1 ὁ οὐ̃ν ’Ιησου̃ς πρò ἓξ ἡμερω̃ν του̃ πάσχα ἠ̃λθεν εἰς Βηθανίαν ὅπου ἠ̃ν Λάζαρος ὃν ἤγειρεν ἐκ νεκρω̃ν ’Ιησου̃ς |
2 ἐποίησαν οὐ̃ν αὐτω̨̃ δει̃πνον ἐκει̃ καὶ ἡ Μάρθα διηκόνει ὁ δὲ Λάζαρος εἱ̃ς ἠ̃ν ἐκ τω̃ν ἀνακειμένων σὺν αὐτω̨̃ |
3 ἡ οὐ̃ν Μαριὰμ λαβου̃σα λίτραν μύρου νάρδου πιστικη̃ς πολυτίμου ἤλειψεν τοὺς πόδας του̃ ’Ιησου̃ καὶ ἐξέμαξεν ται̃ς θριξὶν αὐτη̃ς τοὺς πόδας αὐτου̃ ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τη̃ς ὀσμη̃ς του̃ μύρου |
4 λέγει δὲ ’Ιούδας ὁ ’Ισκαριώτης εἱ̃ς ἐκ τω̃ν μαθητω̃ν αὐτου̃ ὁ μέλλων αὐτòν παραδιδόναι |
5 διὰ τί του̃το τò μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοι̃ς |
6 εἰ̃πεν δὲ του̃το οὐχ ὅτι περὶ τω̃ν πτωχω̃ν ἔμελεν αὐτω̨̃ ἀλλ' ὅτι κλέπτης ἠ̃ν καὶ τò γλωσσόκομον ἔχων τὰ βαλλόμενα ἐβάσταζεν |
7 εἰ̃πεν οὐ̃ν ὁ ’Ιησου̃ς ἄφες αὐτήν ἵνα εἰς τὴν ἡμέραν του̃ ἐνταφιασμου̃ μου τηρήση̨ αὐτό |
8 τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ' ἑαυτω̃ν ἐμὲ δὲ οὐ πάντοτε ἔχετε |
9 ἔγνω οὐ̃ν ὁ ὄχλος πολὺς ἐκ τω̃ν ’Ιουδαίων ὅτι ἐκει̃ ἐστιν καὶ ἠ̃λθον οὐ διὰ τòν ’Ιησου̃ν μόνον ἀλλ' ἵνα καὶ τòν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρω̃ν |
10 ἐβουλεύσαντο δὲ οἱ ἀρχιερει̃ς ἵνα καὶ τòν Λάζαρον ἀποκτείνωσιν |
11 ὅτι πολλοὶ δι' αὐτòν ὑπη̃γον τω̃ν ’Ιουδαίων καὶ ἐπίστευον εἰς τòν ’Ιησου̃ν |
12 τη̨̃ ἐπαύριον ὁ ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν ἀκούσαντες ὅτι ἔρχεται ὁ ’Ιησου̃ς εἰς ‘Ιεροσόλυμα |
13 ἔλαβον τὰ βαΐα τω̃ν φοινίκων καὶ ἐξη̃λθον εἰς ὑπάντησιν αὐτω̨̃ καὶ ἐκραύγαζον ὡσαννά εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου καὶ ὁ βασιλεὺς του̃ ’Ισραήλ |
14 εὑρὼν δὲ ὁ ’Ιησου̃ς ὀνάριον ἐκάθισεν ἐπ' αὐτό καθώς ἐστιν γεγραμμένον |
15 μὴ φοβου̃ θυγάτηρ Σιών ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται καθήμενος ἐπὶ πω̃λον ὄνου |
16 ταυ̃τα οὐκ ἔγνωσαν αὐτου̃ οἱ μαθηταὶ τò πρω̃τον ἀλλ' ὅτε ἐδοξάσθη ’Ιησου̃ς τότε ἐμνήσθησαν ὅτι ταυ̃τα ἠ̃ν ἐπ' αὐτω̨̃ γεγραμμένα καὶ ταυ̃τα ἐποίησαν αὐτω̨̃ |
17 ἐμαρτύρει οὐ̃ν ὁ ὄχλος ὁ ὢν μετ' αὐτου̃ ὅτε τòν Λάζαρον ἐφώνησεν ἐκ του̃ μνημείου καὶ ἤγειρεν αὐτòν ἐκ νεκρω̃ν |
18 διὰ του̃το καὶ ὑπήντησεν αὐτω̨̃ ὁ ὄχλος ὅτι ἤκουσαν του̃το αὐτòν πεποιηκέναι τò σημει̃ον |
19 οἱ οὐ̃ν Φαρισαι̃οι εἰ̃παν πρòς ἑαυτούς θεωρει̃τε ὅτι οὐκ ὠφελει̃τε οὐδέν ἴδε ὁ κόσμος ὀπίσω αὐτου̃ ἀπη̃λθεν |
20 ἠ̃σαν δὲ ‘Έλληνές τινες ἐκ τω̃ν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τη̨̃ ἑορτη̨̃ |
21 οὑ̃τοι οὐ̃ν προση̃λθον Φιλίππω̨ τω̨̃ ἀπò Βηθσαϊδὰ τη̃ς Γαλιλαίας καὶ ἠρώτων αὐτòν λέγοντες κύριε θέλομεν τòν ’Ιησου̃ν ἰδει̃ν |
22 ἔρχεται ὁ Φίλιππος καὶ λέγει τω̨̃ ’Ανδρέα̨ ἔρχεται ’Ανδρέας καὶ Φίλιππος καὶ λέγουσιν τω̨̃ ’Ιησου̃ |
23 ὁ δὲ ’Ιησου̃ς ἀποκρίνεται αὐτοι̃ς λέγων ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθη̨̃ ὁ υἱòς του̃ ἀνθρώπου |
24 ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ἐὰν μὴ ὁ κόκκος του̃ σίτου πεσὼν εἰς τὴν γη̃ν ἀποθάνη̨ αὐτòς μόνος μένει ἐὰν δὲ ἀποθάνη̨ πολὺν καρπòν φέρει |
25 ὁ φιλω̃ν τὴν ψυχὴν αὐτου̃ ἀπολλύει αὐτήν καὶ ὁ μισω̃ν τὴν ψυχὴν αὐτου̃ ἐν τω̨̃ κόσμω̨ τούτω̨ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν |
26 ἐὰν ἐμοί τις διακονη̨̃ ἐμοὶ ἀκολουθείτω καὶ ὅπου εἰμὶ ἐγὼ ἐκει̃ καὶ ὁ διάκονος ὁ ἐμòς ἔσται ἐάν τις ἐμοὶ διακονη̨̃ τιμήσει αὐτòν ὁ πατήρ |
27 νυ̃ν ἡ ψυχή μου τετάρακται καὶ τί εἴπω πάτερ σω̃σόν με ἐκ τη̃ς ὥρας ταύτης ἀλλὰ διὰ του̃το ἠ̃λθον εἰς τὴν ὥραν ταύτην |
28 πάτερ δόξασόν σου τò ὄνομα ἠ̃λθεν οὐ̃ν φωνὴ ἐκ του̃ οὐρανου̃ καὶ ἐδόξασα καὶ πάλιν δοξάσω |
29 ὁ οὐ̃ν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι ἄλλοι ἔλεγον ἄγγελος αὐτω̨̃ λελάληκεν |
30 ἀπεκρίθη ’Ιησου̃ς καὶ εἰ̃πεν οὐ δι' ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν ἀλλὰ δι' ὑμα̃ς |
31 νυ̃ν κρίσις ἐστὶν του̃ κόσμου τούτου νυ̃ν ὁ ἄρχων του̃ κόσμου τούτου ἐκβληθήσεται ἔξω |
32 κἀγὼ ἐὰν ὑψωθω̃ ἐκ τη̃ς γη̃ς πάντας ἑλκύσω πρòς ἐμαυτόν |
33 του̃το δὲ ἔλεγεν σημαίνων ποίω̨ θανάτω̨ ἤμελλεν ἀποθνή̨σκειν |
34 ἀπεκρίθη οὐ̃ν αὐτω̨̃ ὁ ὄχλος ἡμει̃ς ἠκούσαμεν ἐκ του̃ νόμου ὅτι ὁ Χριστòς μένει εἰς τòν αἰω̃να καὶ πω̃ς λέγεις σὺ ὅτι δει̃ ὑψωθη̃ναι τòν υἱòν του̃ ἀνθρώπου τίς ἐστιν οὑ̃τος ὁ υἱòς του̃ ἀνθρώπου |
35 εἰ̃πεν οὐ̃ν αὐτοι̃ς ὁ ’Ιησου̃ς ἔτι μικρòν χρόνον τò φω̃ς ἐν ὑμι̃ν ἐστιν περιπατει̃τε ὡς τò φω̃ς ἔχετε ἵνα μὴ σκοτία ὑμα̃ς καταλάβη̨ καὶ ὁ περιπατω̃ν ἐν τη̨̃ σκοτία̨ οὐκ οἰ̃δεν που̃ ὑπάγει |
36 ὡς τò φω̃ς ἔχετε πιστεύετε εἰς τò φω̃ς ἵνα υἱοὶ φωτòς γένησθε ταυ̃τα ἐλάλησεν ’Ιησου̃ς καὶ ἀπελθὼν ἐκρύβη ἀπ' αὐτω̃ν |
37 τοσαυ̃τα δὲ αὐτου̃ σημει̃α πεποιηκότος ἔμπροσθεν αὐτω̃ν οὐκ ἐπίστευον εἰς αὐτόν |
38 ἵνα ὁ λόγος ’Ησαΐου του̃ προφήτου πληρωθη̨̃ ὃν εἰ̃πεν κύριε τίς ἐπίστευσεν τη̨̃ ἀκοη̨̃ ἡμω̃ν καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη |
39 διὰ του̃το οὐκ ἠδύναντο πιστεύειν ὅτι πάλιν εἰ̃πεν ’Ησαΐας |
40 τετύφλωκεν αὐτω̃ν τοὺς ὀφθαλμοὺς καὶ ἐπώρωσεν αὐτω̃ν τὴν καρδίαν ἵνα μὴ ἴδωσιν τοι̃ς ὀφθαλμοι̃ς καὶ νοήσωσιν τη̨̃ καρδία̨ καὶ στραφω̃σιν καὶ ἰάσομαι αὐτούς |
41 ταυ̃τα εἰ̃πεν ’Ησαΐας ὅτι εἰ̃δεν τὴν δόξαν αὐτου̃ καὶ ἐλάλησεν περὶ αὐτου̃ |
42 ὅμως μέντοι καὶ ἐκ τω̃ν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν ἵνα μὴ ἀποσυνάγωγοι γένωνται |
43 ἠγάπησαν γὰρ τὴν δόξαν τω̃ν ἀνθρώπων μα̃λλον ἤπερ τὴν δόξαν του̃ θεου̃ |
44 ’Ιησου̃ς δὲ ἔκραξεν καὶ εἰ̃πεν ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλὰ εἰς τòν πέμψαντά με |
45 καὶ ὁ θεωρω̃ν ἐμὲ θεωρει̃ τòν πέμψαντά με |
46 ἐγὼ φω̃ς εἰς τòν κόσμον ἐλήλυθα ἵνα πα̃ς ὁ πιστεύων εἰς ἐμὲ ἐν τη̨̃ σκοτία̨ μὴ μείνη̨ |
47 καὶ ἐάν τίς μου ἀκούση̨ τω̃ν ῥημάτων καὶ μὴ φυλάξη̨ ἐγὼ οὐ κρίνω αὐτόν οὐ γὰρ ἠ̃λθον ἵνα κρίνω τòν κόσμον ἀλλ' ἵνα σώσω τòν κόσμον |
48 ὁ ἀθετω̃ν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου ἔχει τòν κρίνοντα αὐτόν ὁ λόγος ὃν ἐλάλησα ἐκει̃νος κρινει̃ αὐτòν ἐν τη̨̃ ἐσχάτη̨ ἡμέρα̨ |
49 ὅτι ἐγὼ ἐξ ἐμαυτου̃ οὐκ ἐλάλησα ἀλλ' ὁ πέμψας με πατὴρ αὐτός μοι ἐντολὴν δέδωκεν τί εἴπω καὶ τί λαλήσω |
50 καὶ οἰ̃δα ὅτι ἡ ἐντολὴ αὐτου̃ ζωὴ αἰώνιός ἐστιν ἃ οὐ̃ν ἐγὼ λαλω̃ καθὼς εἴρηκέν μοι ὁ πατήρ οὕτως λαλω̃ |