Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΚΑΤΑ ΙΩΑΝΝΗΝ, κεφαλίς 17

ταυ̃τα ἐλάλησεν ’Ιησου̃ς καὶ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτου̃ εἰς τòν οὐρανòν εἰ̃πεν πάτερ ἐλήλυθεν ἡ ὥρα δόξασόν σου τòν υἱόν ἵνα ὁ υἱòς δοξάση̨ σέ
καθὼς ἔδωκας αὐτω̨̃ ἐξουσίαν πάσης σαρκός ἵνα πα̃ν ὃ δέδωκας αὐτω̨̃ δώση̨ αὐτοι̃ς ζωὴν αἰώνιον
αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή ἵνα γινώσκωσιν σὲ τòν μόνον ἀληθινòν θεòν καὶ ὃν ἀπέστειλας ’Ιησου̃ν Χριστόν
ἐγώ σε ἐδόξασα ἐπὶ τη̃ς γη̃ς τò ἔργον τελειώσας ὃ δέδωκάς μοι ἵνα ποιήσω
καὶ νυ̃ν δόξασόν με σύ πάτερ παρὰ σεαυτω̨̃ τη̨̃ δόξη̨ ἡ̨̃ εἰ̃χον πρò του̃ τòν κόσμον εἰ̃ναι παρὰ σοί
ἐφανέρωσά σου τò ὄνομα τοι̃ς ἀνθρώποις οὓς ἔδωκάς μοι ἐκ του̃ κόσμου σοὶ ἠ̃σαν κἀμοὶ αὐτοὺς ἔδωκας καὶ τòν λόγον σου τετήρηκαν
νυ̃ν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σου̃ εἰσιν
ὅτι τὰ ῥήματα ἃ ἔδωκάς μοι δέδωκα αὐτοι̃ς καὶ αὐτοὶ ἔλαβον καὶ ἔγνωσαν ἀληθω̃ς ὅτι παρὰ σου̃ ἐξη̃λθον καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας
ἐγὼ περὶ αὐτω̃ν ἐρωτω̃ οὐ περὶ του̃ κόσμου ἐρωτω̃ ἀλλὰ περὶ ὡ̃ν δέδωκάς μοι ὅτι σοί εἰσιν
10 καὶ τὰ ἐμὰ πάντα σά ἐστιν καὶ τὰ σὰ ἐμά καὶ δεδόξασμαι ἐν αὐτοι̃ς
11 καὶ οὐκέτι εἰμὶ ἐν τω̨̃ κόσμω̨ καὶ αὐτοὶ ἐν τω̨̃ κόσμω̨ εἰσίν κἀγὼ πρòς σὲ ἔρχομαι πάτερ ἅγιε τήρησον αὐτοὺς ἐν τω̨̃ ὀνόματί σου ὡ̨̃ δέδωκάς μοι ἵνα ὠ̃σιν ἓν καθὼς ἡμει̃ς
12 ὅτε ἤμην μετ' αὐτω̃ν ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τω̨̃ ὀνόματί σου ὡ̨̃ δέδωκάς μοι καὶ ἐφύλαξα καὶ οὐδεὶς ἐξ αὐτω̃ν ἀπώλετο εἰ μὴ ὁ υἱòς τη̃ς ἀπωλείας ἵνα ἡ γραφὴ πληρωθη̨̃
13 νυ̃ν δὲ πρòς σὲ ἔρχομαι καὶ ταυ̃τα λαλω̃ ἐν τω̨̃ κόσμω̨ ἵνα ἔχωσιν τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν ἑαυτοι̃ς
14 ἐγὼ δέδωκα αὐτοι̃ς τòν λόγον σου καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς ὅτι οὐκ εἰσὶν ἐκ του̃ κόσμου καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ του̃ κόσμου
15 οὐκ ἐρωτω̃ ἵνα ἄρη̨ς αὐτοὺς ἐκ του̃ κόσμου ἀλλ' ἵνα τηρήση̨ς αὐτοὺς ἐκ του̃ πονηρου̃
16 ἐκ του̃ κόσμου οὐκ εἰσὶν καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ του̃ κόσμου
17 ἁγίασον αὐτοὺς ἐν τη̨̃ ἀληθεία̨ ὁ λόγος ὁ σòς ἀλήθειά ἐστιν
18 καθὼς ἐμὲ ἀπέστειλας εἰς τòν κόσμον κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τòν κόσμον
19 καὶ ὑπὲρ αὐτω̃ν ἐγὼ ἁγιάζω ἐμαυτόν ἵνα ὠ̃σιν καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθεία̨
20 οὐ περὶ τούτων δὲ ἐρωτω̃ μόνον ἀλλὰ καὶ περὶ τω̃ν πιστευόντων διὰ του̃ λόγου αὐτω̃ν εἰς ἐμέ
21 ἵνα πάντες ἓν ὠ̃σιν καθὼς σύ πάτερ ἐν ἐμοὶ κἀγὼ ἐν σοί ἵνα καὶ αὐτοὶ ἐν ἡμι̃ν ὠ̃σιν ἵνα ὁ κόσμος πιστεύη̨ ὅτι σύ με ἀπέστειλας
22 κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοι̃ς ἵνα ὠ̃σιν ἓν καθὼς ἡμει̃ς ἕν
23 ἐγὼ ἐν αὐτοι̃ς καὶ σὺ ἐν ἐμοί ἵνα ὠ̃σιν τετελειωμένοι εἰς ἕν ἵνα γινώσκη̨ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας
24 πάτερ ὃ δέδωκάς μοι θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκει̃νοι ὠ̃σιν μετ' ἐμου̃ ἵνα θεωρω̃σιν τὴν δόξαν τὴν ἐμὴν ἣν δέδωκάς μοι ὅτι ἠγάπησάς με πρò καταβολη̃ς κόσμου
25 πάτερ δίκαιε καὶ ὁ κόσμος σε οὐκ ἔγνω ἐγὼ δέ σε ἔγνων καὶ οὑ̃τοι ἔγνωσαν ὅτι σύ με ἀπέστειλας
26 καὶ ἐγνώρισα αὐτοι̃ς τò ὄνομά σου καὶ γνωρίσω ἵνα ἡ ἀγάπη ἣν ἠγάπησάς με ἐν αὐτοι̃ς ἠ̨̃ κἀγὼ ἐν αὐτοι̃ς
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.