Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 36

καὶ οὑ̃τοι οἱ λόγοι τη̃ς βίβλου οὓς ἀπέστειλεν Ιερεμιας ἐξ Ιερουσαλημ πρὸς τοὺς πρεσβυτέρους τη̃ς ἀποικίας καὶ πρὸς τοὺς ἱερει̃ς καὶ πρὸς τοὺς ψευδοπροφήτας ἐπιστολὴν εἰς Βαβυλω̃να τη̨̃ ἀποικία̨ καὶ πρὸς ἅπαντα τὸν λαὸν
ὕστερον ἐξελθόντος Ιεχονιου του̃ βασιλέως καὶ τη̃ς βασιλίσσης καὶ τω̃ν εὐνούχων καὶ παντὸς ἐλευθέρου καὶ δεσμώτου καὶ τεχνίτου ἐξ Ιερουσαλημ
ἐν χειρὶ Ελεασα υἱου̃ Σαφαν καὶ Γαμαριου υἱου̃ Χελκιου ὃν ἀπέστειλεν Σεδεκιας βασιλεὺς Ιουδα πρὸς βασιλέα Βαβυλω̃νος εἰς Βαβυλω̃να λέγων
οὕτως εἰ̃πεν κύριος ὁ θεὸς Ισραηλ ἐπὶ τὴν ἀποικίαν ἣν ἀπώ̨κισα ἀπὸ Ιερουσαλημ
οἰκοδομήσατε οἴκους καὶ κατοικήσατε καὶ φυτεύσατε παραδείσους καὶ φάγετε τοὺς καρποὺς αὐτω̃ν
καὶ λάβετε γυναι̃κας καὶ τεκνοποιήσατε υἱοὺς καὶ θυγατέρας καὶ λάβετε τοι̃ς υἱοι̃ς ὑμω̃ν γυναι̃κας καὶ τὰς θυγατέρας ὑμω̃ν ἀνδράσιν δότε καὶ πληθύνεσθε καὶ μὴ σμικρυνθη̃τε
καὶ ζητήσατε εἰς εἰρήνην τη̃ς γη̃ς εἰς ἣν ἀπώ̨κισα ὑμα̃ς ἐκει̃ καὶ προσεύξασθε περὶ αὐτω̃ν πρὸς κύριον ὅτι ἐν εἰρήνη̨ αὐτη̃ς ἔσται εἰρήνη ὑμι̃ν
ὅτι οὕτως εἰ̃πεν κύριος μὴ ἀναπειθέτωσαν ὑμα̃ς οἱ ψευδοπροφη̃ται οἱ ἐν ὑμι̃ν καὶ μὴ ἀναπειθέτωσαν ὑμα̃ς οἱ μάντεις ὑμω̃ν καὶ μὴ ἀκούετε εἰς τὰ ἐνύπνια ὑμω̃ν ἃ ὑμει̃ς ἐνυπνιάζεσθε
ὅτι ἄδικα αὐτοὶ προφητεύουσιν ὑμι̃ν ἐπὶ τω̨̃ ὀνόματί μου καὶ οὐκ ἀπέστειλα αὐτούς
10 ὅτι οὕτως εἰ̃πεν κύριος ὅταν μέλλη̨ πληρου̃σθαι Βαβυλω̃νι ἑβδομήκοντα ἔτη ἐπισκέψομαι ὑμα̃ς καὶ ἐπιστήσω τοὺς λόγους μου ἐφ' ὑμα̃ς του̃ τὸν λαὸν ὑμω̃ν ἀποστρέψαι εἰς τὸν τόπον του̃τον
11 καὶ λογιου̃μαι ἐφ' ὑμα̃ς λογισμὸν εἰρήνης καὶ οὐ κακὰ του̃ δου̃ναι ὑμι̃ν ταυ̃τα
12 καὶ προσεύξασθε πρός με καὶ εἰσακούσομαι ὑμω̃ν
13 καὶ ἐκζητήσατέ με καὶ εὑρήσετέ με ὅτι ζητήσετέ με ἐν ὅλη̨ καρδία̨ ὑμω̃ν
14 καὶ ἐπιφανου̃μαι ὑμι̃ν
15 ὅτι εἴπατε κατέστησεν ἡμι̃ν κύριος προφήτας ἐν Βαβυλω̃νι
16 ...
17 ...
18 ...
19 ...
20 ...
21 οὕτως εἰ̃πεν κύριος ἐπὶ Αχιαβ καὶ ἐπὶ Σεδεκιαν ἰδοὺ ἐγὼ δίδωμι αὐτοὺς εἰς χει̃ρας βασιλέως Βαβυλω̃νος καὶ πατάξει αὐτοὺς κατ' ὀφθαλμοὺς ὑμω̃ν
22 καὶ λήμψονται ἀπ' αὐτω̃ν κατάραν ἐν πάση̨ τη̨̃ ἀποικία̨ Ιουδα ἐν Βαβυλω̃νι λέγοντες ποιήσαι σε κύριος ὡς Σεδεκιαν ἐποίησεν καὶ ὡς Αχιαβ οὓς ἀπετηγάνισεν βασιλεὺς Βαβυλω̃νος ἐν πυρὶ
23 δι' ἣν ἐποίησαν ἀνομίαν ἐν Ισραηλ καὶ ἐμοιχω̃ντο τὰς γυναι̃κας τω̃ν πολιτω̃ν αὐτω̃ν καὶ λόγον ἐχρημάτισαν ἐν τω̨̃ ὀνόματί μου ὃν οὐ συνέταξα αὐτοι̃ς καὶ ἐγὼ μάρτυς φησὶν κύριος
24 καὶ πρὸς Σαμαιαν τὸν Νελαμίτην ἐρει̃ς
25 οὐκ ἀπέστειλά σε τω̨̃ ὀνόματί μου καὶ πρὸς Σοφονιαν υἱὸν Μαασαιου τὸν ἱερέα εἰπέ
26 κύριος ἔδωκέν σε εἰς ἱερέα ἀντὶ Ιωδαε του̃ ἱερέως γενέσθαι ἐπιστάτην ἐν τω̨̃ οἴκω̨ κυρίου παντὶ ἀνθρώπω̨ προφητεύοντι καὶ παντὶ ἀνθρώπω̨ μαινομένω̨ καὶ δώσεις αὐτὸν εἰς τὸ ἀπόκλεισμα καὶ εἰς τὸν καταρράκτην
27 καὶ νυ̃ν διὰ τί συνελοιδορήσατε Ιερεμιαν τὸν ἐξ Αναθωθ τὸν προφητεύσαντα ὑμι̃ν
28 οὐ διὰ του̃το ἀπέστειλεν πρὸς ὑμα̃ς εἰς Βαβυλω̃να λέγων μακράν ἐστιν οἰκοδομήσατε οἰκίας καὶ κατοικήσατε καὶ φυτεύσατε κήπους καὶ φάγεσθε τὸν καρπὸν αὐτω̃ν
29 καὶ ἀνέγνω Σοφονιας τὸ βιβλίον εἰς τὰ ὠ̃τα Ιερεμιου
30 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν λέγων
31 ἀπόστειλον πρὸς τὴν ἀποικίαν λέγων οὕτως εἰ̃πεν κύριος ἐπὶ Σαμαιαν τὸν Νελαμίτην ἐπειδὴ ἐπροφήτευσεν ὑμι̃ν Σαμαιας καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτόν καὶ πεποιθέναι ἐποίησεν ὑμα̃ς ἐπ' ἀδίκοις
32 διὰ του̃το οὕτως εἰ̃πεν κύριος ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπὶ Σαμαιαν καὶ ἐπὶ τὸ γένος αὐτου̃ καὶ οὐκ ἔσται αὐτω̃ν ἄνθρωπος ἐν μέσω̨ ὑμω̃ν του̃ ἰδει̃ν τὰ ἀγαθά ἃ ἐγὼ ποιήσω ὑμι̃ν οὐκ ὄψονται

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 37

ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου εἰπει̃ν
οὕτως εἰ̃πεν κύριος ὁ θεὸς Ισραηλ λέγων γράψον πάντας τοὺς λόγους οὓς ἐχρημάτισα πρὸς σέ ἐπὶ βιβλίου
ὅτι ἰδοὺ ἡμέραι ἔρχονται φησὶν κύριος καὶ ἀποστρέψω τὴν ἀποικίαν λαου̃ μου Ισραηλ καὶ Ιουδα εἰ̃πεν κύριος καὶ ἀποστρέψω αὐτοὺς εἰς τὴν γη̃ν ἣν ἔδωκα τοι̃ς πατράσιν αὐτω̃ν καὶ κυριεύσουσιν αὐτη̃ς
καὶ οὑ̃τοι οἱ λόγοι οὓς ἐλάλησεν κύριος ἐπὶ Ισραηλ καὶ Ιουδα
οὕτως εἰ̃πεν κύριος φωνὴν φόβου ἀκούσεσθε φόβος καὶ οὐκ ἔστιν εἰρήνη
ἐρωτήσατε καὶ ἴδετε εἰ ἔτεκεν ἄρσεν καὶ περὶ φόβου ἐν ὡ̨̃ καθέξουσιν ὀσφὺν καὶ σωτηρίαν διότι ἑώρακα πάντα ἄνθρωπον καὶ αἱ χει̃ρες αὐτου̃ ἐπὶ τη̃ς ὀσφύος αὐτου̃ ἐστράφησαν πρόσωπα εἰς ἴκτερον
ἐγενήθη ὅτι μεγάλη ἡ ἡμέρα ἐκείνη καὶ οὐκ ἔστιν τοιαύτη καὶ χρόνος στενός ἐστιν τω̨̃ Ιακωβ καὶ ἀπὸ τούτου σωθήσεται
ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ εἰ̃πεν κύριος συντρίψω τὸν ζυγὸν ἀπὸ του̃ τραχήλου αὐτω̃ν καὶ τοὺς δεσμοὺς αὐτω̃ν διαρρήξω καὶ οὐκ ἐργω̃νται αὐτοὶ ἔτι ἀλλοτρίοις
καὶ ἐργω̃νται τω̨̃ κυρίω̨ θεω̨̃ αὐτω̃ν καὶ τὸν Δαυιδ βασιλέα αὐτω̃ν ἀναστήσω αὐτοι̃ς
10 ...
11 ...
12 οὕτως εἰ̃πεν κύριος ἀνέστησα σύντριμμα ἀλγηρὰ ἡ πληγή σου
13 οὐκ ἔστιν κρίνων κρίσιν σου εἰς ἀλγηρὸν ἰατρεύθης ὠφέλεια οὐκ ἔστιν σοι
14 πάντες οἱ φίλοι σου ἐπελάθοντό σου οὐ μὴ ἐπερωτήσουσιν ὅτι πληγὴν ἐχθρου̃ ἔπαισά σε παιδείαν στερεάν ἐπὶ πα̃σαν ἀδικίαν σου ἐπλήθυναν αἱ ἁμαρτίαι σου
15 ...
16 διὰ του̃το πάντες οἱ ἔσθοντές σε βρωθήσονται καὶ πάντες οἱ ἐχθροί σου κρέας αὐτω̃ν πα̃ν ἔδονται ἐπὶ πλη̃θος ἀδικιω̃ν σου ἐπληθύνθησαν αἱ ἁμαρτίαι σου ἐποίησαν ταυ̃τά σοι καὶ ἔσονται οἱ διαφορου̃ντές σε εἰς διαφόρημα καὶ πάντας τοὺς προνομεύοντάς σε δώσω εἰς προνομήν
17 ὅτι ἀνάξω τὸ ἴαμά σου ἀπὸ πληγη̃ς ὀδυνηρα̃ς ἰατρεύσω σε φησὶν κύριος ὅτι ἐσπαρμένη ἐκλήθης θήρευμα ὑμω̃ν ἐστιν ὅτι ζητω̃ν οὐκ ἔστιν αὐτήν
18 οὕτως εἰ̃πεν κύριος ἰδοὺ ἐγὼ ἀποστρέψω τὴν ἀποικίαν Ιακωβ καὶ αἰχμαλωσίαν αὐτου̃ ἐλεήσω καὶ οἰκοδομηθήσεται πόλις ἐπὶ τὸ ὕψος αὐτη̃ς καὶ ὁ ναὸς κατὰ τὸ κρίμα αὐτου̃ καθεδει̃ται
19 καὶ ἐξελεύσονται ἀπ' αὐτω̃ν ἄ̨δοντες καὶ φωνὴ παιζόντων καὶ πλεονάσω αὐτούς καὶ οὐ μὴ ἐλαττωθω̃σιν
20 καὶ εἰσελεύσονται οἱ υἱοὶ αὐτω̃ν ὡς τὸ πρότερον καὶ τὰ μαρτύρια αὐτω̃ν κατὰ πρόσωπόν μου ὀρθωθήσεται καὶ ἐπισκέψομαι τοὺς θλίβοντας αὐτούς
21 καὶ ἔσονται ἰσχυρότεροι αὐτου̃ ἐπ' αὐτούς καὶ ὁ ἄρχων αὐτου̃ ἐξ αὐτου̃ ἐξελεύσεται καὶ συνάξω αὐτούς καὶ ἀποστρέψουσιν πρός με ὅτι τίς ἐστιν οὑ̃τος ὃς ἔδωκεν τὴν καρδίαν αὐτου̃ ἀποστρέψαι πρός με φησὶν κύριος
22 ...
23 ὅτι ὀργὴ κυρίου ἐξη̃λθεν θυμώδης ἐξη̃λθεν ὀργὴ στρεφομένη ἐπ' ἀσεβει̃ς ἥξει
24 οὐ μὴ ἀποστραφη̨̃ ὀργὴ θυμου̃ κυρίου ἕως ποιήση̨ καὶ ἕως καταστήση̨ ἐγχείρημα καρδίας αὐτου̃ ἐπ' ἐσχάτων τω̃ν ἡμερω̃ν γνώσεσθε αὐτά

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 38

ἐν τω̨̃ χρόνω̨ ἐκείνω̨ εἰ̃πεν κύριος ἔσομαι εἰς θεὸν τω̨̃ γένει Ισραηλ καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν
οὕτως εἰ̃πεν κύριος εὑ̃ρον θερμὸν ἐν ἐρήμω̨ μετὰ ὀλωλότων ἐν μαχαίρα̨ βαδίσατε καὶ μὴ ὀλέσητε τὸν Ισραηλ
κύριος πόρρωθεν ὤφθη αὐτω̨̃ ἀγάπησιν αἰωνίαν ἠγάπησά σε διὰ του̃το εἵλκυσά σε εἰς οἰκτίρημα
ἔτι οἰκοδομήσω σε καὶ οἰκοδομηθήση̨ παρθένος Ισραηλ ἔτι λήμψη̨ τύμπανόν σου καὶ ἐξελεύση̨ μετὰ συναγωγη̃ς παιζόντων
ἔτι φυτεύσατε ἀμπελω̃νας ἐν ὄρεσιν Σαμαρείας φυτεύσατε καὶ αἰνέσατε
ὅτι ἔστιν ἡμέρα κλήσεως ἀπολογουμένων ἐν ὄρεσιν Εφραιμ ἀνάστητε καὶ ἀνάβητε εἰς Σιων πρὸς κύριον τὸν θεὸν ἡμω̃ν
ὅτι οὕτως εἰ̃πεν κύριος τω̨̃ Ιακωβ εὐφράνθητε καὶ χρεμετίσατε ἐπὶ κεφαλὴν ἐθνω̃ν ἀκουστὰ ποιήσατε καὶ αἰνέσατε εἴπατε ἔσωσεν κύριος τὸν λαὸν αὐτου̃ τὸ κατάλοιπον του̃ Ισραηλ
ἰδοὺ ἐγὼ ἄγω αὐτοὺς ἀπὸ βορρα̃ καὶ συνάξω αὐτοὺς ἀπ' ἐσχάτου τη̃ς γη̃ς ἐν ἑορτη̨̃ φασεκ καὶ τεκνοποιήση̨ ὄχλον πολύν καὶ ἀποστρέψουσιν ὡ̃δε
ἐν κλαυθμω̨̃ ἐξη̃λθον καὶ ἐν παρακλήσει ἀνάξω αὐτοὺς αὐλίζων ἐπὶ διώρυγας ὑδάτων ἐν ὁδω̨̃ ὀρθη̨̃ καὶ οὐ μὴ πλανηθω̃σιν ἐν αὐτη̨̃ ὅτι ἐγενόμην τω̨̃ Ισραηλ εἰς πατέρα καὶ Εφραιμ πρωτότοκός μού ἐστιν
10 ἀκούσατε λόγον κυρίου ἔθνη καὶ ἀναγγείλατε εἰς νήσους τὰς μακρότερον εἴπατε ὁ λικμήσας τὸν Ισραηλ συνάξει αὐτὸν καὶ φυλάξει αὐτὸν ὡς ὁ βόσκων τὸ ποίμνιον αὐτου̃
11 ὅτι ἐλυτρώσατο κύριος τὸν Ιακωβ ἐξείλατο αὐτὸν ἐκ χειρὸς στερεωτέρων αὐτου̃
12 καὶ ἥξουσιν καὶ εὐφρανθήσονται ἐν τω̨̃ ὄρει Σιων καὶ ἥξουσιν ἐπ' ἀγαθὰ κυρίου ἐπὶ γη̃ν σίτου καὶ οἴνου καὶ καρπω̃ν καὶ κτηνω̃ν καὶ προβάτων καὶ ἔσται ἡ ψυχὴ αὐτω̃ν ὥσπερ ξύλον ἔγκαρπον καὶ οὐ πεινάσουσιν ἔτι
13 τότε χαρήσονται παρθένοι ἐν συναγωγη̨̃ νεανίσκων καὶ πρεσβυ̃ται χαρήσονται καὶ στρέψω τὸ πένθος αὐτω̃ν εἰς χαρμονὴν καὶ ποιήσω αὐτοὺς εὐφραινομένους
14 μεγαλυνω̃ καὶ μεθύσω τὴν ψυχὴν τω̃ν ἱερέων υἱω̃ν Λευι καὶ ὁ λαός μου τω̃ν ἀγαθω̃ν μου ἐμπλησθήσεται
15 οὕτως εἰ̃πεν κύριος φωνὴ ἐν Ραμα ἠκούσθη θρήνου καὶ κλαυθμου̃ καὶ ὀδυρμου̃ Ραχηλ ἀποκλαιομένη οὐκ ἤθελεν παύσασθαι ἐπὶ τοι̃ς υἱοι̃ς αὐτη̃ς ὅτι οὐκ εἰσίν
16 οὕτως εἰ̃πεν κύριος διαλιπέτω ἡ φωνή σου ἀπὸ κλαυθμου̃ καὶ οἱ ὀφθαλμοί σου ἀπὸ δακρύων σου ὅτι ἔστιν μισθὸς τοι̃ς σοι̃ς ἔργοις καὶ ἐπιστρέψουσιν ἐκ γη̃ς ἐχθρω̃ν
17 μόνιμον τοι̃ς σοι̃ς τέκνοις
18 ἀκοὴν ἤκουσα Εφραιμ ὀδυρομένου ἐπαίδευσάς με καὶ ἐπαιδεύθην ἐγώ ὥσπερ μόσχος οὐκ ἐδιδάχθην ἐπίστρεψόν με καὶ ἐπιστρέψω ὅτι σὺ κύριος ὁ θεός μου
19 ὅτι ὕστερον αἰχμαλωσίας μου μετενόησα καὶ ὕστερον του̃ γνω̃ναί με ἐστέναξα ἐφ' ἡμέρας αἰσχύνης καὶ ὑπέδειξά σοι ὅτι ἔλαβον ὀνειδισμὸν ἐκ νεότητός μου
20 υἱὸς ἀγαπητὸς Εφραιμ ἐμοί παιδίον ἐντρυφω̃ν ὅτι ἀνθ' ὡ̃ν οἱ λόγοι μου ἐν αὐτω̨̃ μνεία̨ μνησθήσομαι αὐτου̃ διὰ του̃το ἔσπευσα ἐπ' αὐτω̨̃ ἐλεω̃ν ἐλεήσω αὐτόν φησὶν κύριος
21 στη̃σον σεαυτήν Σιων ποίησον τιμωρίαν δὸς καρδίαν σου εἰς τοὺς ὤμους ὁδὸν ἣν ἐπορεύθης ἀποστράφητι παρθένος Ισραηλ ἀποστράφητι εἰς τὰς πόλεις σου πενθου̃σα
22 ἕως πότε ἀποστρέψεις θυγάτηρ ἠτιμωμένη ὅτι ἔκτισεν κύριος σωτηρίαν εἰς καταφύτευσιν καινήν ἐν σωτηρία̨ περιελεύσονται ἄνθρωποι
23 οὕτως εἰ̃πεν κύριος ἔτι ἐρου̃σιν τὸν λόγον του̃τον ἐν γη̨̃ Ιουδα καὶ ἐν πόλεσιν αὐτου̃ ὅταν ἀποστρέψω τὴν αἰχμαλωσίαν αὐτου̃ εὐλογημένος κύριος ἐπὶ δίκαιον ὄρος τὸ ἅγιον αὐτου̃
24 καὶ ἐνοικου̃ντες ἐν ται̃ς πόλεσιν Ιουδα καὶ ἐν πάση̨ τη̨̃ γη̨̃ αὐτου̃ ἅμα γεωργω̨̃ καὶ ἀρθήσεται ἐν ποιμνίω̨
25 ὅτι ἐμέθυσα πα̃σαν ψυχὴν διψω̃σαν καὶ πα̃σαν ψυχὴν πεινω̃σαν ἐνέπλησα
26 διὰ του̃το ἐξηγέρθην καὶ εἰ̃δον καὶ ὁ ὕπνος μου ἡδύς μοι ἐγενήθη
27 διὰ του̃το ἰδοὺ ἡμέραι ἔρχονται φησὶν κύριος καὶ σπερω̃ τὸν Ισραηλ καὶ τὸν Ιουδαν σπέρμα ἀνθρώπου καὶ σπέρμα κτήνους
28 καὶ ἔσται ὥσπερ ἐγρηγόρουν ἐπ' αὐτοὺς καθαιρει̃ν καὶ κακου̃ν οὕτως γρηγορήσω ἐπ' αὐτοὺς του̃ οἰκοδομει̃ν καὶ καταφυτεύειν φησὶν κύριος
29 ἐν ται̃ς ἡμέραις ἐκείναις οὐ μὴ εἴπωσιν οἱ πατέρες ἔφαγον ὄμφακα καὶ οἱ ὀδόντες τω̃ν τέκνων ἡ̨μωδίασαν
30 ἀλλ' ἢ ἕκαστος ἐν τη̨̃ ἑαυτου̃ ἁμαρτία̨ ἀποθανει̃ται καὶ του̃ φαγόντος τὸν ὄμφακα αἱμωδιάσουσιν οἱ ὀδόντες αὐτου̃
31 ἰδοὺ ἡμέραι ἔρχονται φησὶν κύριος καὶ διαθήσομαι τω̨̃ οἴκω̨ Ισραηλ καὶ τω̨̃ οἴκω̨ Ιουδα διαθήκην καινήν
32 οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοι̃ς πατράσιν αὐτω̃ν ἐν ἡμέρα̨ ἐπιλαβομένου μου τη̃ς χειρὸς αὐτω̃ν ἐξαγαγει̃ν αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τη̨̃ διαθήκη̨ μου καὶ ἐγὼ ἠμέλησα αὐτω̃ν φησὶν κύριος
33 ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τω̨̃ οἴκω̨ Ισραηλ μετὰ τὰς ἡμέρας ἐκείνας φησὶν κύριος διδοὺς δώσω νόμους μου εἰς τὴν διάνοιαν αὐτω̃ν καὶ ἐπὶ καρδίας αὐτω̃ν γράψω αὐτούς καὶ ἔσομαι αὐτοι̃ς εἰς θεόν καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν
34 καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτου̃ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτου̃ λέγων γνω̃θι τὸν κύριον ὅτι πάντες εἰδήσουσίν με ἀπὸ μικρου̃ αὐτω̃ν καὶ ἕως μεγάλου αὐτω̃ν ὅτι ἵλεως ἔσομαι ται̃ς ἀδικίαις αὐτω̃ν καὶ τω̃ν ἁμαρτιω̃ν αὐτω̃ν οὐ μὴ μνησθω̃ ἔτι
35 ἐὰν ὑψωθη̨̃ ὁ οὐρανὸς εἰς τὸ μετέωρον φησὶν κύριος καὶ ἐὰν ταπεινωθη̨̃ τὸ ἔδαφος τη̃ς γη̃ς κάτω καὶ ἐγὼ οὐκ ἀποδοκιμω̃ τὸ γένος Ισραηλ φησὶν κύριος περὶ πάντων ὡ̃ν ἐποίησαν
36 οὕτως εἰ̃πεν κύριος ὁ δοὺς τὸν ἥλιον εἰς φω̃ς τη̃ς ἡμέρας σελήνην καὶ ἀστέρας εἰς φω̃ς τη̃ς νυκτός καὶ κραυγὴν ἐν θαλάσση̨ καὶ ἐβόμβησεν τὰ κύματα αὐτη̃ς κύριος παντοκράτωρ ὄνομα αὐτω̨̃
37 ἐὰν παύσωνται οἱ νόμοι οὑ̃τοι ἀπὸ προσώπου μου φησὶν κύριος καὶ τὸ γένος Ισραηλ παύσεται γενέσθαι ἔθνος κατὰ πρόσωπόν μου πάσας τὰς ἡμέρας
38 ἰδοὺ ἡμέραι ἔρχονται φησὶν κύριος καὶ οἰκοδομηθήσεται πόλις τω̨̃ κυρίω̨ ἀπὸ πύργου Αναμεηλ ἕως πύλης τη̃ς γωνίας
39 καὶ ἐξελεύσεται ἡ διαμέτρησις αὐτη̃ς ἀπέναντι αὐτω̃ν ἕως βουνω̃ν Γαρηβ καὶ περικυκλωθήσεται κύκλω̨ ἐξ ἐκλεκτω̃ν λίθων
40 καὶ πάντες ασαρημωθ ἕως ναχαλ Κεδρων ἕως γωνίας πύλης ἵππων ἀνατολη̃ς ἁγίασμα τω̨̃ κυρίω̨ καὶ οὐκέτι οὐ μὴ ἐκλίπη̨ καὶ οὐ μὴ καθαιρεθη̨̃ ἕως του̃ αἰω̃νος

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 39

ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν ἐν τω̨̃ ἐνιαυτω̨̃ τω̨̃ δεκάτω̨ τω̨̃ βασιλει̃ Σεδεκια οὑ̃τος ἐνιαυτὸς ὀκτωκαιδέκατος τω̨̃ βασιλει̃ Ναβουχοδονοσορ βασιλει̃ Βαβυλω̃νος
καὶ δύναμις βασιλέως Βαβυλω̃νος ἐχαράκωσεν ἐπὶ Ιερουσαλημ καὶ Ιερεμιας ἐφυλάσσετο ἐν αὐλη̨̃ τη̃ς φυλακη̃ς ἥ ἐστιν ἐν οἴκω̨ του̃ βασιλέως
ἐν ἡ̨̃ κατέκλεισεν αὐτὸν ὁ βασιλεὺς Σεδεκιας λέγων διὰ τί σὺ προφητεύεις λέγων οὕτως εἰ̃πεν κύριος ἰδοὺ ἐγὼ δίδωμι τὴν πόλιν ταύτην ἐν χερσὶν βασιλέως Βαβυλω̃νος καὶ λήμψεται αὐτήν
καὶ Σεδεκιας οὐ μὴ σωθη̨̃ ἐκ χειρὸς τω̃ν Χαλδαίων ὅτι παραδόσει παραδοθήσεται εἰς χει̃ρας βασιλέως Βαβυλω̃νος καὶ λαλήσει στόμα αὐτου̃ πρὸς στόμα αὐτου̃ καὶ οἱ ὀφθαλμοὶ αὐτου̃ τοὺς ὀφθαλμοὺς αὐτου̃ ὄψονται
καὶ εἰσελεύσεται Σεδεκιας εἰς Βαβυλω̃να καὶ ἐκει̃ καθιει̃ται
καὶ λόγος κυρίου ἐγενήθη πρὸς Ιερεμιαν λέγων
ἰδοὺ Αναμεηλ υἱὸς Σαλωμ ἀδελφου̃ πατρός σου ἔρχεται πρὸς σὲ λέγων κτη̃σαι σεαυτω̨̃ τὸν ἀγρόν μου τὸν ἐν Αναθωθ ὅτι σοὶ κρίμα παραλαβει̃ν εἰς κτη̃σιν
καὶ ἠ̃λθεν πρός με Αναμεηλ υἱὸς Σαλωμ ἀδελφου̃ πατρός μου εἰς τὴν αὐλὴν τη̃ς φυλακη̃ς καὶ εἰ̃πέν μοι κτη̃σαι τὸν ἀγρόν μου τὸν ἐν γη̨̃ Βενιαμιν τὸν ἐν Αναθωθ ὅτι σοὶ κρίμα κτήσασθαι καὶ σὺ πρεσβύτερος καὶ ἔγνων ὅτι λόγος κυρίου ἐστίν
καὶ ἐκτησάμην τὸν ἀγρὸν Αναμεηλ υἱου̃ ἀδελφου̃ πατρός μου καὶ ἔστησα αὐτω̨̃ ἑπτὰ σίκλους καὶ δέκα ἀργυρίου
10 καὶ ἔγραψα εἰς βιβλίον καὶ ἐσφραγισάμην καὶ διεμαρτυράμην μάρτυρας καὶ ἔστησα τὸ ἀργύριον ἐν ζυγω̨̃
11 καὶ ἔλαβον τὸ βιβλίον τη̃ς κτήσεως τὸ ἐσφραγισμένον καὶ τὸ ἀνεγνωσμένον
12 καὶ ἔδωκα αὐτὸ τω̨̃ Βαρουχ υἱω̨̃ Νηριου υἱου̃ Μαασαιου κατ' ὀφθαλμοὺς Αναμεηλ υἱου̃ ἀδελφου̃ πατρός μου καὶ κατ' ὀφθαλμοὺς τω̃ν ἑστηκότων καὶ γραφόντων ἐν τω̨̃ βιβλίω̨ τη̃ς κτήσεως καὶ κατ' ὀφθαλμοὺς τω̃ν Ιουδαίων τω̃ν ἐν τη̨̃ αὐλη̨̃ τη̃ς φυλακη̃ς
13 καὶ συνέταξα τω̨̃ Βαρουχ κατ' ὀφθαλμοὺς αὐτω̃ν λέγων
14 οὕτως εἰ̃πεν κύριος παντοκράτωρ λαβὲ τὸ βιβλίον τη̃ς κτήσεως του̃το καὶ τὸ βιβλίον τὸ ἀνεγνωσμένον καὶ θήσεις αὐτὸ εἰς ἀγγει̃ον ὀστράκινον ἵνα διαμείνη̨ ἡμέρας πλείους
15 ὅτι οὕτως εἰ̃πεν κύριος ἔτι κτηθήσονται ἀγροὶ καὶ οἰκίαι καὶ ἀμπελω̃νες ἐν τη̨̃ γη̨̃ ταύτη̨
16 καὶ προσευξάμην πρὸς κύριον μετὰ τὸ δου̃ναί με τὸ βιβλίον τη̃ς κτήσεως πρὸς Βαρουχ υἱὸν Νηριου λέγων
17 ὠ̃ κύριε σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γη̃ν τη̨̃ ἰσχύι σου τη̨̃ μεγάλη̨ καὶ τω̨̃ βραχίονί σου τω̨̃ ὑψηλω̨̃ καὶ τω̨̃ μετεώρω̨ οὐ μὴ ἀποκρυβη̨̃ ἀπὸ σου̃ οὐθέν
18 ποιω̃ν ἔλεος εἰς χιλιάδας καὶ ἀποδιδοὺς ἁμαρτίας πατέρων εἰς κόλπους τέκνων αὐτω̃ν μετ' αὐτούς ὁ θεὸς ὁ μέγας καὶ ἰσχυρός
19 κύριος μεγάλης βουλη̃ς καὶ δυνατὸς τοι̃ς ἔργοις ὁ θεὸς ὁ μέγας ὁ παντοκράτωρ καὶ μεγαλώνυμος κύριος οἱ ὀφθαλμοί σου εἰς τὰς ὁδοὺς τω̃ν υἱω̃ν τω̃ν ἀνθρώπων δου̃ναι ἑκάστω̨ κατὰ τὴν ὁδὸν αὐτου̃
20 ὃς ἐποίησας σημει̃α καὶ τέρατα ἐν γη̨̃ Αἰγύπτω̨ ἕως τη̃ς ἡμέρας ταύτης καὶ ἐν Ισραηλ καὶ ἐν τοι̃ς γηγενέσιν καὶ ἐποίησας σεαυτω̨̃ ὄνομα ὡς ἡ ἡμέρα αὕτη
21 καὶ ἐξήγαγες τὸν λαόν σου Ισραηλ ἐκ γη̃ς Αἰγύπτου ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν χειρὶ κραταια̨̃ καὶ ἐν βραχίονι ὑψηλω̨̃ καὶ ἐν ὁράμασιν μεγάλοις
22 καὶ ἔδωκας αὐτοι̃ς τὴν γη̃ν ταύτην ἣν ὤμοσας τοι̃ς πατράσιν αὐτω̃ν γη̃ν ῥέουσαν γάλα καὶ μέλι
23 καὶ εἰσήλθοσαν καὶ ἐλάβοσαν αὐτὴν καὶ οὐκ ἤκουσαν τη̃ς φωνη̃ς σου καὶ ἐν τοι̃ς προστάγμασίν σου οὐκ ἐπορεύθησαν ἅπαντα ἃ ἐνετείλω αὐτοι̃ς οὐκ ἐποίησαν καὶ ἐποίησας συμβη̃ναι αὐτοι̃ς πάντα τὰ κακὰ ταυ̃τα
24 ἰδοὺ ὄχλος ἥκει εἰς τὴν πόλιν ταύτην συλλαβει̃ν αὐτήν καὶ ἡ πόλις ἐδόθη εἰς χει̃ρας Χαλδαίων τω̃ν πολεμούντων αὐτὴν ἀπὸ προσώπου μαχαίρας καὶ του̃ λιμου̃ ὡς ἐλάλησας οὕτως ἐγένετο
25 καὶ σὺ λέγεις πρός με κτη̃σαι σεαυτω̨̃ ἀγρὸν ἀργυρίου καὶ ἔγραψα βιβλίον καὶ ἐσφραγισάμην καὶ ἐπεμαρτυράμην μάρτυρας καὶ ἡ πόλις ἐδόθη εἰς χει̃ρας Χαλδαίων
26 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
27 ἐγὼ κύριος ὁ θεὸς πάσης σαρκός μὴ ἀπ' ἐμου̃ κρυβήσεταί τι
28 διὰ του̃το οὕτως εἰ̃πεν κύριος ὁ θεὸς Ισραηλ δοθει̃σα παραδοθήσεται ἡ πόλις αὕτη εἰς χει̃ρας βασιλέως Βαβυλω̃νος καὶ λήμψεται αὐτήν
29 καὶ ἥξουσιν οἱ Χαλδαι̃οι πολεμου̃ντες ἐπὶ τὴν πόλιν ταύτην καὶ καύσουσιν τὴν πόλιν ταύτην ἐν πυρὶ καὶ κατακαύσουσιν τὰς οἰκίας ἐν αἱ̃ς ἐθυμιω̃σαν ἐπὶ τω̃ν δωμάτων αὐτω̃ν τη̨̃ Βααλ καὶ ἔσπενδον σπονδὰς θεοι̃ς ἑτέροις πρὸς τὸ παραπικρα̃ναί με
30 ὅτι ἠ̃σαν οἱ υἱοὶ Ισραηλ καὶ οἱ υἱοὶ Ιουδα μόνοι ποιου̃ντες τὸ πονηρὸν κατ' ὀφθαλμούς μου ἐκ νεότητος αὐτω̃ν
31 ὅτι ἐπὶ τὴν ὀργήν μου καὶ ἐπὶ τὸν θυμόν μου ἠ̃ν ἡ πόλις αὕτη ἀφ' ἡ̃ς ἡμέρας ὠ̨κοδόμησαν αὐτὴν καὶ ἕως τη̃ς ἡμέρας ταύτης ἀπαλλάξαι αὐτὴν ἀπὸ προσώπου μου
32 διὰ πάσας τὰς πονηρίας τω̃ν υἱω̃ν Ισραηλ καὶ Ιουδα ὡ̃ν ἐποίησαν πικρα̃ναί με αὐτοὶ καὶ οἱ βασιλει̃ς αὐτω̃ν καὶ οἱ ἄρχοντες αὐτω̃ν καὶ οἱ ἱερει̃ς αὐτω̃ν καὶ οἱ προφη̃ται αὐτω̃ν ἄνδρες Ιουδα καὶ οἱ κατοικου̃ντες Ιερουσαλημ
33 καὶ ἐπέστρεψαν πρός με νω̃τον καὶ οὐ πρόσωπον καὶ ἐδίδαξα αὐτοὺς ὄρθρου καὶ ἐδίδαξα καὶ οὐκ ἤκουσαν ἐπιλαβει̃ν παιδείαν
34 καὶ ἔθηκαν τὰ μιάσματα αὐτω̃ν ἐν τω̨̃ οἴκω̨ οὑ̃ ἐπεκλήθη τὸ ὄνομά μου ἐπ' αὐτω̨̃ ἐν ἀκαθαρσίαις αὐτω̃ν
35 καὶ ὠ̨κοδόμησαν τοὺς βωμοὺς τη̨̃ Βααλ τοὺς ἐν φάραγγι υἱου̃ Εννομ του̃ ἀναφέρειν τοὺς υἱοὺς αὐτω̃ν καὶ τὰς θυγατέρας αὐτω̃ν τω̨̃ Μολοχ βασιλει̃ ἃ οὐ συνέταξα αὐτοι̃ς καὶ οὐκ ἀνέβη ἐπὶ καρδίαν μου του̃ ποιη̃σαι τὸ βδέλυγμα του̃το πρὸς τὸ ἐφαμαρτει̃ν τὸν Ιουδαν
36 καὶ νυ̃ν οὕτως εἰ̃πεν κύριος ὁ θεὸς Ισραηλ ἐπὶ τὴν πόλιν ἣν σὺ λέγεις παραδοθήσεται εἰς χει̃ρας βασιλέως Βαβυλω̃νος ἐν μαχαίρα̨ καὶ ἐν λιμω̨̃ καὶ ἐν ἀποστολη̨̃
37 ἰδοὺ ἐγὼ συνάγω αὐτοὺς ἐκ πάσης τη̃ς γη̃ς οὑ̃ διέσπειρα αὐτοὺς ἐκει̃ ἐν ὀργη̨̃ μου καὶ τω̨̃ θυμω̨̃ μου καὶ παροξυσμω̨̃ μεγάλω̨ καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὸν τόπον του̃τον καὶ καθιω̃ αὐτοὺς πεποιθότας
38 καὶ ἔσονταί μοι εἰς λαόν καὶ ἐγὼ ἔσομαι αὐτοι̃ς εἰς θεόν
39 καὶ δώσω αὐτοι̃ς ὁδὸν ἑτέραν καὶ καρδίαν ἑτέραν φοβηθη̃ναί με πάσας τὰς ἡμέρας εἰς ἀγαθὸν αὐτοι̃ς καὶ τοι̃ς τέκνοις αὐτω̃ν μετ' αὐτούς
40 καὶ διαθήσομαι αὐτοι̃ς διαθήκην αἰωνίαν ἣν οὐ μὴ ἀποστρέψω ὄπισθεν αὐτω̃ν καὶ τὸν φόβον μου δώσω εἰς τὴν καρδίαν αὐτω̃ν πρὸς τὸ μὴ ἀποστη̃ναι αὐτοὺς ἀπ' ἐμου̃
41 καὶ ἐπισκέψομαι του̃ ἀγαθω̃σαι αὐτοὺς καὶ φυτεύσω αὐτοὺς ἐν τη̨̃ γη̨̃ ταύτη̨ ἐν πίστει καὶ ἐν πάση̨ καρδία̨ καὶ ἐν πάση̨ ψυχη̨̃
42 ὅτι οὕτως εἰ̃πεν κύριος καθὰ ἐπήγαγον ἐπὶ τὸν λαὸν του̃τον πάντα τὰ κακὰ τὰ μεγάλα ταυ̃τα οὕτως ἐγὼ ἐπάξω ἐπ' αὐτοὺς πάντα τὰ ἀγαθά ἃ ἐλάλησα ἐπ' αὐτούς
43 καὶ κτηθήσονται ἔτι ἀγροὶ ἐν τη̨̃ γη̨̃ ἡ̨̃ σὺ λέγεις ἄβατός ἐστιν ἀπὸ ἀνθρώπων καὶ κτήνους καὶ παρεδόθησαν εἰς χει̃ρας Χαλδαίων
44 καὶ κτήσονται ἀγροὺς ἐν ἀργυρίω̨ καὶ γράψεις βιβλίον καὶ σφραγιη̨̃ καὶ διαμαρτυρη̨̃ μάρτυρας ἐν γη̨̃ Βενιαμιν καὶ κύκλω̨ Ιερουσαλημ καὶ ἐν πόλεσιν Ιουδα καὶ ἐν πόλεσιν του̃ ὄρους καὶ ἐν πόλεσιν τη̃ς Σεφηλα καὶ ἐν πόλεσιν τη̃ς Ναγεβ ὅτι ἀποστρέψω τὰς ἀποικίας αὐτω̃ν

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 40

καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν δεύτερον καὶ αὐτὸς ἠ̃ν ἔτι δεδεμένος ἐν τη̨̃ αὐλη̨̃ τη̃ς φυλακη̃ς λέγων
οὕτως εἰ̃πεν κύριος ποιω̃ν γη̃ν καὶ πλάσσων αὐτὴν του̃ ἀνορθω̃σαι αὐτήν κύριος ὄνομα αὐτω̨̃
κέκραξον πρός με καὶ ἀποκριθήσομαί σοι καὶ ἀπαγγελω̃ σοι μεγάλα καὶ ἰσχυρά ἃ οὐκ ἔγνως αὐτά
ὅτι οὕτως εἰ̃πεν κύριος ὁ θεὸς Ισραηλ περὶ οἴκων τη̃ς πόλεως ταύτης καὶ περὶ οἴκων βασιλέως Ιουδα τω̃ν καθη̨ρημένων εἰς χάρακας καὶ προμαχω̃νας
του̃ μάχεσθαι πρὸς τοὺς Χαλδαίους καὶ πληρω̃σαι αὐτὴν τω̃ν νεκρω̃ν τω̃ν ἀνθρώπων οὓς ἐπάταξα ἐν ὀργη̨̃ μου καὶ ἐν θυμω̨̃ μου καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ' αὐτω̃ν περὶ πασω̃ν τω̃ν πονηριω̃ν αὐτω̃ν
ἰδοὺ ἐγὼ ἀνάγω αὐτη̨̃ συνούλωσιν καὶ ἴαμα καὶ φανερώσω αὐτοι̃ς εἰσακούειν καὶ ἰατρεύσω αὐτὴν καὶ ποιήσω αὐτοι̃ς εἰρήνην καὶ πίστιν
καὶ ἐπιστρέψω τὴν ἀποικίαν Ιουδα καὶ τὴν ἀποικίαν Ισραηλ καὶ οἰκοδομήσω αὐτοὺς καθὼς τὸ πρότερον
καὶ καθαριω̃ αὐτοὺς ἀπὸ πασω̃ν τω̃ν ἀδικιω̃ν αὐτω̃ν ὡ̃ν ἡμάρτοσάν μοι καὶ οὐ μὴ μνησθήσομαι ἁμαρτιω̃ν αὐτω̃ν ὡ̃ν ἥμαρτόν μοι καὶ ἀπέστησαν ἀπ' ἐμου̃
καὶ ἔσται εἰς εὐφροσύνην καὶ εἰς αἴνεσιν καὶ εἰς μεγαλειότητα παντὶ τω̨̃ λαω̨̃ τη̃ς γη̃ς οἵτινες ἀκούσονται πάντα τὰ ἀγαθά ἃ ἐγὼ ποιήσω καὶ φοβηθήσονται καὶ πικρανθήσονται περὶ πάντων τω̃ν ἀγαθω̃ν καὶ περὶ πάσης τη̃ς εἰρήνης ἡ̃ς ἐγὼ ποιήσω αὐτοι̃ς
10 οὕτως εἰ̃πεν κύριος ἔτι ἀκουσθήσεται ἐν τω̨̃ τόπω̨ τούτω̨ ὡ̨̃ ὑμει̃ς λέγετε ἔρημός ἐστιν ἀπὸ ἀνθρώπων καὶ κτηνω̃ν ἐν πόλεσιν Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ ται̃ς ἠρημωμέναις παρὰ τὸ μὴ εἰ̃ναι ἄνθρωπον καὶ κτήνη
11 φωνὴ εὐφροσύνης καὶ φωνὴ χαρμοσύνης φωνὴ νυμφίου καὶ φωνὴ νύμφης φωνὴ λεγόντων ἐξομολογει̃σθε κυρίω̨ παντοκράτορι ὅτι χρηστὸς κύριος ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃ καὶ εἰσοίσουσιν δω̃ρα εἰς οἰ̃κον κυρίου ὅτι ἀποστρέψω πα̃σαν τὴν ἀποικίαν τη̃ς γη̃ς ἐκείνης κατὰ τὸ πρότερον εἰ̃πεν κύριος
12 οὕτως εἰ̃πεν κύριος τω̃ν δυνάμεων ἔτι ἔσται ἐν τω̨̃ τόπω̨ τούτω̨ τω̨̃ ἐρήμω̨ παρὰ τὸ μὴ εἰ̃ναι ἄνθρωπον καὶ κτη̃νος καὶ ἐν πάσαις ται̃ς πόλεσιν αὐτου̃ καταλύματα ποιμένων κοιταζόντων πρόβατα
13 ἐν πόλεσιν τη̃ς ὀρεινη̃ς καὶ ἐν πόλεσιν τη̃ς Σεφηλα καὶ ἐν πόλεσιν τη̃ς Ναγεβ καὶ ἐν γη̨̃ Βενιαμιν καὶ ἐν ται̃ς κύκλω̨ Ιερουσαλημ καὶ ἐν πόλεσιν Ιουδα ἔτι παρελεύσεται πρόβατα ἐπὶ χει̃ρα ἀριθμου̃ντος εἰ̃πεν κύριος

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 41

ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου καὶ Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος καὶ πα̃ν τὸ στρατόπεδον αὐτου̃ καὶ πα̃σα ἡ γη̃ ἀρχη̃ς αὐτου̃ ἐπολέμουν ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ πάσας τὰς πόλεις Ιουδα λέγων
οὕτως εἰ̃πεν κύριος βάδισον πρὸς Σεδεκιαν βασιλέα Ιουδα καὶ ἐρει̃ς αὐτω̨̃ οὕτως εἰ̃πεν κύριος παραδόσει παραδοθήσεται ἡ πόλις αὕτη εἰς χει̃ρας βασιλέως Βαβυλω̃νος καὶ συλλήμψεται αὐτὴν καὶ καύσει αὐτὴν ἐν πυρί
καὶ σὺ οὐ μὴ σωθη̨̃ς ἐκ χειρὸς αὐτου̃ καὶ συλλήμψει συλλημφθήση̨ καὶ εἰς χει̃ρας αὐτου̃ δοθήση̨ καὶ οἱ ὀφθαλμοί σου τοὺς ὀφθαλμοὺς αὐτου̃ ὄψονται καὶ τὸ στόμα αὐτου̃ μετὰ του̃ στόματός σου λαλήσει καὶ εἰς Βαβυλω̃να εἰσελεύση̨
ἀλλὰ ἄκουσον τὸν λόγον κυρίου Σεδεκια βασιλευ̃ Ιουδα οὕτως λέγει κύριος
ἐν εἰρήνη̨ ἀποθανη̨̃ καὶ ὡς ἔκλαυσαν τοὺς πατέρας σου τοὺς βασιλεύσαντας πρότερόν σου κλαύσονται καὶ σὲ καὶ ὠ̃ αδων κόψονταί σε ὅτι λόγον ἐγὼ ἐλάλησα εἰ̃πεν κύριος
καὶ ἐλάλησεν Ιερεμιας πρὸς τὸν βασιλέα Σεδεκιαν πάντας τοὺς λόγους τούτους ἐν Ιερουσαλημ
καὶ ἡ δύναμις βασιλέως Βαβυλω̃νος ἐπολέμει ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ τὰς πόλεις Ιουδα ἐπὶ Λαχις καὶ ἐπὶ Αζηκα ὅτι αὑ̃ται κατελείφθησαν ἐν πόλεσιν Ιουδα πόλεις ὀχυραί
ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου μετὰ τὸ συντελέσαι τὸν βασιλέα Σεδεκιαν διαθήκην πρὸς τὸν λαὸν του̃ καλέσαι ἄφεσιν
του̃ ἐξαποστει̃λαι ἕκαστον τὸν παι̃δα αὐτου̃ καὶ ἕκαστον τὴν παιδίσκην αὐτου̃ τὸν Εβραι̃ον καὶ τὴν Εβραίαν ἐλευθέρους πρὸς τὸ μὴ δουλεύειν ἄνδρα ἐξ Ιουδα
10 καὶ ἐπεστράφησαν πάντες οἱ μεγιστα̃νες καὶ πα̃ς ὁ λαὸς οἱ εἰσελθόντες ἐν τη̨̃ διαθήκη̨ του̃ ἀποστει̃λαι ἕκαστον τὸν παι̃δα αὐτου̃ καὶ ἕκαστον τὴν παιδίσκην αὐτου̃
11 καὶ ἔωσαν αὐτοὺς εἰς παι̃δας καὶ παιδίσκας
12 καὶ ἐγενήθη λόγος κυρίου πρὸς Ιερεμιαν λέγων
13 οὕτως εἰ̃πεν κύριος ὁ θεὸς Ισραηλ ἐγὼ ἐθέμην διαθήκην πρὸς τοὺς πατέρας ὑμω̃ν ἐν τη̨̃ ἡμέρα̨ ἡ̨̃ ἐξειλάμην αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου ἐξ οἴκου δουλείας λέγων
14 ὅταν πληρωθη̨̃ ἓξ ἔτη ἀποστελει̃ς τὸν ἀδελφόν σου τὸν Εβραι̃ον ὃς πραθήσεταί σοι καὶ ἐργα̃ταί σοι ἓξ ἔτη καὶ ἐξαποστελει̃ς αὐτὸν ἐλεύθερον καὶ οὐκ ἤκουσάν μου καὶ οὐκ ἔκλιναν τὸ οὐ̃ς αὐτω̃ν
15 καὶ ἐπέστρεψαν σήμερον ποιη̃σαι τὸ εὐθὲς πρὸ ὀφθαλμω̃ν μου του̃ καλέσαι ἄφεσιν ἕκαστον του̃ πλησίον αὐτου̃ καὶ συνετέλεσαν διαθήκην κατὰ πρόσωπόν μου ἐν τω̨̃ οἴκω̨ οὑ̃ ἐπεκλήθη τὸ ὄνομά μου ἐπ' αὐτω̨̃
16 καὶ ἐπεστρέψατε καὶ ἐβεβηλώσατε τὸ ὄνομά μου του̃ ἐπιστρέψαι ἕκαστον τὸν παι̃δα αὐτου̃ καὶ ἕκαστον τὴν παιδίσκην αὐτου̃ οὓς ἐξαπεστείλατε ἐλευθέρους τη̨̃ ψυχη̨̃ αὐτω̃ν ὑμι̃ν εἰς παι̃δας καὶ παιδίσκας
17 διὰ του̃το οὕτως εἰ̃πεν κύριος ὑμει̃ς οὐκ ἠκούσατέ μου του̃ καλέσαι ἄφεσιν ἕκαστος πρὸς τὸν πλησίον αὐτου̃ ἰδοὺ ἐγὼ καλω̃ ἄφεσιν ὑμι̃ν εἰς μάχαιραν καὶ εἰς τὸν θάνατον καὶ εἰς τὸν λιμὸν καὶ δώσω ὑμα̃ς εἰς διασπορὰν πάσαις ται̃ς βασιλείαις τη̃ς γη̃ς
18 καὶ δώσω τοὺς ἄνδρας τοὺς παρεληλυθότας τὴν διαθήκην μου τοὺς μὴ στήσαντας τὴν διαθήκην μου ἣν ἐποίησαν κατὰ πρόσωπόν μου τὸν μόσχον ὃν ἐποίησαν ἐργάζεσθαι αὐτω̨̃
19 τοὺς ἄρχοντας Ιουδα καὶ τοὺς δυνάστας καὶ τοὺς ἱερει̃ς καὶ τὸν λαόν
20 καὶ δώσω αὐτοὺς τοι̃ς ἐχθροι̃ς αὐτω̃ν καὶ ἔσται τὰ θνησιμαι̃α αὐτω̃ν βρω̃σις τοι̃ς πετεινοι̃ς του̃ οὐρανου̃ καὶ τοι̃ς θηρίοις τη̃ς γη̃ς
21 καὶ τὸν Σεδεκιαν βασιλέα τη̃ς Ιουδαίας καὶ τοὺς ἄρχοντας αὐτω̃ν δώσω εἰς χει̃ρας ἐχθρω̃ν αὐτω̃ν καὶ δύναμις βασιλέως Βαβυλω̃νος τοι̃ς ἀποτρέχουσιν ἀπ' αὐτω̃ν
22 ἰδοὺ ἐγὼ συντάσσω φησὶν κύριος καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὴν γη̃ν ταύτην καὶ πολεμήσουσιν ἐπ' αὐτὴν καὶ λήμψονται αὐτὴν καὶ κατακαύσουσιν αὐτὴν ἐν πυρὶ καὶ τὰς πόλεις Ιουδα καὶ δώσω αὐτὰς ἐρήμους ἀπὸ κατοικούντων

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 42

ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου ἐν ἡμέραις Ιωακιμ βασιλέως Ιουδα λέγων
βάδισον εἰς οἰ̃κον Αρχαβιν καὶ ἄξεις αὐτοὺς εἰς οἰ̃κον κυρίου εἰς μίαν τω̃ν αὐλω̃ν καὶ ποτιει̃ς αὐτοὺς οἰ̃νον
καὶ ἐξήγαγον τὸν Ιεζονιαν υἱὸν Ιερεμιν υἱου̃ Χαβασιν καὶ τοὺς ἀδελφοὺς αὐτου̃ καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ πα̃σαν τὴν οἰκίαν Αρχαβιν
καὶ εἰσήγαγον αὐτοὺς εἰς οἰ̃κον κυρίου εἰς τὸ παστοφόριον υἱω̃ν Ανανιου υἱου̃ Γοδολιου ἀνθρώπου του̃ θεου̃ ὅ ἐστιν ἐγγὺς του̃ οἴκου τω̃ν ἀρχόντων τω̃ν ἐπάνω του̃ οἴκου Μαασαιου υἱου̃ Σελωμ του̃ φυλάσσοντος τὴν αὐλήν
καὶ ἔδωκα κατὰ πρόσωπον αὐτω̃ν κεράμιον οἴνου καὶ ποτήρια καὶ εἰ̃πα πίετε οἰ̃νον
καὶ εἰ̃παν οὐ μὴ πίωμεν οἰ̃νον ὅτι Ιωναδαβ υἱὸς Ρηχαβ ὁ πατὴρ ἡμω̃ν ἐνετείλατο ἡμι̃ν λέγων οὐ μὴ πίητε οἰ̃νον ὑμει̃ς καὶ οἱ υἱοὶ ὑμω̃ν ἕως αἰω̃νος
καὶ οἰκίαν οὐ μὴ οἰκοδομήσητε καὶ σπέρμα οὐ μὴ σπείρητε καὶ ἀμπελὼν οὐκ ἔσται ὑμι̃ν ὅτι ἐν σκηναι̃ς οἰκήσετε πάσας τὰς ἡμέρας ὑμω̃ν ὅπως ἂν ζήσητε ἡμέρας πολλὰς ἐπὶ τη̃ς γη̃ς ἐφ' ἡ̃ς διατρίβετε ὑμει̃ς ἐπ' αὐτη̃ς
καὶ ἠκούσαμεν τη̃ς φωνη̃ς Ιωναδαβ του̃ πατρὸς ἡμω̃ν πρὸς τὸ μὴ πιει̃ν οἰ̃νον πάσας τὰς ἡμέρας ἡμω̃ν ἡμει̃ς καὶ αἱ γυναι̃κες ἡμω̃ν καὶ οἱ υἱοὶ ἡμω̃ν καὶ αἱ θυγατέρες ἡμω̃ν
καὶ πρὸς τὸ μὴ οἰκοδομει̃ν οἰκίας του̃ κατοικει̃ν ἐκει̃ καὶ ἀμπελὼν καὶ ἀγρὸς καὶ σπέρμα οὐκ ἐγένετο ἡμι̃ν
10 καὶ ὠ̨κήσαμεν ἐν σκηναι̃ς καὶ ἠκούσαμεν καὶ ἐποιήσαμεν κατὰ πάντα ἃ ἐνετείλατο ἡμι̃ν Ιωναδαβ ὁ πατὴρ ἡμω̃ν
11 καὶ ἐγενήθη ὅτε ἀνέβη Ναβουχοδονοσορ ἐπὶ τὴν γη̃ν καὶ εἴπαμεν εἰσέλθατε καὶ εἰσέλθωμεν εἰς Ιερουσαλημ ἀπὸ προσώπου τη̃ς δυνάμεως τω̃ν Χαλδαίων καὶ ἀπὸ προσώπου τη̃ς δυνάμεως τω̃ν 'Ασσυρίων καὶ ὠ̨κου̃μεν ἐκει̃
12 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
13 οὕτως λέγει κύριος πορεύου καὶ εἰπὸν ἀνθρώπω̨ Ιουδα καὶ τοι̃ς κατοικου̃σιν Ιερουσαλημ οὐ μὴ λάβητε παιδείαν του̃ ἀκούειν τοὺς λόγους μου
14 ἔστησαν ῥη̃μα υἱοὶ Ιωναδαβ υἱου̃ Ρηχαβ ὃ ἐνετείλατο τοι̃ς τέκνοις αὐτου̃ πρὸς τὸ μὴ πιει̃ν οἰ̃νον καὶ οὐκ ἐπίοσαν καὶ ἐγὼ ἐλάλησα πρὸς ὑμα̃ς ὄρθρου καὶ ἐλάλησα καὶ οὐκ ἠκούσατε
15 καὶ ἀπέστειλα πρὸς ὑμα̃ς τοὺς παι̃δάς μου τοὺς προφήτας λέγων ἀποστράφητε ἕκαστος ἀπὸ τη̃ς ὁδου̃ αὐτου̃ τη̃ς πονηρα̃ς καὶ βελτίω ποιήσατε τὰ ἐπιτηδεύματα ὑμω̃ν καὶ οὐ πορεύσεσθε ὀπίσω θεω̃ν ἑτέρων του̃ δουλεύειν αὐτοι̃ς καὶ οἰκήσετε ἐπὶ τη̃ς γη̃ς ἡ̃ς ἔδωκα ὑμι̃ν καὶ τοι̃ς πατράσιν ὑμω̃ν καὶ οὐκ ἐκλίνατε τὰ ὠ̃τα ὑμω̃ν καὶ οὐκ ἠκούσατε
16 καὶ ἔστησαν υἱοὶ Ιωναδαβ υἱου̃ Ρηχαβ τὴν ἐντολὴν του̃ πατρὸς αὐτω̃ν ὁ δὲ λαὸς οὑ̃τος οὐκ ἤκουσάν μου
17 διὰ του̃το οὕτως εἰ̃πεν κύριος ἰδοὺ ἐγὼ φέρω ἐπὶ Ιουδαν καὶ ἐπὶ τοὺς κατοικου̃ντας Ιερουσαλημ πάντα τὰ κακά ἃ ἐλάλησα ἐπ' αὐτούς
18 διὰ του̃το οὕτως εἰ̃πεν κύριος ἐπειδὴ ἤκουσαν υἱοὶ Ιωναδαβ υἱου̃ Ρηχαβ τὴν ἐντολὴν του̃ πατρὸς αὐτω̃ν ποιει̃ν καθότι ἐνετείλατο αὐτοι̃ς ὁ πατὴρ αὐτω̃ν
19 οὐ μὴ ἐκλίπη̨ ἀνὴρ τω̃ν υἱω̃ν Ιωναδαβ υἱου̃ Ρηχαβ παρεστηκὼς κατὰ πρόσωπόν μου πάσας τὰς ἡμέρας τη̃ς γη̃ς

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 43

καὶ ἐν τω̨̃ ἐνιαυτω̨̃ τω̨̃ τετάρτω̨ Ιωακιμ υἱου̃ Ιωσια βασιλέως Ιουδα ἐγενήθη λόγος κυρίου πρός με λέγων
λαβὲ σεαυτω̨̃ χαρτίον βιβλίου καὶ γράψον ἐπ' αὐτου̃ πάντας τοὺς λόγους οὓς ἐχρημάτισα πρὸς σὲ ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ Ιουδαν καὶ ἐπὶ πάντα τὰ ἔθνη ἀφ' ἡ̃ς ἡμέρας λαλήσαντός μου πρός σε ἀφ' ἡμερω̃ν Ιωσια βασιλέως Ιουδα καὶ ἕως τη̃ς ἡμέρας ταύτης
ἴσως ἀκούσεται ὁ οἰ̃κος Ιουδα πάντα τὰ κακά ἃ ἐγὼ λογίζομαι ποιη̃σαι αὐτοι̃ς ἵνα ἀποστρέψωσιν ἀπὸ ὁδου̃ αὐτω̃ν τη̃ς πονηρα̃ς καὶ ἵλεως ἔσομαι ται̃ς ἀδικίαις αὐτω̃ν καὶ ται̃ς ἁμαρτίαις αὐτω̃ν
καὶ ἐκάλεσεν Ιερεμιας τὸν Βαρουχ υἱὸν Νηριου καὶ ἔγραψεν ἀπὸ στόματος Ιερεμιου πάντας τοὺς λόγους κυρίου οὓς ἐχρημάτισεν πρὸς αὐτόν εἰς χαρτίον βιβλίου
καὶ ἐνετείλατο Ιερεμιας τω̨̃ Βαρουχ λέγων ἐγὼ φυλάσσομαι οὐ μὴ δύνωμαι εἰσελθει̃ν εἰς οἰ̃κον κυρίου
καὶ ἀναγνώση̨ ἐν τω̨̃ χαρτίω̨ τούτω̨ εἰς τὰ ὠ̃τα του̃ λαου̃ ἐν οἴκω̨ κυρίου ἐν ἡμέρα̨ νηστείας καὶ ἐν ὠσὶ παντὸς Ιουδα τω̃ν ἐρχομένων ἐκ πόλεως αὐτω̃ν ἀναγνώση̨ αὐτοι̃ς
ἴσως πεσει̃ται ἔλεος αὐτω̃ν κατὰ πρόσωπον κυρίου καὶ ἀποστρέψουσιν ἐκ τη̃ς ὁδου̃ αὐτω̃ν τη̃ς πονηρα̃ς ὅτι μέγας ὁ θυμὸς καὶ ἡ ὀργὴ κυρίου ἣν ἐλάλησεν ἐπὶ τὸν λαὸν του̃τον
καὶ ἐποίησεν Βαρουχ κατὰ πάντα ἃ ἐνετείλατο αὐτω̨̃ Ιερεμιας του̃ ἀναγνω̃ναι ἐν τω̨̃ βιβλίω̨ λόγους κυρίου ἐν οἴκω̨ κυρίου
καὶ ἐγενήθη ἐν τω̨̃ ἔτει τω̨̃ ὀγδόω̨ βασιλει̃ Ιωακιμ τω̨̃ μηνὶ τω̨̃ ἐνάτω̨ ἐξεκκλησίασαν νηστείαν κατὰ πρόσωπον κυρίου πα̃ς ὁ λαὸς ἐν Ιερουσαλημ καὶ οἰ̃κος Ιουδα
10 καὶ ἀνεγίνωσκε Βαρουχ ἐν τω̨̃ βιβλίω̨ τοὺς λόγους Ιερεμιου ἐν οἴκω̨ κυρίου ἐν οἴκω̨ Γαμαριου υἱου̃ Σαφαν του̃ γραμματέως ἐν τη̨̃ αὐλη̨̃ τη̨̃ ἐπάνω ἐν προθύροις πύλης του̃ οἴκου κυρίου τη̃ς καινη̃ς ἐν ὠσὶ παντὸς του̃ λαου̃
11 καὶ ἤκουσεν Μιχαιας υἱὸς Γαμαριου υἱου̃ Σαφαν ἅπαντας τοὺς λόγους κυρίου ἐκ του̃ βιβλίου
12 καὶ κατέβη εἰς οἰ̃κον του̃ βασιλέως εἰς τὸν οἰ̃κον του̃ γραμματέως καὶ ἰδοὺ ἐκει̃ πάντες οἱ ἄρχοντες ἐκάθηντο Ελισαμα ὁ γραμματεὺς καὶ Δαλαιας υἱὸς Σελεμιου καὶ Ελναθαν υἱὸς Ακχοβωρ καὶ Γαμαριας υἱὸς Σαφαν καὶ Σεδεκιας υἱὸς Ανανιου καὶ πάντες οἱ ἄρχοντες
13 καὶ ἀνήγγειλεν αὐτοι̃ς Μιχαιας πάντας τοὺς λόγους οὓς ἤκουσεν ἀναγινώσκοντος του̃ Βαρουχ εἰς τὰ ὠ̃τα του̃ λαου̃
14 καὶ ἀπέστειλαν πάντες οἱ ἄρχοντες πρὸς Βαρουχ υἱὸν Νηριου τὸν Ιουδιν υἱὸν Ναθανιου υἱου̃ Σελεμιου υἱου̃ Χουσι λέγοντες τὸ χαρτίον ἐν ὡ̨̃ σὺ ἀναγινώσκεις ἐν αὐτω̨̃ ἐν ὠσὶ του̃ λαου̃ λαβὲ αὐτὸ εἰς τὴν χει̃ρά σου καὶ ἡ̃κε καὶ ἔλαβεν Βαρουχ τὸ χαρτίον καὶ κατέβη πρὸς αὐτούς
15 καὶ εἰ̃παν αὐτω̨̃ πάλιν ἀνάγνωθι εἰς τὰ ὠ̃τα ἡμω̃ν καὶ ἀνέγνω Βαρουχ
16 καὶ ἐγενήθη ὡς ἤκουσαν πάντας τοὺς λόγους συνεβουλεύσαντο ἕκαστος πρὸς τὸν πλησίον αὐτου̃ καὶ εἰ̃παν ἀναγγέλλοντες ἀναγγείλωμεν τω̨̃ βασιλει̃ ἅπαντας τοὺς λόγους τούτους
17 καὶ τὸν Βαρουχ ἠρώτησαν λέγοντες πόθεν ἔγραψας πάντας τοὺς λόγους τούτους
18 καὶ εἰ̃πεν Βαρουχ ἀπὸ στόματος αὐτου̃ ἀνήγγειλέν μοι Ιερεμιας πάντας τοὺς λόγους τούτους καὶ ἔγραφον ἐν βιβλίω̨
19 καὶ εἰ̃παν τω̨̃ Βαρουχ βάδισον κατακρύβηθι σὺ καὶ Ιερεμιας ἄνθρωπος μὴ γνώτω που̃ ὑμει̃ς
20 καὶ εἰση̃λθον πρὸς τὸν βασιλέα εἰς τὴν αὐλήν καὶ τὸ χαρτίον ἔδωκαν φυλάσσειν ἐν οἴκω̨ Ελισαμα καὶ ἀνήγγειλαν τω̨̃ βασιλει̃ πάντας τοὺς λόγους
21 καὶ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Ιουδιν λαβει̃ν τὸ χαρτίον καὶ ἔλαβεν αὐτὸ ἐξ οἴκου Ελισαμα καὶ ἀνέγνω Ιουδιν εἰς τὰ ὠ̃τα του̃ βασιλέως καὶ εἰς τὰ ὠ̃τα πάντων τω̃ν ἀρχόντων τω̃ν ἑστηκότων περὶ τὸν βασιλέα
22 καὶ ὁ βασιλεὺς ἐκάθητο ἐν οἴκω̨ χειμερινω̨̃ καὶ ἐσχάρα πυρὸς κατὰ πρόσωπον αὐτου̃
23 καὶ ἐγενήθη ἀναγινώσκοντος Ιουδιν τρει̃ς σελίδας καὶ τέσσαρας ἀπέτεμνεν αὐτὰς τω̨̃ ξυρω̨̃ του̃ γραμματέως καὶ ἔρριπτεν εἰς τὸ πυ̃ρ τὸ ἐπὶ τη̃ς ἐσχάρας ἕως ἐξέλιπεν πα̃ς ὁ χάρτης εἰς τὸ πυ̃ρ τὸ ἐπὶ τη̃ς ἐσχάρας
24 καὶ οὐκ ἐζήτησαν καὶ οὐ διέρρηξαν τὰ ἱμάτια αὐτω̃ν ὁ βασιλεὺς καὶ οἱ παι̃δες αὐτου̃ οἱ ἀκούοντες πάντας τοὺς λόγους τούτους
25 καὶ Ελναθαν καὶ Γοδολιας καὶ Γαμαριας ὑπέθεντο τω̨̃ βασιλει̃ πρὸς τὸ μὴ κατακαυ̃σαι τὸ χαρτίον
26 καὶ ἐνετείλατο ὁ βασιλεὺς τω̨̃ Ιερεμεηλ υἱω̨̃ του̃ βασιλέως καὶ τω̨̃ Σαραια υἱω̨̃ Εσριηλ συλλαβει̃ν τὸν Βαρουχ καὶ τὸν Ιερεμιαν καὶ κατεκρύβησαν
27 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν μετὰ τὸ κατακαυ̃σαι τὸν βασιλέα τὸ χαρτίον πάντας τοὺς λόγους οὓς ἔγραψεν Βαρουχ ἀπὸ στόματος Ιερεμιου λέγων
28 πάλιν λαβὲ σὺ χαρτίον ἕτερον καὶ γράψον πάντας τοὺς λόγους τοὺς ὄντας ἐπὶ του̃ χαρτίου οὓς κατέκαυσεν ὁ βασιλεὺς Ιωακιμ
29 καὶ ἐρει̃ς οὕτως εἰ̃πεν κύριος σὺ κατέκαυσας τὸ χαρτίον του̃το λέγων διὰ τί ἔγραψας ἐπ' αὐτω̨̃ λέγων εἰσπορευόμενος εἰσπορεύσεται ὁ βασιλεὺς Βαβυλω̃νος καὶ ἐξολεθρεύσει τὴν γη̃ν ταύτην καὶ ἐκλείψει ἀπ' αὐτη̃ς ἄνθρωπος καὶ κτήνη
30 διὰ του̃το οὕτως εἰ̃πεν κύριος ἐπὶ Ιωακιμ βασιλέα Ιουδα οὐκ ἔσται αὐτω̨̃ καθήμενος ἐπὶ θρόνου Δαυιδ καὶ τὸ θνησιμαι̃ον αὐτου̃ ἔσται ἐρριμμένον ἐν τω̨̃ καύματι τη̃ς ἡμέρας καὶ ἐν τω̨̃ παγετω̨̃ τη̃ς νυκτός
31 καὶ ἐπισκέψομαι ἐπ' αὐτὸν καὶ ἐπὶ τὸ γένος αὐτου̃ καὶ ἐπὶ τοὺς παι̃δας αὐτου̃ καὶ ἐπάξω ἐπ' αὐτοὺς καὶ ἐπὶ τοὺς κατοικου̃ντας Ιερουσαλημ καὶ ἐπὶ γη̃ν Ιουδα πάντα τὰ κακά ἃ ἐλάλησα πρὸς αὐτοὺς καὶ οὐκ ἤκουσαν
32 καὶ ἔλαβεν Βαρουχ χαρτίον ἕτερον καὶ ἔγραψεν ἐπ' αὐτω̨̃ ἀπὸ στόματος Ιερεμιου ἅπαντας τοὺς λόγους του̃ βιβλίου οὑ̃ κατέκαυσεν Ιωακιμ καὶ ἔτι προσετέθησαν αὐτω̨̃ λόγοι πλείονες ὡς οὑ̃τοι

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 44

καὶ ἐβασίλευσεν Σεδεκιας υἱὸς Ιωσια ἀντὶ Ιωακιμ ὃν ἐβασίλευσεν Ναβουχοδονοσορ βασιλεύειν του̃ Ιουδα
καὶ οὐκ ἤκουσεν αὐτὸς καὶ οἱ παι̃δες αὐτου̃ καὶ ὁ λαὸς τη̃ς γη̃ς τοὺς λόγους κυρίου οὓς ἐλάλησεν ἐν χειρὶ Ιερεμιου
καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σεδεκιας τὸν Ιωαχαλ υἱὸν Σελεμιου καὶ τὸν Σοφονιαν υἱὸν Μαασαιου τὸν ἱερέα πρὸς Ιερεμιαν λέγων πρόσευξαι δὴ περὶ ἡμω̃ν πρὸς κύριον
καὶ Ιερεμιας ἠ̃λθεν καὶ διη̃λθεν διὰ μέσου τη̃ς πόλεως καὶ οὐκ ἔδωκαν αὐτὸν εἰς οἰ̃κον τη̃ς φυλακη̃ς
καὶ δύναμις Φαραω ἐξη̃λθεν ἐξ Αἰγύπτου καὶ ἤκουσαν οἱ Χαλδαι̃οι τὴν ἀκοὴν αὐτω̃ν καὶ ἀνέβησαν ἀπὸ Ιερουσαλημ
καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν λέγων
οὕτως εἰ̃πεν κύριος οὕτως ἐρει̃ς πρὸς βασιλέα Ιουδα τὸν ἀποστείλαντα πρὸς σὲ του̃ ἐκζητη̃σαί με ἰδοὺ δύναμις Φαραω ἡ ἐξελθου̃σα ὑμι̃ν εἰς βοήθειαν ἀποστρέψουσιν εἰς γη̃ν Αἰγύπτου
καὶ ἀναστρέψουσιν αὐτοὶ οἱ Χαλδαι̃οι καὶ πολεμήσουσιν ἐπὶ τὴν πόλιν ταύτην καὶ συλλήμψονται αὐτὴν καὶ καύσουσιν αὐτὴν ἐν πυρί
ὅτι οὕτως εἰ̃πεν κύριος μὴ ὑπολάβητε ται̃ς ψυχαι̃ς ὑμω̃ν λέγοντες ἀποτρέχοντες ἀπελεύσονται ἀφ' ἡμω̃ν οἱ Χαλδαι̃οι ὅτι οὐ μὴ ἀπέλθωσιν
10 καὶ ἐὰν πατάξητε πα̃σαν δύναμιν τω̃ν Χαλδαίων τοὺς πολεμου̃ντας ὑμα̃ς καὶ καταλειφθω̃σίν τινες ἐκκεκεντημένοι ἕκαστος ἐν τω̨̃ τόπω̨ αὐτου̃ οὑ̃τοι ἀναστήσονται καὶ καύσουσιν τὴν πόλιν ταύτην ἐν πυρί
11 καὶ ἐγένετο ὅτε ἀνέβη ἡ δύναμις τω̃ν Χαλδαίων ἀπὸ Ιερουσαλημ ἀπὸ προσώπου τη̃ς δυνάμεως Φαραω
12 ἐξη̃λθεν Ιερεμιας ἀπὸ Ιερουσαλημ του̃ πορευθη̃ναι εἰς γη̃ν Βενιαμιν του̃ ἀγοράσαι ἐκει̃θεν ἐν μέσω̨ του̃ λαου̃
13 καὶ ἐγένετο αὐτὸς ἐν πύλη̨ Βενιαμιν καὶ ἐκει̃ ἄνθρωπος παρ' ὡ̨̃ κατέλυεν Σαρουιας υἱὸς Σελεμιου υἱου̃ Ανανιου καὶ συνέλαβεν τὸν Ιερεμιαν λέγων πρὸς τοὺς Χαλδαίους σὺ φεύγεις
14 καὶ εἰ̃πεν ψευ̃δος οὐκ εἰς τοὺς Χαλδαίους ἐγὼ φεύγω καὶ οὐκ ἤκουσεν αὐτου̃ καὶ συνέλαβεν Σαρουιας τὸν Ιερεμιαν καὶ εἰσήγαγεν αὐτὸν πρὸς τοὺς ἄρχοντας
15 καὶ ἐπικράνθησαν οἱ ἄρχοντες ἐπὶ Ιερεμιαν καὶ ἐπάταξαν αὐτὸν καὶ ἀπέστειλαν αὐτὸν εἰς τὴν οἰκίαν Ιωναθαν του̃ γραμματέως ὅτι ταύτην ἐποίησαν εἰς οἰκίαν φυλακη̃ς
16 καὶ ἠ̃λθεν Ιερεμιας εἰς οἰκίαν του̃ λάκκου καὶ εἰς τὴν χερεθ καὶ ἐκάθισεν ἐκει̃ ἡμέρας πολλάς
17 καὶ ἀπέστειλεν Σεδεκιας καὶ ἐκάλεσεν αὐτόν καὶ ἠρώτα αὐτὸν ὁ βασιλεὺς κρυφαίως εἰπει̃ν εἰ ἔστιν λόγος παρὰ κυρίου καὶ εἰ̃πεν ἔστιν εἰς χει̃ρας βασιλέως Βαβυλω̃νος παραδοθήση̨
18 καὶ εἰ̃πεν Ιερεμιας τω̨̃ βασιλει̃ τί ἠδίκησά σε καὶ τοὺς παι̃δάς σου καὶ τὸν λαὸν του̃τον ὅτι σὺ δίδως με εἰς οἰκίαν φυλακη̃ς
19 καὶ που̃ εἰσιν οἱ προφη̃ται ὑμω̃ν οἱ προφητεύσαντες ὑμι̃ν λέγοντες ὅτι οὐ μὴ ἔλθη̨ βασιλεὺς Βαβυλω̃νος ἐπὶ τὴν γη̃ν ταύτην
20 καὶ νυ̃ν κύριε βασιλευ̃ πεσέτω τὸ ἔλεός μου κατὰ πρόσωπόν σου καὶ τί ἀποστρέφεις με εἰς οἰκίαν Ιωναθαν του̃ γραμματέως καὶ οὐ μὴ ἀποθάνω ἐκει̃
21 καὶ συνέταξεν ὁ βασιλεὺς καὶ ἐνεβάλοσαν αὐτὸν εἰς οἰκίαν τη̃ς φυλακη̃ς καὶ ἐδίδοσαν αὐτω̨̃ ἄρτον ἕνα τη̃ς ἡμέρας ἔξωθεν οὑ̃ πέσσουσιν ἕως ἐξέλιπον οἱ ἄρτοι ἐκ τη̃ς πόλεως καὶ ἐκάθισεν Ιερεμιας ἐν τη̨̃ αὐλη̨̃ τη̃ς φυλακη̃ς
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.