Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΙΩΒ, κεφαλίς 3

1 μετὰ του̃το ἤνοιξεν Ιωβ τὸ στόμα αὐτου̃
2 καὶ κατηράσατο τὴν ἡμέραν αὐτου̃ λέγων
3 ἀπόλοιτο ἡ ἡμέρα ἐν ἡ̨̃ ἐγεννήθην καὶ ἡ νύξ ἐν ἡ̨̃ εἰ̃παν ἰδοὺ ἄρσεν
4 ἡ ἡμέρα ἐκείνη εἴη σκότος καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ κύριος ἄνωθεν μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος
5 ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου ἐπέλθοι ἐπ' αὐτὴν γνόφος
6 καταραθείη ἡ ἡμέρα καὶ ἡ νὺξ ἐκείνη ἀπενέγκαιτο αὐτὴν σκότος μὴ εἴη εἰς ἡμέρας ἐνιαυτου̃ μηδὲ ἀριθμηθείη εἰς ἡμέρας μηνω̃ν
7 ἀλλὰ ἡ νὺξ ἐκείνη εἴη ὀδύνη καὶ μὴ ἔλθοι ἐπ' αὐτὴν εὐφροσύνη μηδὲ χαρμονή
8 ἀλλὰ καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην ὁ μέλλων τὸ μέγα κη̃τος χειρώσασθαι
9 σκοτωθείη τὰ ἄστρα τη̃ς νυκτὸς ἐκείνης ὑπομείναι καὶ εἰς φωτισμὸν μὴ ἔλθοι καὶ μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα
10 ὅτι οὐ συνέκλεισεν πύλας γαστρὸς μητρός μου ἀπήλλαξεν γὰρ ἂν πόνον ἀπὸ ὀφθαλμω̃ν μου
11 διὰ τί γὰρ ἐν κοιλία̨ οὐκ ἐτελεύτησα ἐκ γαστρὸς δὲ ἐξη̃λθον καὶ οὐκ εὐθὺς ἀπωλόμην
12 ἵνα τί δὲ συνήντησάν μοι γόνατα ἵνα τί δὲ μαστοὺς ἐθήλασα
13 νυ̃ν ἂν κοιμηθεὶς ἡσύχασα ὑπνώσας δὲ ἀνεπαυσάμην
14 μετὰ βασιλέων βουλευτω̃ν γη̃ς οἳ ἠγαυριω̃ντο ἐπὶ ξίφεσιν
15 ἢ μετὰ ἀρχόντων ὡ̃ν πολὺς ὁ χρυσός οἳ ἔπλησαν τοὺς οἴκους αὐτω̃ν ἀργυρίου
16 ἢ ὥσπερ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς ἢ ὥσπερ νήπιοι οἳ οὐκ εἰ̃δον φω̃ς
17 ἐκει̃ ἀσεβει̃ς ἐξέκαυσαν θυμὸν ὀργη̃ς ἐκει̃ ἀνεπαύσαντο κατάκοποι τω̨̃ σώματι
18 ὁμοθυμαδὸν δὲ οἱ αἰώνιοι οὐκ ἤκουσαν φωνὴν φορολόγου
19 μικρὸς καὶ μέγας ἐκει̃ ἐστιν καὶ θεράπων οὐ δεδοικὼς τὸν κύριον αὐτου̃
20 ἵνα τί γὰρ δέδοται τοι̃ς ἐν πικρία̨ φω̃ς ζωὴ δὲ ται̃ς ἐν ὀδύναις ψυχαι̃ς
21 οἳ ὁμείρονται του̃ θανάτου καὶ οὐ τυγχάνουσιν ἀνορύσσοντες ὥσπερ θησαυρούς
22 περιχαρει̃ς δὲ ἐγένοντο ἐὰν κατατύχωσιν
23 θάνατος ἀνδρὶ ἀνάπαυμα συνέκλεισεν γὰρ ὁ θεὸς κατ' αὐτου̃
24 πρὸ γὰρ τω̃ν σίτων μου στεναγμός μοι ἥκει δακρύω δὲ ἐγὼ συνεχόμενος φόβω̨
25 φόβος γάρ ὃν ἐφρόντισα ἠ̃λθέν μοι καὶ ὃν ἐδεδοίκειν συνήντησέν μοι
26 οὔτε εἰρήνευσα οὔτε ἡσύχασα οὔτε ἀνεπαυσάμην ἠ̃λθεν δέ μοι ὀργή
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.