Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 48

καὶ ἐγένετο τω̨̃ μηνὶ τω̨̃ ἑβδόμω̨ ἠ̃λθεν Ισμαηλ υἱὸς Ναθανιου υἱου̃ Ελασα ἀπὸ γένους του̃ βασιλέως καὶ δέκα ἄνδρες μετ' αὐτου̃ πρὸς Γοδολιαν εἰς Μασσηφα καὶ ἔφαγον ἐκει̃ ἄρτον ἅμα
καὶ ἀνέστη Ισμαηλ καὶ οἱ δέκα ἄνδρες οἳ ἠ̃σαν μετ' αὐτου̃ καὶ ἐπάταξαν τὸν Γοδολιαν ὃν κατέστησεν βασιλεὺς Βαβυλω̃νος ἐπὶ τη̃ς γη̃ς
καὶ πάντας τοὺς Ιουδαίους τοὺς ὄντας μετ' αὐτου̃ ἐν Μασσηφα καὶ πάντας τοὺς Χαλδαίους τοὺς εὑρεθέντας ἐκει̃
καὶ ἐγένετο τη̨̃ ἡμέρα̨ τη̨̃ δευτέρα̨ πατάξαντος αὐτου̃ τὸν Γοδολιαν καὶ ἄνθρωπος οὐκ ἔγνω
καὶ ἤλθοσαν ἄνδρες ἀπὸ Συχεμ καὶ ἀπὸ Σαλημ καὶ ἀπὸ Σαμαρείας ὀγδοήκοντα ἄνδρες ἐξυρημένοι πώγωνας καὶ διερρηγμένοι τὰ ἱμάτια καὶ κοπτόμενοι καὶ μαναα καὶ λίβανος ἐν χερσὶν αὐτω̃ν του̃ εἰσενεγκει̃ν εἰς οἰ̃κον κυρίου
καὶ ἐξη̃λθεν εἰς ἀπάντησιν αὐτοι̃ς Ισμαηλ αὐτοὶ ἐπορεύοντο καὶ ἔκλαιον καὶ εἰ̃πεν αὐτοι̃ς εἰσέλθετε πρὸς Γοδολιαν
καὶ ἐγένετο εἰσελθόντων αὐτω̃ν εἰς τὸ μέσον τη̃ς πόλεως ἔσφαξεν αὐτοὺς εἰς τὸ φρέαρ
καὶ δέκα ἄνδρες εὑρέθησαν ἐκει̃ καὶ εἰ̃παν τω̨̃ Ισμαηλ μὴ ἀνέλη̨ς ἡμα̃ς ὅτι εἰσὶν ἡμι̃ν θησαυροὶ ἐν ἀγρω̨̃ πυροὶ καὶ κριθαί μέλι καὶ ἔλαιον καὶ παρη̃λθεν καὶ οὐκ ἀνει̃λεν αὐτοὺς ἐν μέσω̨ τω̃ν ἀδελφω̃ν αὐτω̃ν
καὶ τὸ φρέαρ εἰς ὃ ἔρριψεν ἐκει̃ Ισμαηλ πάντας οὓς ἐπάταξεν φρέαρ μέγα του̃τό ἐστιν ὃ ἐποίησεν ὁ βασιλεὺς Ασα ἀπὸ προσώπου Βαασα βασιλέως Ισραηλ του̃το ἐνέπλησεν Ισμαηλ τραυματιω̃ν
10 καὶ ἀπέστρεψεν Ισμαηλ πάντα τὸν λαὸν τὸν καταλειφθέντα εἰς Μασσηφα καὶ τὰς θυγατέρας του̃ βασιλέως ἃς παρεκατέθετο ὁ ἀρχιμάγειρος τω̨̃ Γοδολια υἱω̨̃ Αχικαμ καὶ ὤ̨χετο εἰς τὸ πέραν υἱω̃ν Αμμων
11 καὶ ἤκουσεν Ιωαναν υἱὸς Καρηε καὶ πάντες οἱ ἡγεμόνες τη̃ς δυνάμεως οἱ μετ' αὐτου̃ πάντα τὰ κακά ἃ ἐποίησεν Ισμαηλ
12 καὶ ἤγαγον ἅπαν τὸ στρατόπεδον αὐτω̃ν καὶ ὤ̨χοντο πολεμει̃ν αὐτὸν καὶ εὑ̃ρον αὐτὸν ἐπὶ ὕδατος πολλου̃ ἐν Γαβαων
13 καὶ ἐγένετο ὅτε εἰ̃δον πα̃ς ὁ λαὸς ὁ μετὰ Ισμαηλ τὸν Ιωαναν καὶ τοὺς ἡγεμόνας τη̃ς δυνάμεως τη̃ς μετ' αὐτου̃
14 καὶ ἀνέστρεψαν πρὸς Ιωαναν
15 καὶ Ισμαηλ ἐσώθη σὺν ὀκτὼ ἀνθρώποις καὶ ὤ̨χετο πρὸς τοὺς υἱοὺς Αμμων
16 καὶ ἔλαβεν Ιωαναν καὶ πάντες οἱ ἡγεμόνες τη̃ς δυνάμεως οἱ μετ' αὐτου̃ πάντας τοὺς καταλοίπους του̃ λαου̃ οὕς ἀπέστρεψεν ἀπὸ Ισμαηλ δυνατοὺς ἄνδρας ἐν πολέμω̨ καὶ τὰς γυναι̃κας καὶ τὰ λοιπὰ καὶ τοὺς εὐνούχους οὓς ἀπέστρεψεν ἀπὸ Γαβαων
17 καὶ ὤ̨χοντο καὶ ἐκάθισαν ἐν Γαβηρωθ-χαμααμ τὴν πρὸς Βηθλεεμ του̃ πορευθη̃ναι εἰσελθει̃ν εἰς Αἴγυπτον
18 ἀπὸ προσώπου τω̃ν Χαλδαίων ὅτι ἐφοβήθησαν ἀπὸ προσώπου αὐτω̃ν ὅτι ἐπάταξεν Ισμαηλ τὸν Γοδολιαν ὃν κατέστησεν βασιλεὺς Βαβυλω̃νος ἐν τη̨̃ γη̨̃
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.