Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΙΩΒ, κεφαλίς 30

νυνὶ δὲ κατεγέλασάν μου ἐλάχιστοι νυ̃ν νουθετου̃σίν με ἐν μέρει ὡ̃ν ἐξουδένουν πατέρας αὐτω̃ν οὓς οὐχ ἡγησάμην εἰ̃ναι ἀξίους κυνω̃ν τω̃ν ἐμω̃ν νομάδων
καί γε ἰσχὺς χειρω̃ν αὐτω̃ν ἵνα τί μοι ἐπ' αὐτοὺς ἀπώλετο συντέλεια
ἐν ἐνδεία̨ καὶ λιμω̨̃ ἄγονος οἱ φεύγοντες ἄνυδρον ἐχθὲς συνοχὴν καὶ ταλαιπωρίαν
οἱ περικλω̃ντες ἅλιμα ἐπὶ ἠχου̃ντι οἵτινες ἅλιμα ἠ̃ν αὐτω̃ν τὰ σι̃τα ἄτιμοι δὲ καὶ πεφαυλισμένοι ἐνδεει̃ς παντὸς ἀγαθου̃ οἳ καὶ ῥίζας ξύλων ἐμασω̃ντο ὑπὸ λιμου̃ μεγάλου
ἐπανέστησάν μοι κλέπται
ὡ̃ν οἱ οἰ̃κοι αὐτω̃ν ἠ̃σαν τρω̃γλαι πετρω̃ν
ἀνὰ μέσον εὐήχων βοήσονται οἳ ὑπὸ φρύγανα ἄγρια διη̨τω̃ντο
ἀφρόνων υἱοὶ καὶ ἀτίμων ὄνομα καὶ κλέος ἐσβεσμένον ἀπὸ γη̃ς
νυνὶ δὲ κιθάρα ἐγώ εἰμι αὐτω̃ν καὶ ἐμὲ θρύλημα ἔχουσιν
10 ἐβδελύξαντο δέ με ἀποστάντες μακράν ἀπὸ δὲ προσώπου μου οὐκ ἐφείσαντο πτύελον
11 ἀνοίξας γὰρ φαρέτραν αὐτου̃ ἐκάκωσέν με καὶ χαλινὸν του̃ προσώπου μου ἐξαπέστειλαν
12 ἐπὶ δεξιω̃ν βλαστου̃ ἐπανέστησαν πόδα αὐτω̃ν ἐξέτειναν καὶ ὡδοποίησαν ἐπ' ἐμὲ τρίβους ἀπωλείας αὐτω̃ν
13 ἐξετρίβησαν τρίβοι μου ἐξέδυσεν γάρ μου τὴν στολήν
14 βέλεσιν αὐτου̃ κατηκόντισέν με κέχρηταί μοι ὡς βούλεται ἐν ὀδύναις πέφυρμαι
15 ἐπιστρέφονται δέ μου αἱ ὀδύναι ὤ̨χετό μου ἡ ἐλπὶς ὥσπερ πνευ̃μα καὶ ὥσπερ νέφος ἡ σωτηρία μου
16 καὶ νυ̃ν ἐπ' ἐμὲ ἐκχυθήσεται ἡ ψυχή μου ἔχουσιν δέ με ἡμέραι ὀδυνω̃ν
17 νυκτὶ δέ μου τὰ ὀστα̃ συγκέκαυται τὰ δὲ νευ̃ρά μου διαλέλυται
18 ἐν πολλη̨̃ ἰσχύι ἐπελάβετό μου τη̃ς στολη̃ς ὥσπερ τὸ περιστόμιον του̃ χιτω̃νός μου περιέσχεν με
19 ἥγησαι δέ με ἴσα πηλω̨̃ ἐν γη̨̃ καὶ σποδω̨̃ μου ἡ μερίς
20 κέκραγα δὲ πρὸς σὲ καὶ οὐκ εἰσακούεις μου ἔστησαν καὶ κατενόησάν με
21 ἐπέβης δέ μοι ἀνελεημόνως χειρὶ κραταια̨̃ με ἐμαστίγωσας
22 ἔταξας δέ με ἐν ὀδύναις καὶ ἀπέρριψάς με ἀπὸ σωτηρίας
23 οἰ̃δα γὰρ ὅτι θάνατός με ἐκτρίψει οἰκία γὰρ παντὶ θνητω̨̃ γη̃
24 εἰ γὰρ ὄφελον δυναίμην ἐμαυτὸν χειρώσασθαι ἢ δεηθείς γε ἑτέρου καὶ ποιήσει μοι του̃το
25 ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτω̨ ἔκλαυσα ἐστέναξα δὲ ἰδὼν ἄνδρα ἐν ἀνάγκαις
26 ἐγὼ δὲ ἐπέχων ἀγαθοι̃ς ἰδοὺ συνήντησάν μοι μα̃λλον ἡμέραι κακω̃ν
27 ἡ κοιλία μου ἐξέζεσεν καὶ οὐ σιωπήσεται προέφθασάν με ἡμέραι πτωχείας
28 στένων πεπόρευμαι ἄνευ φιμου̃ ἕστηκα δὲ ἐν ἐκκλησία̨ κεκραγώς
29 ἀδελφὸς γέγονα σειρήνων ἑται̃ρος δὲ στρουθω̃ν
30 τὸ δὲ δέρμα μου ἐσκότωται μεγάλως τὰ δὲ ὀστα̃ μου ἀπὸ καύματος
31 ἀπέβη δὲ εἰς πάθος μου ἡ κιθάρα ὁ δὲ ψαλμός μου εἰς κλαυθμὸν ἐμοί
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.