1 ἐπικάλεσαι δέ εἴ τίς σοι ὑπακούσεται ἢ εἴ τινα ἀγγέλων ἁγίων ὄψη̨ |
2 καὶ γὰρ ἄφρονα ἀναιρει̃ ὀργή πεπλανημένον δὲ θανατοι̃ ζη̃λος |
3 ἐγὼ δὲ ἑώρακα ἄφρονας ῥίζαν βάλλοντας ἀλλ' εὐθέως ἐβρώθη αὐτω̃ν ἡ δίαιτα |
4 πόρρω γένοιντο οἱ υἱοὶ αὐτω̃ν ἀπὸ σωτηρίας κολαβρισθείησαν δὲ ἐπὶ θύραις ἡσσόνων καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος |
5 ἃ γὰρ ἐκει̃νοι συνήγαγον δίκαιοι ἔδονται αὐτοὶ δὲ ἐκ κακω̃ν οὐκ ἐξαίρετοι ἔσονται ἐκσιφωνισθείη αὐτω̃ν ἡ ἰσχύς |
6 οὐ γὰρ μὴ ἐξέλθη̨ ἐκ τη̃ς γη̃ς κόπος οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος |
7 ἀλλὰ ἄνθρωπος γεννα̃ται κόπω̨ νεοσσοὶ δὲ γυπὸς τὰ ὑψηλὰ πέτονται |
8 οὐ μὴν δὲ ἀλλὰ ἐγὼ δεηθήσομαι κυρίου κύριον δὲ τὸν πάντων δεσπότην ἐπικαλέσομαι |
9 τὸν ποιου̃ντα μεγάλα καὶ ἀνεξιχνίαστα ἔνδοξά τε καὶ ἐξαίσια ὡ̃ν οὐκ ἔστιν ἀριθμός |
10 τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γη̃ν ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπ' οὐρανόν |
11 τὸν ποιου̃ντα ταπεινοὺς εἰς ὕψος καὶ ἀπολωλότας ἐξεγείροντα |
12 διαλλάσσοντα βουλὰς πανούργων καὶ οὐ μὴ ποιήσουσιν αἱ χει̃ρες αὐτω̃ν ἀληθές |
13 ὁ καταλαμβάνων σοφοὺς ἐν τη̨̃ φρονήσει βουλὴν δὲ πολυπλόκων ἐξέστησεν |
14 ἡμέρας συναντήσεται αὐτοι̃ς σκότος τὸ δὲ μεσημβρινὸν ψηλαφήσαισαν ἴσα νυκτί |
15 ἀπόλοιντο δὲ ἐν πολέμω̨ ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου |
16 εἴη δὲ ἀδυνάτω̨ ἐλπίς ἀδίκου δὲ στόμα ἐμφραχθείη |
17 μακάριος δὲ ἄνθρωπος ὃν ἤλεγξεν ὁ κύριος νουθέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου |
18 αὐτὸς γὰρ ἀλγει̃ν ποιει̃ καὶ πάλιν ἀποκαθίστησιν ἔπαισεν καὶ αἱ χει̃ρες αὐτου̃ ἰάσαντο |
19 ἑξάκις ἐξ ἀναγκω̃ν σε ἐξελει̃ται ἐν δὲ τω̨̃ ἑβδόμω̨ οὐ μὴ ἅψηταί σου κακόν |
20 ἐν λιμω̨̃ ῥύσεταί σε ἐκ θανάτου ἐν πολέμω̨ δὲ ἐκ χειρὸς σιδήρου λύσει σε |
21 ἀπὸ μάστιγος γλώσσης σε κρύψει καὶ οὐ μὴ φοβηθη̨̃ς ἀπὸ κακω̃ν ἐρχομένων |
22 ἀδίκων καὶ ἀνόμων καταγελάση̨ ἀπὸ δὲ θηρίων ἀγρίων οὐ μὴ φοβηθη̨̃ς |
23 θη̃ρες γὰρ ἄγριοι εἰρηνεύσουσίν σοι |
24 εἰ̃τα γνώση̨ ὅτι εἰρηνεύσει σου ὁ οἰ̃κος ἡ δὲ δίαιτα τη̃ς σκηνη̃ς σου οὐ μὴ ἁμάρτη̨ |
25 γνώση̨ δὲ ὅτι πολὺ τὸ σπέρμα σου τὰ δὲ τέκνα σου ἔσται ὥσπερ τὸ παμβότανον του̃ ἀγρου̃ |
26 ἐλεύση̨ δὲ ἐν τάφω̨ ὥσπερ σι̃τος ὥριμος κατὰ καιρὸν θεριζόμενος ἢ ὥσπερ θιμωνιὰ ἅλωνος καθ' ὥραν συγκομισθει̃σα |
27 ἰδοὺ ταυ̃τα οὕτως ἐξιχνιάσαμεν ταυ̃τά ἐστιν ἃ ἀκηκόαμεν σὺ δὲ γνω̃θι σεαυτω̨̃ εἴ τι ἔπραξας |