Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΙΩΒ, κεφαλίς 31

διαθήκην ἐθέμην τοι̃ς ὀφθαλμοι̃ς μου καὶ οὐ συνήσω ἐπὶ παρθένον
καὶ τί ἐμέρισεν ὁ θεὸς ἀπάνωθεν καὶ κληρονομία ἱκανου̃ ἐξ ὑψίστων
οὐχὶ ἀπώλεια τω̨̃ ἀδίκω̨ καὶ ἀπαλλοτρίωσις τοι̃ς ποιου̃σιν ἀνομίαν
οὐχὶ αὐτὸς ὄψεται ὁδόν μου καὶ πάντα τὰ διαβήματά μου ἐξαριθμήσεται
εἰ δὲ ἤμην πεπορευμένος μετὰ γελοιαστω̃ν εἰ δὲ καὶ ἐσπούδασεν ὁ πούς μου εἰς δόλον
ἱσταίη με ἄρα ἐν ζυγω̨̃ δικαίω̨ οἰ̃δεν δὲ ὁ κύριος τὴν ἀκακίαν μου
εἰ ἐξέκλινεν ὁ πούς μου ἐκ τη̃ς ὁδου̃ εἰ δὲ καὶ τω̨̃ ὀφθαλμω̨̃ ἐπηκολούθησεν ἡ καρδία μου εἰ δὲ καὶ ται̃ς χερσίν μου ἡψάμην δώρων
σπείραιμι ἄρα καὶ ἄλλοι φάγοισαν ἄρριζος δὲ γενοίμην ἐπὶ γη̃ς
εἰ ἐξηκολούθησεν ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου εἰ καὶ ἐγκάθετος ἐγενόμην ἐπὶ θύραις αὐτη̃ς
10 ἀρέσαι ἄρα καὶ ἡ γυνή μου ἑτέρω̨ τὰ δὲ νήπιά μου ταπεινωθείη
11 θυμὸς γὰρ ὀργη̃ς ἀκατάσχετος τὸ μια̃ναι ἀνδρὸς γυναι̃κα
12 πυ̃ρ γάρ ἐστιν καιόμενον ἐπὶ πάντων τω̃ν μερω̃ν οὑ̃ δ' ἂν ἐπέλθη̨ ἐκ ῥιζω̃ν ἀπώλεσεν
13 εἰ δὲ καὶ ἐφαύλισα κρίμα θεράποντός μου ἢ θεραπαίνης κρινομένων αὐτω̃ν πρός με
14 τί γὰρ ποιήσω ἐὰν ἔτασίν μου ποιήσηται ὁ κύριος ἐὰν δὲ καὶ ἐπισκοπήν τίνα ἀπόκρισιν ποιήσομαι
15 πότερον οὐχ ὡς καὶ ἐγὼ ἐγενόμην ἐν γαστρί καὶ ἐκει̃νοι γεγόνασιν γεγόναμεν δὲ ἐν τη̨̃ αὐτη̨̃ κοιλία̨
16 ἀδύνατοι δὲ χρείαν ἥν ποτ' εἰ̃χον οὐκ ἀπέτυχον χήρας δὲ τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα
17 εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος καὶ οὐχὶ ὀρφανω̨̃ μετέδωκα
18 ὅτι ἐκ νεότητός μου ἐξέτρεφον ὡς πατὴρ καὶ ἐκ γαστρὸς μητρός μου ὡδήγησα
19 εἰ δὲ καὶ ὑπερει̃δον γυμνὸν ἀπολλύμενον καὶ οὐκ ἠμφίασα
20 ἀδύνατοι δὲ εἰ μὴ εὐλόγησάν με ἀπὸ δὲ κουρα̃ς ἀμνω̃ν μου ἐθερμάνθησαν οἱ ὠ̃μοι αὐτω̃ν
21 εἰ ἐπη̃ρα ὀρφανω̨̃ χει̃ρα πεποιθὼς ὅτι πολλή μοι βοήθεια περίεστιν
22 ἀποσταίη ἄρα ὁ ὠ̃μός μου ἀπὸ τη̃ς κλειδός ὁ δὲ βραχίων μου ἀπὸ του̃ ἀγκω̃νός μου συντριβείη
23 φόβος γὰρ κυρίου συνέσχεν με καὶ ἀπὸ του̃ λήμματος αὐτου̃ οὐχ ὑποίσω
24 εἰ ἔταξα χρυσίον ἰσχύν μου εἰ δὲ καὶ λίθω̨ πολυτελει̃ ἐπεποίθησα
25 εἰ δὲ καὶ εὐφράνθην πολλου̃ πλούτου μοι γενομένου εἰ δὲ καὶ ἐπ' ἀναριθμήτοις ἐθέμην χει̃ρά μου
26 ἠ̃ οὐχ ὁρω̃ μὲν ἥλιον τὸν ἐπιφαύσκοντα ἐκλείποντα σελήνην δὲ φθίνουσαν οὐ γὰρ ἐπ' αὐτοι̃ς ἐστιν
27 καὶ εἰ ἠπατήθη λάθρα̨ ἡ καρδία μου εἰ δὲ καὶ χει̃ρά μου ἐπιθεὶς ἐπὶ στόματί μου ἐφίλησα
28 καὶ του̃τό μοι ἄρα ἀνομία ἡ μεγίστη λογισθείη ὅτι ἐψευσάμην ἐναντίον κυρίου του̃ ὑψίστου
29 εἰ δὲ καὶ ἐπιχαρὴς ἐγενόμην πτώματι ἐχθρω̃ν μου καὶ εἰ̃πεν ἡ καρδία μου εὐ̃γε
30 ἀκούσαι ἄρα τὸ οὐ̃ς μου τὴν κατάραν μου θρυληθείην δὲ ἄρα ὑπὸ λαου̃ μου κακούμενος
31 εἰ δὲ καὶ πολλάκις εἰ̃πον αἱ θεράπαιναί μου τίς ἂν δώ̨η ἡμι̃ν τω̃ν σαρκω̃ν αὐτου̃ πλησθη̃ναι λίαν μου χρηστου̃ ὄντος
32 ἔξω δὲ οὐκ ηὐλίζετο ξένος ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἀνέω̨κτο
33 εἰ δὲ καὶ ἁμαρτὼν ἀκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου
34 οὐ γὰρ διετράπην πολυοχλίαν πλήθους του̃ μὴ ἐξαγορευ̃σαι ἐνώπιον αὐτω̃ν εἰ δὲ καὶ εἴασα ἀδύνατον ἐξελθει̃ν θύραν μου κόλπω̨ κενω̨̃
35 τίς δώ̨η ἀκούοντά μου χει̃ρα δὲ κυρίου εἰ μὴ ἐδεδοίκειν συγγραφὴν δέ ἣν εἰ̃χον κατά τινος
36 ἐπ' ὤμοις ἂν περιθέμενος στέφανον ἀνεγίνωσκον
37 καὶ εἰ μὴ ῥήξας αὐτὴν ἀπέδωκα οὐθὲν λαβὼν παρὰ χρεοφειλέτου
38 εἰ ἐπ' ἐμοί ποτε ἡ γη̃ ἐστέναξεν εἰ δὲ καὶ οἱ αὔλακες αὐτη̃ς ἔκλαυσαν ὁμοθυμαδόν
39 εἰ δὲ καὶ τὴν ἰσχὺν αὐτη̃ς ἔφαγον μόνος ἄνευ τιμη̃ς εἰ δὲ καὶ ψυχὴν κυρίου τη̃ς γη̃ς ἐκβαλὼν ἐλύπησα
40 ἀντὶ πυρου̃ ἄρα ἐξέλθοι μοι κνίδη ἀντὶ δὲ κριθη̃ς βάτος καὶ ἐπαύσατο Ιωβ ῥήμασιν
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.