IHSOUS NAUH,
κεφαλίς 12
1 καὶ οὑ̃τοι οἱ βασιλει̃ς τη̃ς γη̃ς οὓς ἀνει̃λον οἱ υἱοὶ Ισραηλ καὶ κατεκληρονόμησαν τὴν γη̃ν αὐτω̃ν πέραν του̃ Ιορδάνου ἀφ' ἡλίου ἀνατολω̃ν ἀπὸ φάραγγος Αρνων ἕως του̃ ὄρους Αερμων καὶ πα̃σαν τὴν γη̃ν Αραβα ἀπ' ἀνατολω̃ν |
2 Σηων τὸν βασιλέα τω̃ν Αμορραίων ὃς κατώ̨κει ἐν Εσεβων κυριεύων ἀπὸ Αροηρ ἥ ἐστιν ἐν τη̨̃ φάραγγι κατὰ μέρος τη̃ς φάραγγος καὶ τὸ ἥμισυ τη̃ς Γαλααδ ἕως Ιαβοκ ὅρια υἱω̃ν Αμμων |
3 καὶ Αραβα ἕως τη̃ς θαλάσσης Χενερεθ κατ' ἀνατολὰς καὶ ἕως τη̃ς θαλάσσης Αραβα θάλασσαν τω̃ν ἁλω̃ν ἀπὸ ἀνατολω̃ν ὁδὸν τὴν κατὰ Ασιμωθ ἀπὸ Θαιμαν τὴν ὑπὸ Ασηδωθ Φασγα |
4 καὶ Ωγ βασιλεὺς Βασαν ὑπελείφθη ἐκ τω̃ν γιγάντων ὁ κατοικω̃ν ἐν Ασταρωθ καὶ ἐν Εδραϊν |
5 ἄρχων ἀπὸ ὄρους Αερμων καὶ ἀπὸ Σελχα καὶ πα̃σαν τὴν Βασαν ἕως ὁρίων Γεσουρι καὶ τὴν Μαχατι καὶ τὸ ἥμισυ Γαλααδ ὁρίων Σηων βασιλέως Εσεβων |
6 Μωυση̃ς ὁ παι̃ς κυρίου καὶ οἱ υἱοὶ Ισραηλ ἐπάταξαν αὐτούς καὶ ἔδωκεν αὐτὴν Μωυση̃ς ἐν κληρονομία̨ Ρουβην καὶ Γαδ καὶ τω̨̃ ἡμίσει φυλη̃ς Μανασση |
7 καὶ οὑ̃τοι οἱ βασιλει̃ς τω̃ν Αμορραίων οὓς ἀνει̃λεν 'Ιησου̃ς καὶ οἱ υἱοὶ Ισραηλ ἐν τω̨̃ πέραν του̃ Ιορδάνου παρὰ θάλασσαν Βααλγαδ ἐν τω̨̃ πεδίω̨ του̃ Λιβάνου καὶ ἕως του̃ ὄρους Χελχα ἀναβαινόντων εἰς Σηιρ καὶ ἔδωκεν αὐτὴν 'Ιησου̃ς ται̃ς φυλαι̃ς Ισραηλ κληρονομει̃ν κατὰ κλη̃ρον αὐτω̃ν |
8 ἐν τω̨̃ ὄρει καὶ ἐν τω̨̃ πεδίω̨ καὶ ἐν Αραβα καὶ ἐν Ασηδωθ καὶ ἐν τη̨̃ ἐρήμω̨ καὶ ἐν Ναγεβ τὸν Χετται̃ον καὶ τὸν Αμορραι̃ον καὶ τὸν Χαναναι̃ον καὶ τὸν Φερεζαι̃ον καὶ τὸν Ευαι̃ον καὶ τὸν Ιεβουσαι̃ον |
9 τὸν βασιλέα Ιεριχω καὶ τὸν βασιλέα τη̃ς Γαι ἥ ἐστιν πλησίον Βαιθηλ |
10 βασιλέα Ιερουσαλημ βασιλέα Χεβρων |
11 βασιλέα Ιεριμουθ βασιλέα Λαχις |
12 βασιλέα Αιλαμ βασιλέα Γαζερ |
13 βασιλέα Δαβιρ βασιλέα Γαδερ |
14 βασιλέα Ερμαθ βασιλέα Αραθ |
15 βασιλέα Λεβνα βασιλέα Οδολλαμ |
|
17 βασιλέα Ταφουγ βασιλέα Οφερ |
18 βασιλέα Αφεκ τη̃ς Σαρων |
|
20 βασιλέα Συμοων βασιλέα Μαρρων βασιλέα Αζιφ |
21 βασιλέα Καδης βασιλέα Ταναχ |
22 βασιλέα Μαγεδων βασιλέα Ιεκοναμ του̃ Χερμελ |
23 βασιλέα Δωρ του̃ Ναφεδδωρ βασιλέα Γωιμ τη̃ς Γαλιλαίας |
24 βασιλέα Θαρσα πάντες οὑ̃τοι βασιλει̃ς εἴκοσι ἐννέα |
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police
Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police
Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.