|
|
|
|
|
|
|
|
|
|
|
|
13 ὅσα ἐπροφήτευσεν Ιερεμιας ἐπὶ πάντα τὰ ἔθνη |
|
15 οὕτως εἰ̃πεν κύριος ὁ θεὸς Ισραηλ λαβὲ τὸ ποτήριον του̃ οἴνου του̃ ἀκράτου τούτου ἐκ χειρός μου καὶ ποτιει̃ς πάντα τὰ ἔθνη πρὸς ἃ ἐγὼ ἀποστέλλω σε πρὸς αὐτούς |
16 καὶ πίονται καὶ ἐξεμου̃νται καὶ μανήσονται ἀπὸ προσώπου τη̃ς μαχαίρας ἡ̃ς ἐγὼ ἀποστέλλω ἀνὰ μέσον αὐτω̃ν |
17 καὶ ἔλαβον τὸ ποτήριον ἐκ χειρὸς κυρίου καὶ ἐπότισα τὰ ἔθνη πρὸς ἃ ἀπέστειλέν με κύριος ἐπ' αὐτά |
18 τὴν Ιερουσαλημ καὶ τὰς πόλεις Ιουδα καὶ βασιλει̃ς Ιουδα καὶ ἄρχοντας αὐτου̃ του̃ θει̃ναι αὐτὰς εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον καὶ εἰς συριγμὸν |
19 καὶ τὸν Φαραω βασιλέα Αἰγύπτου καὶ τοὺς παι̃δας αὐτου̃ καὶ τοὺς μεγιστα̃νας αὐτου̃ καὶ πάντα τὸν λαὸν αὐτου̃ |
20 καὶ πάντας τοὺς συμμίκτους αὐτου̃ καὶ πάντας τοὺς βασιλει̃ς ἀλλοφύλων τὴν 'Ασκαλω̃να καὶ τὴν Γάζαν καὶ τὴν Ακκαρων καὶ τὸ ἐπίλοιπον 'Αζώτου |
21 καὶ τὴν Ιδουμαίαν καὶ τὴν Μωαβι̃τιν καὶ τοὺς υἱοὺς Αμμων |
22 καὶ πάντας βασιλει̃ς Τύρου καὶ βασιλει̃ς Σιδω̃νος καὶ βασιλει̃ς τοὺς ἐν τω̨̃ πέραν τη̃ς θαλάσσης |
23 καὶ τὴν Δαιδαν καὶ τὴν Θαιμαν καὶ τὴν Ρως καὶ πα̃ν περικεκαρμένον κατὰ πρόσωπον αὐτου̃ |
24 καὶ πάντας τοὺς συμμίκτους τοὺς καταλύοντας ἐν τη̨̃ ἐρήμω̨ |
25 καὶ πάντας βασιλει̃ς Αιλαμ καὶ πάντας βασιλει̃ς Περσω̃ν |
26 καὶ πάντας βασιλει̃ς ἀπὸ ἀπηλιώτου τοὺς πόρρω καὶ τοὺς ἐγγύς ἕκαστον πρὸς τὸν ἀδελφὸν αὐτου̃ καὶ πάσας τὰς βασιλείας τὰς ἐπὶ προσώπου τη̃ς γη̃ς |
27 καὶ ἐρει̃ς αὐτοι̃ς οὕτως εἰ̃πεν κύριος παντοκράτωρ πίετε καὶ μεθύσθητε καὶ ἐξεμέσατε καὶ πεσει̃σθε καὶ οὐ μὴ ἀναστη̃τε ἀπὸ προσώπου τη̃ς μαχαίρας ἡ̃ς ἐγὼ ἀποστέλλω ἀνὰ μέσον ὑμω̃ν |
28 καὶ ἔσται ὅταν μὴ βούλωνται δέξασθαι τὸ ποτήριον ἐκ τη̃ς χειρός σου ὥστε πιει̃ν καὶ ἐρει̃ς οὕτως εἰ̃πεν κύριος πιόντες πίεσθε |
29 ὅτι ἐν πόλει ἐν ἡ̨̃ ὠνομάσθη τὸ ὄνομά μου ἐπ' αὐτήν ἐγὼ ἄρχομαι κακω̃σαι καὶ ὑμει̃ς καθάρσει οὐ μὴ καθαρισθη̃τε ὅτι μάχαιραν ἐγὼ καλω̃ ἐπὶ τοὺς καθημένους ἐπὶ τη̃ς γη̃ς |
30 καὶ σὺ προφητεύσεις ἐπ' αὐτοὺς τοὺς λόγους τούτους καὶ ἐρει̃ς κύριος ἀφ' ὑψηλου̃ χρηματιει̃ ἀπὸ του̃ ἁγίου αὐτου̃ δώσει φωνὴν αὐτου̃ λόγον χρηματιει̃ ἐπὶ του̃ τόπου αὐτου̃ καὶ αιδαδ ὥσπερ τρυγω̃ντες ἀποκριθήσονται καὶ ἐπὶ τοὺς καθημένους ἐπὶ τὴν γη̃ν |
31 ἥκει ὄλεθρος ἐπὶ μέρος τη̃ς γη̃ς ὅτι κρίσις τω̨̃ κυρίω̨ ἐν τοι̃ς ἔθνεσιν κρίνεται αὐτὸς πρὸς πα̃σαν σάρκα οἱ δὲ ἀσεβει̃ς ἐδόθησαν εἰς μάχαιραν λέγει κύριος |
32 οὕτως εἰ̃πεν κύριος ἰδοὺ κακὰ ἔρχεται ἀπὸ ἔθνους ἐπὶ ἔθνος καὶ λαι̃λαψ μεγάλη ἐκπορεύεται ἀπ' ἐσχάτου τη̃ς γη̃ς |
33 καὶ ἔσονται τραυματίαι ὑπὸ κυρίου ἐν ἡμέρα̨ κυρίου ἐκ μέρους τη̃ς γη̃ς καὶ ἕως εἰς μέρος τη̃ς γη̃ς οὐ μὴ κατορυγω̃σιν εἰς κόπρια ἐπὶ προσώπου τη̃ς γη̃ς ἔσονται |
34 ἀλαλάξατε ποιμένες καὶ κεκράξατε καὶ κόπτεσθε οἱ κριοὶ τω̃ν προβάτων ὅτι ἐπληρώθησαν αἱ ἡμέραι ὑμω̃ν εἰς σφαγήν καὶ πεσει̃σθε ὥσπερ οἱ κριοὶ οἱ ἐκλεκτοί |
35 καὶ ἀπολει̃ται φυγὴ ἀπὸ τω̃ν ποιμένων καὶ σωτηρία ἀπὸ τω̃ν κριω̃ν τω̃ν προβάτων |
36 φωνὴ κραυγη̃ς τω̃ν ποιμένων καὶ ἀλαλαγμὸς τω̃ν προβάτων καὶ τω̃ν κριω̃ν ὅτι ὠλέθρευσεν κύριος τὰ βοσκήματα αὐτω̃ν |
37 καὶ παύσεται τὰ κατάλοιπα τη̃ς εἰρήνης ἀπὸ προσώπου ὀργη̃ς θυμου̃ μου |
38 ἐγκατέλιπεν ὥσπερ λέων κατάλυμα αὐτου̃ ὅτι ἐγενήθη ἡ γη̃ αὐτω̃ν εἰς ἄβατον ἀπὸ προσώπου τη̃ς μαχαίρας τη̃ς μεγάλης |