Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΙΩΒ, κεφαλίς 4

1 ὑπολαβὼν δὲ Ελιφας ὁ Θαιμανίτης λέγει
2 μὴ πολλάκις σοι λελάληται ἐν κόπω̨ ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει
3 εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς καὶ χει̃ρας ἀσθενου̃ς παρεκάλεσας
4 ἀσθενου̃ντάς τε ἐξανέστησας ῥήμασιν γόνασίν τε ἀδυνατου̃σιν θάρσος περιέθηκας
5 νυ̃ν δὲ ἥκει ἐπὶ σὲ πόνος καὶ ἥψατό σου σὺ δὲ ἐσπούδασας
6 πότερον οὐχ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνη̨ καὶ ἡ ἐλπίς σου καὶ ἡ ἀκακία τη̃ς ὁδου̃ σου
7 μνήσθητι οὐ̃ν τίς καθαρὸς ὢν ἀπώλετο ἢ πότε ἀληθινοὶ ὁλόρριζοι ἀπώλοντο
8 καθ' ὃν τρόπον εἰ̃δον τοὺς ἀροτριω̃ντας τὰ ἄτοπα οἱ δὲ σπείροντες αὐτὰ ὀδύνας θεριου̃σιν ἑαυτοι̃ς
9 ἀπὸ προστάγματος κυρίου ἀπολου̃νται ἀπὸ δὲ πνεύματος ὀργη̃ς αὐτου̃ ἀφανισθήσονται
10 σθένος λέοντος φωνὴ δὲ λεαίνης γαυρίαμα δὲ δρακόντων ἐσβέσθη
11 μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν σκύμνοι δὲ λεόντων ἔλιπον ἀλλήλους
12 εἰ δέ τι ῥη̃μα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου οὐθὲν ἄν σοι τούτων κακὸν ἀπήντησεν πότερον οὐ δέξεταί μου τὸ οὐ̃ς ἐξαίσια παρ' αὐτου̃
13 φόβοι δὲ καὶ ἠχὼ νυκτερινή ἐπιπίπτων φόβος ἐπ' ἀνθρώπους
14 φρίκη δέ μοι συνήντησεν καὶ τρόμος καὶ μεγάλως μου τὰ ὀστα̃ συνέσεισεν
15 καὶ πνευ̃μα ἐπὶ πρόσωπόν μου ἐπη̃λθεν ἔφριξαν δέ μου τρίχες καὶ σάρκες
16 ἀνέστην καὶ οὐκ ἐπέγνων εἰ̃δον καὶ οὐκ ἠ̃ν μορφὴ πρὸ ὀφθαλμω̃ν μου ἀλλ' ἢ αὔραν καὶ φωνὴν ἤκουον
17 τί γάρ μὴ καθαρὸς ἔσται βροτὸς ἐναντίον κυρίου ἢ ἀπὸ τω̃ν ἔργων αὐτου̃ ἄμεμπτος ἀνήρ
18 εἰ κατὰ παίδων αὐτου̃ οὐ πιστεύει κατὰ δὲ ἀγγέλων αὐτου̃ σκολιόν τι ἐπενόησεν
19 τοὺς δὲ κατοικου̃ντας οἰκίας πηλίνας ἐξ ὡ̃ν καὶ αὐτοὶ ἐκ του̃ αὐτου̃ πηλου̃ ἐσμεν ἔπαισεν αὐτοὺς σητὸς τρόπον
20 καὶ ἀπὸ πρωίθεν ἕως ἑσπέρας οὐκέτι εἰσίν παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοι̃ς βοηθη̃σαι ἀπώλοντο
21 ἐνεφύσησεν γὰρ αὐτοι̃ς καὶ ἐξηράνθησαν ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.