1 ὡς δὲ ἤκουσεν Αδωνιβεζεκ βασιλεὺς Ιερουσαλημ ὅτι ἔλαβεν 'Ιησου̃ς τὴν Γαι καὶ ἐξωλέθρευσεν αὐτήν ὃν τρόπον ἐποίησαν τὴν Ιεριχω καὶ τὸν βασιλέα αὐτη̃ς οὕτως ἐποίησαν τὴν Γαι καὶ τὸν βασιλέα αὐτη̃ς καὶ ὅτι αὐτομόλησαν οἱ κατοικου̃ντες Γαβαων πρὸς 'Ιησου̃ν καὶ πρὸς Ισραηλ |
2 καὶ ἐφοβήθησαν ἐν αὐτοι̃ς σφόδρα ἤ̨δει γὰρ ὅτι μεγάλη πόλις Γαβαων ὡσεὶ μία τω̃ν μητροπόλεων καὶ πάντες οἱ ἄνδρες αὐτη̃ς ἰσχυροί |
3 καὶ ἀπέστειλεν Αδωνιβεζεκ βασιλεὺς Ιερουσαλημ πρὸς Αιλαμ βασιλέα Χεβρων καὶ πρὸς Φιδων βασιλέα Ιεριμουθ καὶ πρὸς Ιεφθα βασιλέα Λαχις καὶ πρὸς Δαβιρ βασιλέα Οδολλαμ λέγων |
4 δευ̃τε ἀνάβητε πρός με καὶ βοηθήσατέ μοι καὶ ἐκπολεμήσωμεν Γαβαων αὐτομόλησαν γὰρ πρὸς 'Ιησου̃ν καὶ πρὸς τοὺς υἱοὺς Ισραηλ |
5 καὶ ἀνέβησαν οἱ πέντε βασιλει̃ς τω̃ν Ιεβουσαίων βασιλεὺς Ιερουσαλημ καὶ βασιλεὺς Χεβρων καὶ βασιλεὺς Ιεριμουθ καὶ βασιλεὺς Λαχις καὶ βασιλεὺς Οδολλαμ αὐτοὶ καὶ πα̃ς ὁ λαὸς αὐτω̃ν καὶ περιεκάθισαν τὴν Γαβαων καὶ ἐξεπολιόρκουν αὐτήν |
6 καὶ ἀπέστειλαν οἱ κατοικου̃ντες Γαβαων πρὸς 'Ιησου̃ν εἰς τὴν παρεμβολὴν Ισραηλ εἰς Γαλγαλα λέγοντες μὴ ἐκλύση̨ς τὰς χει̃ράς σου ἀπὸ τω̃ν παίδων σου ἀνάβηθι πρὸς ἡμα̃ς τὸ τάχος καὶ ἐξελου̃ ἡμα̃ς καὶ βοήθησον ἡμι̃ν ὅτι συνηγμένοι εἰσὶν ἐφ' ἡμα̃ς πάντες οἱ βασιλει̃ς τω̃ν Αμορραίων οἱ κατοικου̃ντες τὴν ὀρεινήν |
7 καὶ ἀνέβη 'Ιησου̃ς ἐκ Γαλγαλων αὐτὸς καὶ πα̃ς ὁ λαὸς ὁ πολεμιστὴς μετ' αὐτου̃ πα̃ς δυνατὸς ἐν ἰσχύι |
8 καὶ εἰ̃πεν κύριος πρὸς 'Ιησου̃ν μὴ φοβηθη̨̃ς αὐτούς εἰς γὰρ τὰς χει̃ράς σου παραδέδωκα αὐτούς οὐχ ὑπολειφθήσεται ἐξ αὐτω̃ν οὐθεὶς ἐνώπιον ὑμω̃ν |
9 καὶ ἐπιπαρεγένετο ἐπ' αὐτοὺς 'Ιησου̃ς ἄφνω ὅλην τὴν νύκτα εἰσεπορεύθη ἐκ Γαλγαλων |
10 καὶ ἐξέστησεν αὐτοὺς κύριος ἀπὸ προσώπου τω̃ν υἱω̃ν Ισραηλ καὶ συνέτριψεν αὐτοὺς κύριος σύντριψιν μεγάλην ἐν Γαβαων καὶ κατεδίωξαν αὐτοὺς ὁδὸν ἀναβάσεως Ωρωνιν καὶ κατέκοπτον αὐτοὺς ἕως Αζηκα καὶ ἕως Μακηδα |
11 ἐν τω̨̃ δὲ φεύγειν αὐτοὺς ἀπὸ προσώπου τω̃ν υἱω̃ν Ισραηλ ἐπὶ τη̃ς καταβάσεως Ωρωνιν καὶ κύριος ἐπέρριψεν αὐτοι̃ς λίθους χαλάζης ἐκ του̃ οὐρανου̃ ἕως Αζηκα καὶ ἐγένοντο πλείους οἱ ἀποθανόντες διὰ τοὺς λίθους τη̃ς χαλάζης ἢ οὓς ἀπέκτειναν οἱ υἱοὶ Ισραηλ μαχαίρα̨ ἐν τω̨̃ πολέμω̨ |
12 τότε ἐλάλησεν 'Ιησου̃ς πρὸς κύριον ἡ̨̃ ἡμέρα̨ παρέδωκεν ὁ θεὸς τὸν Αμορραι̃ον ὑποχείριον Ισραηλ ἡνίκα συνέτριψεν αὐτοὺς ἐν Γαβαων καὶ συνετρίβησαν ἀπὸ προσώπου υἱω̃ν Ισραηλ καὶ εἰ̃πεν 'Ιησου̃ς στήτω ὁ ἥλιος κατὰ Γαβαων καὶ ἡ σελήνη κατὰ φάραγγα Αιλων |
13 καὶ ἔστη ὁ ἥλιος καὶ ἡ σελήνη ἐν στάσει ἕως ἠμύνατο ὁ θεὸς τοὺς ἐχθροὺς αὐτω̃ν καὶ ἔστη ὁ ἥλιος κατὰ μέσον του̃ οὐρανου̃ οὐ προεπορεύετο εἰς δυσμὰς εἰς τέλος ἡμέρας μια̃ς |
14 καὶ οὐκ ἐγένετο ἡμέρα τοιαύτη οὐδὲ τὸ πρότερον οὐδὲ τὸ ἔσχατον ὥστε ἐπακου̃σαι θεὸν ἀνθρώπου ὅτι κύριος συνεπολέμησεν τω̨̃ Ισραηλ |
|
16 καὶ ἔφυγον οἱ πέντε βασιλει̃ς οὑ̃τοι καὶ κατεκρύβησαν εἰς τὸ σπήλαιον τὸ ἐν Μακηδα |
17 καὶ ἀπηγγέλη τω̨̃ 'Ιησου̃ λέγοντες εὕρηνται οἱ πέντε βασιλει̃ς κεκρυμμένοι ἐν τω̨̃ σπηλαίω̨ τω̨̃ ἐν Μακηδα |
18 καὶ εἰ̃πεν 'Ιησου̃ς κυλίσατε λίθους ἐπὶ τὸ στόμα του̃ σπηλαίου καὶ καταστήσατε ἄνδρας φυλάσσειν ἐπ' αὐτούς |
19 ὑμει̃ς δὲ μὴ ἑστήκατε καταδιώκοντες ὀπίσω τω̃ν ἐχθρω̃ν ὑμω̃ν καὶ καταλάβετε τὴν οὐραγίαν αὐτω̃ν καὶ μὴ ἀφη̃τε εἰσελθει̃ν εἰς τὰς πόλεις αὐτω̃ν παρέδωκεν γὰρ αὐτοὺς κύριος ὁ θεὸς ἡμω̃ν εἰς τὰς χει̃ρας ἡμω̃ν |
20 καὶ ἐγένετο ὡς κατέπαυσεν 'Ιησου̃ς καὶ πα̃ς υἱὸς Ισραηλ κόπτοντες αὐτοὺς κοπὴν μεγάλην σφόδρα ἕως εἰς τέλος καὶ οἱ διασω̨ζόμενοι διεσώθησαν εἰς τὰς πόλεις τὰς ὀχυράς |
21 καὶ ἀπεστράφη πα̃ς ὁ λαὸς πρὸς 'Ιησου̃ν εἰς Μακηδα ὑγιει̃ς καὶ οὐκ ἔγρυξεν οὐθεὶς τω̃ν υἱω̃ν Ισραηλ τη̨̃ γλώσση̨ αὐτου̃ |
22 καὶ εἰ̃πεν 'Ιησου̃ς ἀνοίξατε τὸ σπήλαιον καὶ ἐξαγάγετε τοὺς πέντε βασιλει̃ς τούτους ἐκ του̃ σπηλαίου |
23 καὶ ἐξηγάγοσαν τοὺς πέντε βασιλει̃ς ἐκ του̃ σπηλαίου τὸν βασιλέα Ιερουσαλημ καὶ τὸν βασιλέα Χεβρων καὶ τὸν βασιλέα Ιεριμουθ καὶ τὸν βασιλέα Λαχις καὶ τὸν βασιλέα Οδολλαμ |
24 καὶ ἐπεὶ ἐξήγαγον αὐτοὺς πρὸς 'Ιησου̃ν καὶ συνεκάλεσεν 'Ιησου̃ς πάντα Ισραηλ καὶ τοὺς ἐναρχομένους του̃ πολέμου τοὺς συμπορευομένους αὐτω̨̃ λέγων αὐτοι̃ς προπορεύεσθε καὶ ἐπίθετε τοὺς πόδας ὑμω̃ν ἐπὶ τοὺς τραχήλους αὐτω̃ν καὶ προσελθόντες ἐπέθηκαν τοὺς πόδας αὐτω̃ν ἐπὶ τοὺς τραχήλους αὐτω̃ν |
25 καὶ εἰ̃πεν πρὸς αὐτοὺς 'Ιησου̃ς μὴ φοβηθη̃τε αὐτοὺς μηδὲ δειλιάσητε ἀνδρίζεσθε καὶ ἰσχύετε ὅτι οὕτως ποιήσει κύριος πα̃σι τοι̃ς ἐχθροι̃ς ὑμω̃ν οὓς ὑμει̃ς καταπολεμει̃τε αὐτούς |
26 καὶ ἀπέκτεινεν αὐτοὺς 'Ιησου̃ς καὶ ἐκρέμασεν αὐτοὺς ἐπὶ πέντε ξύλων καὶ ἠ̃σαν κρεμάμενοι ἐπὶ τω̃ν ξύλων ἕως ἑσπέρας |
27 καὶ ἐγενήθη πρὸς ἡλίου δυσμὰς ἐνετείλατο 'Ιησου̃ς καὶ καθει̃λον αὐτοὺς ἀπὸ τω̃ν ξύλων καὶ ἔρριψαν αὐτοὺς εἰς τὸ σπήλαιον εἰς ὃ κατεφύγοσαν ἐκει̃ καὶ ἐπεκύλισαν λίθους ἐπὶ τὸ σπήλαιον ἕως τη̃ς σήμερον ἡμέρας |
28 καὶ τὴν Μακηδα ἐλάβοσαν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλέθρευσαν πα̃ν ἐμπνέον ἐν αὐτη̨̃ καὶ οὐ κατελείφθη ἐν αὐτη̨̃ οὐδεὶς διασεσω̨σμένος καὶ διαπεφευγώς καὶ ἐποίησαν τω̨̃ βασιλει̃ Μακηδα ὃν τρόπον ἐποίησαν τω̨̃ βασιλει̃ Ιεριχω |
29 καὶ ἀπη̃λθεν 'Ιησου̃ς καὶ πα̃ς Ισραηλ μετ' αὐτου̃ ἐκ Μακηδα εἰς Λεβνα καὶ ἐπολιόρκει Λεβνα |
30 καὶ παρέδωκεν αὐτὴν κύριος εἰς χει̃ρας Ισραηλ καὶ ἔλαβον αὐτὴν καὶ τὸν βασιλέα αὐτη̃ς καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ πα̃ν ἐμπνέον ἐν αὐτη̨̃ καὶ οὐ κατελείφθη ἐν αὐτη̨̃ οὐδὲ εἱ̃ς διασεσω̨σμένος καὶ διαπεφευγώς καὶ ἐποίησαν τω̨̃ βασιλει̃ αὐτη̃ς ὃν τρόπον ἐποίησαν τω̨̃ βασιλει̃ Ιεριχω |
31 καὶ ἀπη̃λθεν 'Ιησου̃ς καὶ πα̃ς Ισραηλ μετ' αὐτου̃ ἐκ Λεβνα εἰς Λαχις καὶ περιεκάθισεν αὐτὴν καὶ ἐπολιόρκει αὐτήν |
32 καὶ παρέδωκεν κύριος τὴν Λαχις εἰς τὰς χει̃ρας Ισραηλ καὶ ἔλαβεν αὐτὴν ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ δευτέρα̨ καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλέθρευσαν αὐτήν ὃν τρόπον ἐποίησαν τὴν Λεβνα |
33 τότε ἀνέβη Αιλαμ βασιλεὺς Γαζερ βοηθήσων τη̨̃ Λαχις καὶ ἐπάταξεν αὐτὸν 'Ιησου̃ς ἐν στόματι ξίφους καὶ τὸν λαὸν αὐτου̃ ἕως του̃ μὴ καταλειφθη̃ναι αὐτω̃ν σεσω̨σμένον καὶ διαπεφευγότα |
34 καὶ ἀπη̃λθεν 'Ιησου̃ς καὶ πα̃ς Ισραηλ μετ' αὐτου̃ ἐκ Λαχις εἰς Οδολλαμ καὶ περιεκάθισεν αὐτὴν καὶ ἐπολιόρκησεν αὐτήν |
35 καὶ παρέδωκεν αὐτὴν κύριος ἐν χειρὶ Ισραηλ καὶ ἔλαβεν αὐτὴν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ ἐφόνευσεν αὐτὴν ἐν στόματι ξίφους καὶ πα̃ν ἐμπνέον ἐν αὐτη̨̃ ἐφόνευσαν ὃν τρόπον ἐποίησαν τη̨̃ Λαχις |
36 καὶ ἀπη̃λθεν 'Ιησου̃ς καὶ πα̃ς Ισραηλ μετ' αὐτου̃ εἰς Χεβρων καὶ περιεκάθισεν αὐτήν |
37 καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ξίφους καὶ πα̃ν ἐμπνέον ὅσα ἠ̃ν ἐν αὐτη̨̃ οὐκ ἠ̃ν διασεσω̨σμένος ὃν τρόπον ἐποίησαν τὴν Οδολλαμ ἐξωλέθρευσαν αὐτὴν καὶ ὅσα ἠ̃ν ἐν αὐτη̨̃ |
38 καὶ ἀπέστρεψεν 'Ιησου̃ς καὶ πα̃ς Ισραηλ εἰς Δαβιρ καὶ περικαθίσαντες αὐτὴν |
39 ἔλαβον αὐτὴν καὶ τὸν βασιλέα αὐτη̃ς καὶ τὰς κώμας αὐτη̃ς καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλέθρευσαν αὐτὴν καὶ πα̃ν ἐμπνέον ἐν αὐτη̨̃ καὶ οὐ κατέλιπον αὐτη̨̃ οὐδένα διασεσω̨σμένον ὃν τρόπον ἐποίησαν τὴν Χεβρων καὶ τω̨̃ βασιλει̃ αὐτη̃ς οὕτως ἐποίησαν τη̨̃ Δαβιρ καὶ τω̨̃ βασιλει̃ αὐτη̃ς |
40 καὶ ἐπάταξεν 'Ιησου̃ς πα̃σαν τὴν γη̃ν τη̃ς ὀρεινη̃ς καὶ τὴν Ναγεβ καὶ τὴν πεδινὴν καὶ τὴν Ασηδωθ καὶ τοὺς βασιλει̃ς αὐτη̃ς οὐ κατέλιπον αὐτω̃ν σεσω̨σμένον καὶ πα̃ν ἐμπνέον ζωη̃ς ἐξωλέθρευσεν ὃν τρόπον ἐνετείλατο κύριος ὁ θεὸς Ισραηλ |
41 ἀπὸ Καδης Βαρνη ἕως Γάζης πα̃σαν τὴν Γοσομ ἕως τη̃ς Γαβαων |
42 καὶ πάντας τοὺς βασιλει̃ς αὐτω̃ν καὶ τὴν γη̃ν αὐτω̃ν ἐπάταξεν 'Ιησου̃ς εἰς ἅπαξ ὅτι κύριος ὁ θεὸς Ισραηλ συνεπολέμει τω̨̃ Ισραηλ |