Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΚΑΤΑ ΙΩΑΝΝΗΝ, κεφαλίς 12,  στἰχοι 20-36

20 ἠ̃σαν δὲ ‘Έλληνές τινες ἐκ τω̃ν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τη̨̃ ἑορτη̨̃
21 οὑ̃τοι οὐ̃ν προση̃λθον Φιλίππω̨ τω̨̃ ἀπò Βηθσαϊδὰ τη̃ς Γαλιλαίας καὶ ἠρώτων αὐτòν λέγοντες κύριε θέλομεν τòν ’Ιησου̃ν ἰδει̃ν
22 ἔρχεται ὁ Φίλιππος καὶ λέγει τω̨̃ ’Ανδρέα̨ ἔρχεται ’Ανδρέας καὶ Φίλιππος καὶ λέγουσιν τω̨̃ ’Ιησου̃
23 ὁ δὲ ’Ιησου̃ς ἀποκρίνεται αὐτοι̃ς λέγων ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθη̨̃ ὁ υἱòς του̃ ἀνθρώπου
24 ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ἐὰν μὴ ὁ κόκκος του̃ σίτου πεσὼν εἰς τὴν γη̃ν ἀποθάνη̨ αὐτòς μόνος μένει ἐὰν δὲ ἀποθάνη̨ πολὺν καρπòν φέρει
25 ὁ φιλω̃ν τὴν ψυχὴν αὐτου̃ ἀπολλύει αὐτήν καὶ ὁ μισω̃ν τὴν ψυχὴν αὐτου̃ ἐν τω̨̃ κόσμω̨ τούτω̨ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν
26 ἐὰν ἐμοί τις διακονη̨̃ ἐμοὶ ἀκολουθείτω καὶ ὅπου εἰμὶ ἐγὼ ἐκει̃ καὶ ὁ διάκονος ὁ ἐμòς ἔσται ἐάν τις ἐμοὶ διακονη̨̃ τιμήσει αὐτòν ὁ πατήρ
27 νυ̃ν ἡ ψυχή μου τετάρακται καὶ τί εἴπω πάτερ σω̃σόν με ἐκ τη̃ς ὥρας ταύτης ἀλλὰ διὰ του̃το ἠ̃λθον εἰς τὴν ὥραν ταύτην
28 πάτερ δόξασόν σου τò ὄνομα ἠ̃λθεν οὐ̃ν φωνὴ ἐκ του̃ οὐρανου̃ καὶ ἐδόξασα καὶ πάλιν δοξάσω
29 ὁ οὐ̃ν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι ἄλλοι ἔλεγον ἄγγελος αὐτω̨̃ λελάληκεν
30 ἀπεκρίθη ’Ιησου̃ς καὶ εἰ̃πεν οὐ δι' ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν ἀλλὰ δι' ὑμα̃ς
31 νυ̃ν κρίσις ἐστὶν του̃ κόσμου τούτου νυ̃ν ὁ ἄρχων του̃ κόσμου τούτου ἐκβληθήσεται ἔξω
32 κἀγὼ ἐὰν ὑψωθω̃ ἐκ τη̃ς γη̃ς πάντας ἑλκύσω πρòς ἐμαυτόν
33 του̃το δὲ ἔλεγεν σημαίνων ποίω̨ θανάτω̨ ἤμελλεν ἀποθνή̨σκειν
34 ἀπεκρίθη οὐ̃ν αὐτω̨̃ ὁ ὄχλος ἡμει̃ς ἠκούσαμεν ἐκ του̃ νόμου ὅτι ὁ Χριστòς μένει εἰς τòν αἰω̃να καὶ πω̃ς λέγεις σὺ ὅτι δει̃ ὑψωθη̃ναι τòν υἱòν του̃ ἀνθρώπου τίς ἐστιν οὑ̃τος ὁ υἱòς του̃ ἀνθρώπου
35 εἰ̃πεν οὐ̃ν αὐτοι̃ς ὁ ’Ιησου̃ς ἔτι μικρòν χρόνον τò φω̃ς ἐν ὑμι̃ν ἐστιν περιπατει̃τε ὡς τò φω̃ς ἔχετε ἵνα μὴ σκοτία ὑμα̃ς καταλάβη̨ καὶ ὁ περιπατω̃ν ἐν τη̨̃ σκοτία̨ οὐκ οἰ̃δεν που̃ ὑπάγει
36 ὡς τò φω̃ς ἔχετε πιστεύετε εἰς τò φω̃ς ἵνα υἱοὶ φωτòς γένησθε ταυ̃τα ἐλάλησεν ’Ιησου̃ς καὶ ἀπελθὼν ἐκρύβη ἀπ' αὐτω̃ν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.