Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 6

ἐνισχύσατε υἱοὶ Βενιαμιν ἐκ μέσου τη̃ς Ιερουσαλημ καὶ ἐν Θεκουε σημάνατε σάλπιγγι καὶ ὑπὲρ Βαιθαχαρμα ἄρατε σημει̃ον ὅτι κακὰ ἐκκέκυφεν ἀπὸ βορρα̃ καὶ συντριβὴ μεγάλη γίνεται
καὶ ἀφαιρεθήσεται τὸ ὕψος σου θύγατερ Σιων
εἰς αὐτὴν ἥξουσιν ποιμένες καὶ τὰ ποίμνια αὐτω̃ν καὶ πήξουσιν ἐπ' αὐτὴν σκηνὰς κύκλω̨ καὶ ποιμανου̃σιν ἕκαστος τη̨̃ χειρὶ αὐτου̃
παρασκευάσασθε ἐπ' αὐτὴν εἰς πόλεμον ἀνάστητε καὶ ἀναβω̃μεν ἐπ' αὐτὴν μεσημβρίας οὐαὶ ἡμι̃ν ὅτι κέκλικεν ἡ ἡμέρα ὅτι ἐκλείπουσιν αἱ σκιαὶ τη̃ς ἑσπέρας
ἀνάστητε καὶ ἀναβω̃μεν ἐν τη̨̃ νυκτὶ καὶ διαφθείρωμεν τὰ θεμέλια αὐτη̃ς
ὅτι τάδε λέγει κύριος ἔκκοψον τὰ ξύλα αὐτη̃ς ἔκχεον ἐπὶ Ιερουσαλημ δύναμιν ὠ̃ πόλις ψευδής ὅλη καταδυναστεία ἐν αὐτη̨̃
ὡς ψύχει λάκκος ὕδωρ οὕτως ψύχει κακία αὐτη̃ς ἀσέβεια καὶ ταλαιπωρία ἀκουσθήσεται ἐν αὐτη̨̃ ἐπὶ πρόσωπον αὐτη̃ς διὰ παντός πόνω̨ καὶ μάστιγι
παιδευθήση̨ Ιερουσαλημ μὴ ἀποστη̨̃ ἡ ψυχή μου ἀπὸ σου̃ μὴ ποιήσω σε ἄβατον γη̃ν ἥτις οὐ κατοικηθήσεται
ὅτι τάδε λέγει κύριος καλαμα̃σθε καλαμα̃σθε ὡς ἄμπελον τὰ κατάλοιπα του̃ Ισραηλ ἐπιστρέψατε ὡς ὁ τρυγω̃ν ἐπὶ τὸν κάρταλλον αὐτου̃
10 πρὸς τίνα λαλήσω καὶ διαμαρτύρωμαι καὶ ἀκούσεται ἰδοὺ ἀπερίτμητα τὰ ὠ̃τα αὐτω̃ν καὶ οὐ δύνανται ἀκούειν ἰδοὺ τὸ ῥη̃μα κυρίου ἐγένετο αὐτοι̃ς εἰς ὀνειδισμόν οὐ μὴ βουληθω̃σιν αὐτὸ ἀκου̃σαι
11 καὶ τὸν θυμόν μου ἔπλησα καὶ ἐπέσχον καὶ οὐ συνετέλεσα αὐτούς ἐκχεω̃ ἐπὶ νήπια ἔξωθεν καὶ ἐπὶ συναγωγὴν νεανίσκων ἅμα ὅτι ἀνὴρ καὶ γυνὴ συλλημφθήσονται πρεσβύτερος μετὰ πλήρους ἡμερω̃ν
12 καὶ μεταστραφήσονται αἱ οἰκίαι αὐτω̃ν εἰς ἑτέρους ἀγροὶ καὶ αἱ γυναι̃κες αὐτω̃ν ἐπὶ τὸ αὐτό ὅτι ἐκτενω̃ τὴν χει̃ρά μου ἐπὶ τοὺς κατοικου̃ντας τὴν γη̃ν ταύτην λέγει κύριος
13 ὅτι ἀπὸ μικρου̃ αὐτω̃ν καὶ ἕως μεγάλου πάντες συνετελέσαντο ἄνομα ἀπὸ ἱερέως καὶ ἕως ψευδοπροφήτου πάντες ἐποίησαν ψευδη̃
14 καὶ ἰω̃ντο τὸ σύντριμμα του̃ λαου̃ μου ἐξουθενου̃ντες καὶ λέγοντες εἰρήνη εἰρήνη καὶ που̃ ἐστιν εἰρήνη
15 κατη̨σχύνθησαν ὅτι ἐξελίποσαν καὶ οὐδ' ὡ̃ς καταισχυνόμενοι κατη̨σχύνθησαν καὶ τὴν ἀτιμίαν αὐτω̃ν οὐκ ἔγνωσαν διὰ του̃το πεσου̃νται ἐν τη̨̃ πτώσει αὐτω̃ν καὶ ἐν καιρω̨̃ ἐπισκοπη̃ς αὐτω̃ν ἀπολου̃νται εἰ̃πεν κύριος
16 τάδε λέγει κύριος στη̃τε ἐπὶ ται̃ς ὁδοι̃ς καὶ ἴδετε καὶ ἐρωτήσατε τρίβους κυρίου αἰωνίους καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή καὶ βαδίζετε ἐν αὐτη̨̃ καὶ εὑρήσετε ἁγνισμὸν ται̃ς ψυχαι̃ς ὑμω̃ν καὶ εἰ̃παν οὐ πορευσόμεθα
17 κατέστακα ἐφ' ὑμα̃ς σκοπούς ἀκούσατε τη̃ς φωνη̃ς τη̃ς σάλπιγγος καὶ εἰ̃παν οὐκ ἀκουσόμεθα
18 διὰ του̃το ἤκουσαν τὰ ἔθνη καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια αὐτω̃ν
19 ἄκουε γη̃ ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν του̃τον κακά τὸν καρπὸν ἀποστροφη̃ς αὐτω̃ν ὅτι τω̃ν λόγων μου οὐ προσέσχον καὶ τὸν νόμον μου ἀπώσαντο
20 ἵνα τί μοι λίβανον ἐκ Σαβα φέρετε καὶ κιννάμωμον ἐκ γη̃ς μακρόθεν τὰ ὁλοκαυτώματα ὑμω̃ν οὔκ εἰσιν δεκτά καὶ αἱ θυσίαι ὑμω̃ν οὐχ ἥδυνάν μοι
21 διὰ του̃το τάδε λέγει κύριος ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν του̃τον ἀσθένειαν καὶ ἀσθενήσουσιν ἐν αὐτη̨̃ πατέρες καὶ υἱοὶ ἅμα γείτων καὶ ὁ πλησίον αὐτου̃ ἀπολου̃νται
22 τάδε λέγει κύριος ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρα̃ καὶ ἔθνη ἐξεγερθήσεται ἀπ' ἐσχάτου τη̃ς γη̃ς
23 τόξον καὶ ζιβύνην κρατήσουσιν ἰταμός ἐστιν καὶ οὐκ ἐλεήσει φωνὴ αὐτου̃ ὡς θάλασσα κυμαίνουσα ἐφ' ἵπποις καὶ ἅρμασιν παρατάξεται ὡς πυ̃ρ εἰς πόλεμον πρὸς σέ θύγατερ Σιων
24 ἠκούσαμεν τὴν ἀκοὴν αὐτω̃ν παρελύθησαν αἱ χει̃ρες ἡμω̃ν θλι̃ψις κατέσχεν ἡμα̃ς ὠδι̃νες ὡς τικτούσης
25 μὴ ἐκπορεύεσθε εἰς ἀγρὸν καὶ ἐν ται̃ς ὁδοι̃ς μὴ βαδίζετε ὅτι ῥομφαία τω̃ν ἐχθρω̃ν παροικει̃ κυκλόθεν
26 θύγατερ λαου̃ μου περίζωσαι σάκκον κατάπασαι ἐν σποδω̨̃ πένθος ἀγαπητου̃ ποίησαι σεαυτη̨̃ κοπετὸν οἰκτρόν ὅτι ἐξαίφνης ἥξει ταλαιπωρία ἐφ' ὑμα̃ς
27 δοκιμαστὴν δέδωκά σε ἐν λαοι̃ς δεδοκιμασμένοις καὶ γνώση̨ με ἐν τω̨̃ δοκιμάσαι με τὴν ὁδὸν αὐτω̃ν
28 πάντες ἀνήκοοι πορευόμενοι σκολιω̃ς χαλκὸς καὶ σίδηρος πάντες διεφθαρμένοι εἰσίν
29 ἐξέλιπεν φυσητὴρ ἀπὸ πυρός ἐξέλιπεν μόλιβος εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπει̃ πονηρία αὐτω̃ν οὐκ ἐτάκη
30 ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτούς ὅτι ἀπεδοκίμασεν αὐτοὺς κύριος
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.