐνιαυτω̨̃
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.