Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 45

καὶ ἤκουσεν Σαφατιας υἱὸς Μαθαν καὶ Γοδολιας υἱὸς Πασχωρ καὶ Ιωαχαλ υἱὸς Σελεμιου τοὺς λόγους οὓς ἐλάλει Ιερεμιας ἐπὶ τὸν λαὸν λέγων
οὕτως εἰ̃πεν κύριος ὁ κατοικω̃ν ἐν τη̨̃ πόλει ταύτη̨ ἀποθανει̃ται ἐν ῥομφαία̨ καὶ ἐν λιμω̨̃ καὶ ὁ ἐκπορευόμενος πρὸς τοὺς Χαλδαίους ζήσεται καὶ ἔσται ἡ ψυχὴ αὐτου̃ εἰς εὕρεμα καὶ ζήσεται
ὅτι οὕτως εἰ̃πεν κύριος παραδιδομένη παραδοθήσεται ἡ πόλις αὕτη εἰς χει̃ρας δυνάμεως βασιλέως Βαβυλω̃νος καὶ συλλήμψεται αὐτήν
καὶ εἰ̃παν τω̨̃ βασιλει̃ ἀναιρεθήτω δὴ ὁ ἄνθρωπος ἐκει̃νος ὅτι αὐτὸς ἐκλύει τὰς χει̃ρας τω̃ν ἀνθρώπων τω̃ν πολεμούντων τω̃ν καταλειπομένων ἐν τη̨̃ πόλει καὶ τὰς χει̃ρας παντὸς του̃ λαου̃ λαλω̃ν πρὸς αὐτοὺς κατὰ τοὺς λόγους τούτους ὅτι ὁ ἄνθρωπος οὑ̃τος οὐ χρησμολογει̃ εἰρήνην τω̨̃ λαω̨̃ τούτω̨ ἀλλ' ἢ πονηρά
καὶ εἰ̃πεν ὁ βασιλεύς ἰδοὺ αὐτὸς ἐν χερσὶν ὑμω̃ν ὅτι οὐκ ἠδύνατο ὁ βασιλεὺς πρὸς αὐτούς
καὶ ἔρριψαν αὐτὸν εἰς τὸν λάκκον Μελχιου υἱου̃ του̃ βασιλέως ὃς ἠ̃ν ἐν τη̨̃ αὐλη̨̃ τη̃ς φυλακη̃ς καὶ ἐχάλασαν αὐτὸν εἰς τὸν λάκκον καὶ ἐν τω̨̃ λάκκω̨ οὐκ ἠ̃ν ὕδωρ ἀλλ' ἢ βόρβορος καὶ ἠ̃ν ἐν τω̨̃ βορβόρω̨
καὶ ἤκουσεν Αβδεμελεχ ὁ Αἰθίοψ καὶ αὐτὸς ἐν οἰκία̨ του̃ βασιλέως ὅτι ἔδωκαν Ιερεμιαν εἰς τὸν λάκκον καὶ ὁ βασιλεὺς ἠ̃ν ἐν τη̨̃ πύλη̨ Βενιαμιν
καὶ ἐξη̃λθεν πρὸς αὐτὸν καὶ ἐλάλησεν πρὸς τὸν βασιλέα καὶ εἰ̃πεν
ἐπονηρεύσω ἃ ἐποίησας του̃ ἀποκτει̃ναι τὸν ἄνθρωπον του̃τον ἀπὸ προσώπου του̃ λιμου̃ ὅτι οὐκ εἰσὶν ἔτι ἄρτοι ἐν τη̨̃ πόλει
10 καὶ ἐνετείλατο ὁ βασιλεὺς τω̨̃ Αβδεμελεχ λέγων λαβὲ εἰς τὰς χει̃ράς σου ἐντευ̃θεν τριάκοντα ἀνθρώπους καὶ ἀνάγαγε αὐτὸν ἐκ του̃ λάκκου ἵνα μὴ ἀποθάνη̨
11 καὶ ἔλαβεν Αβδεμελεχ τοὺς ἀνθρώπους καὶ εἰση̃λθεν εἰς τὴν οἰκίαν του̃ βασιλέως τὴν ὑπόγειον καὶ ἔλαβεν ἐκει̃θεν παλαιὰ ῥάκη καὶ παλαιὰ σχοινία καὶ ἔρριψεν αὐτὰ πρὸς Ιερεμιαν εἰς τὸν λάκκον
12 καὶ εἰ̃πεν ταυ̃τα θὲς ὑποκάτω τω̃ν σχοινίων καὶ ἐποίησεν Ιερεμιας οὕτως
13 καὶ εἵλκυσαν αὐτὸν τοι̃ς σχοινίοις καὶ ἀνήγαγον αὐτὸν ἐκ του̃ λάκκου καὶ ἐκάθισεν Ιερεμιας ἐν τη̨̃ αὐλη̨̃ τη̃ς φυλακη̃ς
14 καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσεν αὐτὸν πρὸς ἑαυτὸν εἰς οἰκίαν ασελισι τὴν ἐν οἴκω̨ κυρίου καὶ εἰ̃πεν αὐτω̨̃ ὁ βασιλεύς ἐρωτήσω σε λόγον καὶ μὴ δὴ κρύψη̨ς ἀπ' ἐμου̃ ῥη̃μα
15 καὶ εἰ̃πεν Ιερεμιας τω̨̃ βασιλει̃ ἐὰν ἀναγγείλω σοι οὐχὶ θανάτω̨ με θανατώσεις καὶ ἐὰν συμβουλεύσω σοι οὐ μὴ ἀκούση̨ς μου
16 καὶ ὤμοσεν αὐτω̨̃ ὁ βασιλεὺς λέγων ζη̨̃ κύριος ὃς ἐποίησεν ἡμι̃ν τὴν ψυχὴν ταύτην εἰ ἀποκτενω̃ σε καὶ εἰ δώσω σε εἰς χει̃ρας τω̃ν ἀνθρώπων τούτων
17 καὶ εἰ̃πεν αὐτω̨̃ Ιερεμιας οὕτως εἰ̃πεν κύριος ἐὰν ἐξελθὼν ἐξέλθη̨ς πρὸς ἡγεμόνας βασιλέως Βαβυλω̃νος καὶ ζήσεται ἡ ψυχή σου καὶ ἡ πόλις αὕτη οὐ μὴ κατακαυθη̨̃ ἐν πυρί καὶ ζήση̨ σὺ καὶ ἡ οἰκία σου
18 καὶ ἐὰν μὴ ἐξέλθη̨ς δοθήσεται ἡ πόλις αὕτη εἰς χει̃ρας τω̃ν Χαλδαίων καὶ καύσουσιν αὐτὴν ἐν πυρί καὶ σὺ οὐ μὴ σωθη̨̃ς
19 καὶ εἰ̃πεν ὁ βασιλεὺς τω̨̃ Ιερεμια ἐγὼ λόγον ἔχω τω̃ν Ιουδαίων τω̃ν πεφευγότων πρὸς τοὺς Χαλδαίους μὴ δώσειν με εἰς χει̃ρας αὐτω̃ν καὶ καταμωκήσονταί μου
20 καὶ εἰ̃πεν Ιερεμιας οὐ μὴ παραδω̃σίν σε ἄκουσον τὸν λόγον κυρίου ὃν ἐγὼ λέγω πρὸς σέ καὶ βέλτιον ἔσται σοι καὶ ζήσεται ἡ ψυχή σου
21 καὶ εἰ μὴ θέλεις σὺ ἐξελθει̃ν οὑ̃τος ὁ λόγος ὃν ἔδειξέν μοι κύριος
22 καὶ ἰδοὺ πα̃σαι αἱ γυναι̃κες αἱ καταλειφθει̃σαι ἐν οἰκία̨ βασιλέως Ιουδα ἐξήγοντο πρὸς ἄρχοντας βασιλέως Βαβυλω̃νος καὶ αὑ̃ται ἔλεγον ἠπάτησάν σε καὶ δυνήσονταί σοι ἄνδρες εἰρηνικοί σου καὶ καταλύσουσιν ἐν ὀλισθήμασιν πόδας σου ἀπέστρεψαν ἀπὸ σου̃
23 καὶ τὰς γυναι̃κάς σου καὶ τὰ τέκνα σου ἐξάξουσιν πρὸς τοὺς Χαλδαίους καὶ σὺ οὐ μὴ σωθη̨̃ς ὅτι ἐν χειρὶ βασιλέως Βαβυλω̃νος συλλημφθήση̨ καὶ ἡ πόλις αὕτη κατακαυθήσεται
24 καὶ εἰ̃πεν αὐτω̨̃ ὁ βασιλεύς ἄνθρωπος μὴ γνώτω ἐκ τω̃ν λόγων τούτων καὶ σὺ οὐ μὴ ἀποθάνη̨ς
25 καὶ ἐὰν ἀκούσωσιν οἱ ἄρχοντες ὅτι ἐλάλησά σοι καὶ ἔλθωσιν πρὸς σὲ καὶ εἴπωσίν σοι ἀνάγγειλον ἡμι̃ν τί ἐλάλησέν σοι ὁ βασιλεύς μὴ κρύψη̨ς ἀφ' ἡμω̃ν καὶ οὐ μὴ ἀνέλωμέν σε καὶ τί ἐλάλησεν πρὸς σὲ ὁ βασιλεύς
26 καὶ ἐρει̃ς αὐτοι̃ς ῥίπτω ἐγὼ τὸ ἔλεός μου κατ' ὀφθαλμοὺς του̃ βασιλέως πρὸς τὸ μὴ ἀποστρέψαι με εἰς οἰκίαν Ιωναθαν ἀποθανει̃ν ἐκει̃
27 καὶ ἤλθοσαν πάντες οἱ ἄρχοντες πρὸς Ιερεμιαν καὶ ἠρώτησαν αὐτόν καὶ ἀνήγγειλεν αὐτοι̃ς κατὰ πάντας τοὺς λόγους τούτους οὓς ἐνετείλατο αὐτω̨̃ ὁ βασιλεύς καὶ ἀπεσιώπησαν ὅτι οὐκ ἠκούσθη λόγος κυρίου
28 καὶ ἐκάθισεν Ιερεμιας ἐν τη̨̃ αὐλη̨̃ τη̃ς φυλακη̃ς ἕως χρόνου οὑ̃ συνελήμφθη Ιερουσαλημ
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.