Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΚΑΤΑ ΙΩΑΝΝΗΝ, κεφαλίς 3

ἠ̃ν δὲ ἄνθρωπος ἐκ τω̃ν Φαρισαίων Νικόδημος ὄνομα αὐτω̨̃ ἄρχων τω̃ν ’Ιουδαίων
οὑ̃τος ἠ̃λθεν πρòς αὐτòν νυκτòς καὶ εἰ̃πεν αὐτω̨̃ ῥαββί οἴδαμεν ὅτι ἀπò θεου̃ ἐλήλυθας διδάσκαλος οὐδεὶς γὰρ δύναται ταυ̃τα τὰ σημει̃α ποιει̃ν ἃ σὺ ποιει̃ς ἐὰν μὴ ἠ̨̃ ὁ θεòς μετ' αὐτου̃
ἀπεκρίθη ’Ιησου̃ς καὶ εἰ̃πεν αὐτω̨̃ ἀμὴν ἀμὴν λέγω σοι ἐὰν μή τις γεννηθη̨̃ ἄνωθεν οὐ δύναται ἰδει̃ν τὴν βασιλείαν του̃ θεου̃
λέγει πρòς αὐτòν ὁ Νικόδημος πω̃ς δύναται ἄνθρωπος γεννηθη̃ναι γέρων ὤν μὴ δύναται εἰς τὴν κοιλίαν τη̃ς μητρòς αὐτου̃ δεύτερον εἰσελθει̃ν καὶ γεννηθη̃ναι
ἀπεκρίθη ’Ιησου̃ς ἀμὴν ἀμὴν λέγω σοι ἐὰν μή τις γεννηθη̨̃ ἐξ ὕδατος καὶ πνεύματος οὐ δύναται εἰσελθει̃ν εἰς τὴν βασιλείαν του̃ θεου̃
τò γεγεννημένον ἐκ τη̃ς σαρκòς σάρξ ἐστιν καὶ τò γεγεννημένον ἐκ του̃ πνεύματος πνευ̃μά ἐστιν
μὴ θαυμάση̨ς ὅτι εἰ̃πόν σοι δει̃ ὑμα̃ς γεννηθη̃ναι ἄνωθεν
τò πνευ̃μα ὅπου θέλει πνει̃ καὶ τὴν φωνὴν αὐτου̃ ἀκούεις ἀλλ' οὐκ οἰ̃δας πόθεν ἔρχεται καὶ που̃ ὑπάγει οὕτως ἐστὶν πα̃ς ὁ γεγεννημένος ἐκ του̃ πνεύματος
ἀπεκρίθη Νικόδημος καὶ εἰ̃πεν αὐτω̨̃ πω̃ς δύναται ταυ̃τα γενέσθαι
10 ἀπεκρίθη ’Ιησου̃ς καὶ εἰ̃πεν αὐτω̨̃ σὺ εἰ̃ ὁ διδάσκαλος του̃ ’Ισραὴλ καὶ ταυ̃τα οὐ γινώσκεις
11 ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλου̃μεν καὶ ὃ ἑωράκαμεν μαρτυρου̃μεν καὶ τὴν μαρτυρίαν ἡμω̃ν οὐ λαμβάνετε
12 εἰ τὰ ἐπίγεια εἰ̃πον ὑμι̃ν καὶ οὐ πιστεύετε πω̃ς ἐὰν εἴπω ὑμι̃ν τὰ ἐπουράνια πιστεύσετε
13 καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τòν οὐρανòν εἰ μὴ ὁ ἐκ του̃ οὐρανου̃ καταβάς ὁ υἱòς του̃ ἀνθρώπου
14 καὶ καθὼς Μωϋση̃ς ὕψωσεν τòν ὄφιν ἐν τη̨̃ ἐρήμω̨ οὕτως ὑψωθη̃ναι δει̃ τòν υἱòν του̃ ἀνθρώπου
15 ἵνα πα̃ς ὁ πιστεύων ἐν αὐτω̨̃ ἔχη̨ ζωὴν αἰώνιον
16 οὕτως γὰρ ἠγάπησεν ὁ θεòς τòν κόσμον ὥστε τòν υἱòν τòν μονογενη̃ ἔδωκεν ἵνα πα̃ς ὁ πιστεύων εἰς αὐτòν μὴ ἀπόληται ἀλλ' ἔχη̨ ζωὴν αἰώνιον
17 οὐ γὰρ ἀπέστειλεν ὁ θεòς τòν υἱòν εἰς τòν κόσμον ἵνα κρίνη̨ τòν κόσμον ἀλλ' ἵνα σωθη̨̃ ὁ κόσμος δι' αὐτου̃
18 ὁ πιστεύων εἰς αὐτòν οὐ κρίνεται ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται ὅτι μὴ πεπίστευκεν εἰς τò ὄνομα του̃ μονογενου̃ς υἱου̃ του̃ θεου̃
19 αὕτη δέ ἐστιν ἡ κρίσις ὅτι τò φω̃ς ἐλήλυθεν εἰς τòν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι μα̃λλον τò σκότος ἢ τò φω̃ς ἠ̃ν γὰρ αὐτω̃ν πονηρὰ τὰ ἔργα
20 πα̃ς γὰρ ὁ φαυ̃λα πράσσων μισει̃ τò φω̃ς καὶ οὐκ ἔρχεται πρòς τò φω̃ς ἵνα μὴ ἐλεγχθη̨̃ τὰ ἔργα αὐτου̃
21 ὁ δὲ ποιω̃ν τὴν ἀλήθειαν ἔρχεται πρòς τò φω̃ς ἵνα φανερωθη̨̃ αὐτου̃ τὰ ἔργα ὅτι ἐν θεω̨̃ ἐστιν εἰργασμένα
22 μετὰ ταυ̃τα ἠ̃λθεν ὁ ’Ιησου̃ς καὶ οἱ μαθηταὶ αὐτου̃ εἰς τὴν ’Ιουδαίαν γη̃ν καὶ ἐκει̃ διέτριβεν μετ' αὐτω̃ν καὶ ἐβάπτιζεν
23 ἠ̃ν δὲ καὶ ὁ ’Ιωάννης βαπτίζων ἐν αἰνὼν ἐγγὺς του̃ Σαλείμ ὅτι ὕδατα πολλὰ ἠ̃ν ἐκει̃ καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο
24 οὔπω γὰρ ἠ̃ν βεβλημένος εἰς τὴν φυλακὴν ὁ ’Ιωάννης
25 ἐγένετο οὐ̃ν ζήτησις ἐκ τω̃ν μαθητω̃ν ’Ιωάννου μετὰ ’Ιουδαίου περὶ καθαρισμου̃
26 καὶ ἠ̃λθον πρòς τòν ’Ιωάννην καὶ εἰ̃παν αὐτω̨̃ ῥαββί ὃς ἠ̃ν μετὰ σου̃ πέραν του̃ ’Ιορδάνου ὡ̨̃ σὺ μεμαρτύρηκας ἴδε οὑ̃τος βαπτίζει καὶ πάντες ἔρχονται πρòς αὐτόν
27 ἀπεκρίθη ’Ιωάννης καὶ εἰ̃πεν οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδὲ ἓν ἐὰν μὴ ἠ̨̃ δεδομένον αὐτω̨̃ ἐκ του̃ οὐρανου̃
28 αὐτοὶ ὑμει̃ς μοι μαρτυρει̃τε ὅτι εἰ̃πον ὅτι οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός ἀλλ' ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου
29 ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν ὁ δὲ φίλος του̃ νυμφίου ὁ ἑστηκὼς καὶ ἀκούων αὐτου̃ χαρα̨̃ χαίρει διὰ τὴν φωνὴν του̃ νυμφίου αὕτη οὐ̃ν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται
30 ἐκει̃νον δει̃ αὐξάνειν ἐμὲ δὲ ἐλαττου̃σθαι
31 ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν ὁ ὢν ἐκ τη̃ς γη̃ς ἐκ τη̃ς γη̃ς ἐστιν καὶ ἐκ τη̃ς γη̃ς λαλει̃ ὁ ἐκ του̃ οὐρανου̃ ἐρχόμενος ἐπάνω πάντων ἐστίν
32 ὃ ἑώρακεν καὶ ἤκουσεν του̃το μαρτυρει̃ καὶ τὴν μαρτυρίαν αὐτου̃ οὐδεὶς λαμβάνει
33 ὁ λαβὼν αὐτου̃ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ θεòς ἀληθής ἐστιν
34 ὃν γὰρ ἀπέστειλεν ὁ θεòς τὰ ῥήματα του̃ θεου̃ λαλει̃ οὐ γὰρ ἐκ μέτρου δίδωσιν τò πνευ̃μα
35 ὁ πατὴρ ἀγαπα̨̃ τòν υἱόν καὶ πάντα δέδωκεν ἐν τη̨̃ χειρὶ αὐτου̃
36 ὁ πιστεύων εἰς τòν υἱòν ἔχει ζωὴν αἰώνιον ὁ δὲ ἀπειθω̃ν τω̨̃ υἱω̨̃ οὐκ ὄψεται ζωήν ἀλλ' ἡ ὀργὴ του̃ θεου̃ μένει ἐπ' αὐτόν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.