1 καὶ ἐγένετο μετὰ τὴν τελευτὴν 'Ιησου̃ καὶ ἐπηρώτων οἱ υἱοὶ Ισραηλ διὰ του̃ κυρίου λέγοντες τίς ἀναβήσεται ἡμι̃ν πρὸς τοὺς Χαναναίους ἀφηγούμενος του̃ πολεμη̃σαι πρὸς αὐτούς |
2 καὶ εἰ̃πεν κύριος Ιουδας ἀναβήσεται ἰδοὺ δέδωκα τὴν γη̃ν ἐν τη̨̃ χειρὶ αὐτου̃ |
3 καὶ εἰ̃πεν Ιουδας τω̨̃ Συμεων ἀδελφω̨̃ αὐτου̃ ἀνάβηθι μετ' ἐμου̃ ἐν τω̨̃ κλήρω̨ μου καὶ παραταξώμεθα πρὸς τοὺς Χαναναίους καὶ πορεύσομαι κἀγὼ μετὰ σου̃ ἐν τω̨̃ κλήρω̨ σου καὶ ἐπορεύθη μετ' αὐτου̃ Συμεων |
4 καὶ ἀνέβη Ιουδας καὶ παρέδωκεν κύριος τὸν Χαναναι̃ον καὶ τὸν Φερεζαι̃ον εἰς τὰς χει̃ρας αὐτω̃ν καὶ ἔκοψαν αὐτοὺς ἐν Βεζεκ εἰς δέκα χιλιάδας ἀνδρω̃ν |
5 καὶ κατέλαβον τὸν Αδωνιβεζεκ ἐν τη̨̃ Βεζεκ καὶ παρετάξαντο πρὸς αὐτὸν καὶ ἔκοψαν τὸν Χαναναι̃ον καὶ τὸν Φερεζαι̃ον |
6 καὶ ἔφυγεν Αδωνιβεζεκ καὶ κατέδραμον ὀπίσω αὐτου̃ καὶ κατελάβοσαν αὐτὸν καὶ ἀπέκοψαν τὰ ἄκρα τω̃ν χειρω̃ν αὐτου̃ καὶ τὰ ἄκρα τω̃ν ποδω̃ν αὐτου̃ |
7 καὶ εἰ̃πεν Αδωνιβεζεκ ἑβδομήκοντα βασιλει̃ς τὰ ἄκρα τω̃ν χειρω̃ν αὐτω̃ν καὶ τὰ ἄκρα τω̃ν ποδω̃ν αὐτω̃ν ἀποκεκομμένοι ἠ̃σαν συλλέγοντες τὰ ὑποκάτω τη̃ς τραπέζης μου καθὼς οὐ̃ν ἐποίησα οὕτως ἀνταπέδωκέν μοι ὁ θεός καὶ ἄγουσιν αὐτὸν εἰς Ιερουσαλημ καὶ ἀπέθανεν ἐκει̃ |
8 καὶ ἐπολέμουν οἱ υἱοὶ Ιουδα τὴν Ιερουσαλημ καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ῥομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί |
9 καὶ μετὰ ταυ̃τα κατέβησαν οἱ υἱοὶ Ιουδα του̃ πολεμη̃σαι πρὸς τὸν Χαναναι̃ον τὸν κατοικου̃ντα τὴν ὀρεινὴν καὶ τὸν νότον καὶ τὴν πεδινήν |
10 καὶ ἐπορεύθη Ιουδας πρὸς τὸν Χαναναι̃ον τὸν κατοικου̃ντα ἐν Χεβρων καὶ ἐξη̃λθεν Χεβρων ἐξ ἐναντίας καὶ τὸ ὄνομα ἠ̃ν Χεβρων τὸ πρότερον Καριαθαρβοξεφερ καὶ ἐπάταξαν τὸν Σεσσι καὶ Αχινααν καὶ Θολμιν γεννήματα του̃ Ενακ |
11 καὶ ἀνέβησαν ἐκει̃θεν πρὸς τοὺς κατοικου̃ντας Δαβιρ τὸ δὲ ὄνομα τη̃ς Δαβιρ ἠ̃ν ἔμπροσθεν Καριαθσωφαρ πόλις γραμμάτων |
12 καὶ εἰ̃πεν Χαλεβ ὃς ἐὰν πατάξη̨ τὴν πόλιν τω̃ν γραμμάτων καὶ προκαταλάβηται αὐτήν δώσω αὐτω̨̃ τὴν Ασχα θυγατέρα μου εἰς γυναι̃κα |
13 καὶ προκατελάβετο αὐτὴν Γοθονιηλ υἱὸς Κενεζ ἀδελφου̃ Χαλεβ ὁ νεώτερος καὶ ἔδωκεν αὐτω̨̃ Χαλεβ τὴν Ασχα θυγατέρα αὐτου̃ εἰς γυναι̃κα |
14 καὶ ἐγένετο ἐν τη̨̃ εἰσόδω̨ αὐτη̃ς καὶ ἐπέσεισεν αὐτὴν Γοθονιηλ του̃ αἰτη̃σαι παρὰ του̃ πατρὸς αὐτη̃ς ἀγρόν καὶ ἐγόγγυζεν καὶ ἔκραξεν ἀπὸ του̃ ὑποζυγίου εἰς γη̃ν νότου ἐκδέδοσαί με καὶ εἰ̃πεν αὐτη̨̃ Χαλεβ τί ἐστίν σοι |
15 καὶ εἰ̃πεν αὐτω̨̃ Ασχα δὸς δή μοι εὐλογίαν ὅτι εἰς γη̃ν νότου ἐκδέδοσαί με καὶ δώσεις μοι λύτρωσιν ὕδατος καὶ ἔδωκεν αὐτη̨̃ Χαλεβ κατὰ τὴν καρδίαν αὐτη̃ς λύτρωσιν μετεώρων καὶ λύτρωσιν ταπεινω̃ν |
16 καὶ οἱ υἱοὶ Ιοθορ του̃ Κιναιου του̃ γαμβρου̃ Μωυσέως ἀνέβησαν ἐκ πόλεως τω̃ν φοινίκων μετὰ τω̃ν υἱω̃ν Ιουδα εἰς τὴν ἔρημον τὴν οὐ̃σαν ἐν τω̨̃ νότω̨ Ιουδα ἥ ἐστιν ἐπὶ καταβάσεως Αραδ καὶ κατώ̨κησαν μετὰ του̃ λαου̃ |
17 καὶ ἐπορεύθη Ιουδας μετὰ Συμεων του̃ ἀδελφου̃ αὐτου̃ καὶ ἔκοψεν τὸν Χαναναι̃ον τὸν κατοικου̃ντα Σεφεκ καὶ ἐξωλέθρευσαν αὐτούς καὶ ἐκάλεσεν τὸ ὄνομα τη̃ς πόλεως 'Ανάθεμα |
18 καὶ οὐκ ἐκληρονόμησεν Ιουδας τὴν Γάζαν οὐδὲ τὰ ὅρια αὐτη̃ς οὐδὲ τὴν 'Ασκαλω̃να οὐδὲ τὰ ὅρια αὐτη̃ς οὐδὲ τὴν Ακκαρων οὐδὲ τὰ ὅρια αὐτη̃ς οὐδὲ τὴν 'Άζωτον οὐδὲ τὰ περισπόρια αὐτη̃ς |
19 καὶ ἠ̃ν κύριος μετὰ Ιουδα καὶ ἐκληρονόμησεν τὸ ὄρος ὅτι οὐκ ἠδυνάσθησαν ἐξολεθρευ̃σαι τοὺς κατοικου̃ντας τὴν κοιλάδα ὅτι Ρηχαβ διεστείλατο αὐτοι̃ς |
20 καὶ ἔδωκαν τω̨̃ Χαλεβ τὴν Χεβρων καθὼς ἐλάλησεν Μωυση̃ς καὶ ἐκληρονόμησεν ἐκει̃θεν τὰς τρει̃ς πόλεις τω̃ν υἱω̃ν Ενακ |
21 καὶ τὸν Ιεβουσαι̃ον τὸν κατοικου̃ντα ἐν Ιερουσαλημ οὐκ ἐκληρονόμησαν οἱ υἱοὶ Βενιαμιν καὶ κατώ̨κησεν ὁ Ιεβουσαι̃ος μετὰ τω̃ν υἱω̃ν Βενιαμιν ἐν Ιερουσαλημ ἕως τη̃ς ἡμέρας ταύτης |
22 καὶ ἀνέβησαν οἱ υἱοὶ Ιωσηφ καί γε αὐτοὶ εἰς Βαιθηλ καὶ κύριος ἠ̃ν μετ' αὐτω̃ν |
23 καὶ παρενέβαλον καὶ κατεσκέψαντο Βαιθηλ τὸ δὲ ὄνομα τη̃ς πόλεως αὐτω̃ν ἠ̃ν ἔμπροσθεν Λουζα |
24 καὶ εἰ̃δον οἱ φυλάσσοντες καὶ ἰδοὺ ἀνὴρ ἐξεπορεύετο ἐκ τη̃ς πόλεως καὶ ἔλαβον αὐτὸν καὶ εἰ̃πον αὐτω̨̃ δει̃ξον ἡμι̃ν τη̃ς πόλεως τὴν εἴσοδον καὶ ποιήσομεν μετὰ σου̃ ἔλεος |
25 καὶ ἔδειξεν αὐτοι̃ς τὴν εἴσοδον τη̃ς πόλεως καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ῥομφαίας τὸν δὲ ἄνδρα καὶ τὴν συγγένειαν αὐτου̃ ἐξαπέστειλαν |
26 καὶ ἐπορεύθη ὁ ἀνὴρ εἰς γη̃ν Χεττιιν καὶ ὠ̨κοδόμησεν ἐκει̃ πόλιν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτη̃ς Λουζα του̃το τὸ ὄνομα αὐτη̃ς ἕως τη̃ς ἡμέρας ταύτης |
27 καὶ οὐκ ἐξη̃ρεν Μανασση τὴν Βαιθσαν ἥ ἐστιν Σκυθω̃ν πόλις οὐδὲ τὰς θυγατέρας αὐτη̃ς οὐδὲ τὰ περίοικα αὐτη̃ς οὐδὲ τὴν Θανακ οὐδὲ τὰς θυγατέρας αὐτη̃ς οὐδὲ τοὺς κατοικου̃ντας Δωρ οὐδὲ τὰς θυγατέρας αὐτη̃ς οὐδὲ τὸν κατοικου̃ντα Βαλακ οὐδὲ τὰ περίοικα αὐτη̃ς οὐδὲ τὰς θυγατέρας αὐτη̃ς οὐδὲ τοὺς κατοικου̃ντας Μαγεδω οὐδὲ τὰ περίοικα αὐτη̃ς οὐδὲ τὰς θυγατέρας αὐτη̃ς οὐδὲ τοὺς κατοικου̃ντας Ιεβλααμ οὐδὲ τὰ περίοικα αὐτη̃ς οὐδὲ τὰς θυγατέρας αὐτη̃ς καὶ ἤρξατο ὁ Χαναναι̃ος κατοικει̃ν ἐν τη̨̃ γη̨̃ ταύτη̨ |
28 καὶ ἐγένετο ὅτε ἐνίσχυσεν Ισραηλ καὶ ἐποίησεν τὸν Χαναναι̃ον εἰς φόρον καὶ ἐξαίρων οὐκ ἐξη̃ρεν αὐτόν |
29 καὶ Εφραιμ οὐκ ἐξη̃ρεν τὸν Χαναναι̃ον τὸν κατοικου̃ντα ἐν Γαζερ καὶ κατώ̨κησεν ὁ Χαναναι̃ος ἐν μέσω̨ αὐτου̃ ἐν Γαζερ καὶ ἐγένετο εἰς φόρον |
30 καὶ Ζαβουλων οὐκ ἐξη̃ρεν τοὺς κατοικου̃ντας Κεδρων οὐδὲ τοὺς κατοικου̃ντας Δωμανα καὶ κατώ̨κησεν ὁ Χαναναι̃ος ἐν μέσω̨ αὐτω̃ν καὶ ἐγένετο αὐτω̨̃ εἰς φόρον |
31 καὶ Ασηρ οὐκ ἐξη̃ρεν τοὺς κατοικου̃ντας Ακχω καὶ ἐγένετο αὐτω̨̃ εἰς φόρον καὶ τοὺς κατοικου̃ντας Δωρ καὶ τοὺς κατοικου̃ντας Σιδω̃να καὶ τοὺς κατοικου̃ντας Ααλαφ καὶ τὸν Ασχαζι καὶ τὸν Χελβα καὶ τὸν Ναϊ καὶ τὸν Ερεω |
32 καὶ κατώ̨κησεν ὁ Ασηρ ἐν μέσω̨ του̃ Χαναναίου του̃ κατοικου̃ντος τὴν γη̃ν ὅτι οὐκ ἠδυνήθη ἐξα̃ραι αὐτόν |
33 καὶ Νεφθαλι οὐκ ἐξη̃ρεν τοὺς κατοικου̃ντας Βαιθσαμυς καὶ τοὺς κατοικου̃ντας Βαιθαναθ καὶ κατώ̨κησεν Νεφθαλι ἐν μέσω̨ του̃ Χαναναίου του̃ κατοικου̃ντος τὴν γη̃ν οἱ δὲ κατοικου̃ντες Βαιθσαμυς καὶ τὴν Βαιθενεθ ἐγένοντο αὐτοι̃ς εἰς φόρον |
34 καὶ ἐξέθλιψεν ὁ Αμορραι̃ος τοὺς υἱοὺς Δαν εἰς τὸ ὄρος ὅτι οὐκ ἀφη̃καν αὐτὸν καταβη̃ναι εἰς τὴν κοιλάδα |
35 καὶ ἤρξατο ὁ Αμορραι̃ος κατοικει̃ν ἐν τω̨̃ ὄρει τω̨̃ ὀστρακώδει ἐν ὡ̨̃ αἱ ἄρκοι καὶ ἐν ὡ̨̃ αἱ ἀλώπεκες ἐν τω̨̃ Μυρσινω̃νι καὶ ἐν Θαλαβιν καὶ ἐβαρύνθη χεὶρ οἴκου Ιωσηφ ἐπὶ τὸν Αμορραι̃ον καὶ ἐγενήθη αὐτοι̃ς εἰς φόρον |
36 καὶ τὸ ὅριον του̃ Αμορραίου ἀπὸ τη̃ς ἀναβάσεως Ακραβιν ἀπὸ τη̃ς Πέτρας καὶ ἐπάνω |