1 ἐν ἀρχη̨̃ βασιλέως Ιωακιμ υἱου̃ Ιωσια ἐγενήθη ὁ λόγος οὑ̃τος παρὰ κυρίου |
2 οὕτως εἰ̃πεν κύριος στη̃θι ἐν αὐλη̨̃ οἴκου κυρίου καὶ χρηματιει̃ς ἅπασι τοι̃ς Ιουδαίοις καὶ πα̃σι τοι̃ς ἐρχομένοις προσκυνει̃ν ἐν οἴκω̨ κυρίου ἅπαντας τοὺς λόγους οὓς συνέταξά σοι αὐτοι̃ς χρηματίσαι μὴ ἀφέλη̨ς ῥη̃μα |
3 ἴσως ἀκούσονται καὶ ἀποστραφήσονται ἕκαστος ἀπὸ τη̃ς ὁδου̃ αὐτου̃ τη̃ς πονηρα̃ς καὶ παύσομαι ἀπὸ τω̃ν κακω̃ν ὡ̃ν ἐγὼ λογίζομαι του̃ ποιη̃σαι αὐτοι̃ς ἕνεκεν τω̃ν πονηρω̃ν ἐπιτηδευμάτων αὐτω̃ν |
4 καὶ ἐρει̃ς οὕτως εἰ̃πεν κύριος ἐὰν μὴ ἀκούσητέ μου του̃ πορεύεσθαι ἐν τοι̃ς νομίμοις μου οἱ̃ς ἔδωκα κατὰ πρόσωπον ὑμω̃ν |
5 εἰσακούειν τω̃ν λόγων τω̃ν παίδων μου τω̃ν προφητω̃ν οὓς ἐγὼ ἀποστέλλω πρὸς ὑμα̃ς ὄρθρου καὶ ἀπέστειλα καὶ οὐκ εἰσηκούσατέ μου |
6 καὶ δώσω τὸν οἰ̃κον του̃τον ὥσπερ Σηλωμ καὶ τὴν πόλιν δώσω εἰς κατάραν πα̃σιν τοι̃ς ἔθνεσιν πάσης τη̃ς γη̃ς |
7 καὶ ἤκουσαν οἱ ἱερει̃ς καὶ οἱ ψευδοπροφη̃ται καὶ πα̃ς ὁ λαὸς του̃ Ιερεμιου λαλου̃ντος τοὺς λόγους τούτους ἐν οἴκω̨ κυρίου |
8 καὶ ἐγένετο Ιερεμιου παυσαμένου λαλου̃ντος πάντα ἃ συνέταξεν αὐτω̨̃ κύριος λαλη̃σαι παντὶ τω̨̃ λαω̨̃ καὶ συνελάβοσαν αὐτὸν οἱ ἱερει̃ς καὶ οἱ ψευδοπροφη̃ται καὶ πα̃ς ὁ λαὸς λέγων θανάτω̨ ἀποθανη̨̃ |
9 ὅτι ἐπροφήτευσας τω̨̃ ὀνόματι κυρίου λέγων ὥσπερ Σηλωμ ἔσται ὁ οἰ̃κος οὑ̃τος καὶ ἡ πόλις αὕτη ἐρημωθήσεται ἀπὸ κατοικούντων καὶ ἐξεκκλησιάσθη πα̃ς ὁ λαὸς ἐπὶ Ιερεμιαν ἐν οἴκω̨ κυρίου |
10 καὶ ἤκουσαν οἱ ἄρχοντες Ιουδα τὸν λόγον του̃τον καὶ ἀνέβησαν ἐξ οἴκου του̃ βασιλέως εἰς οἰ̃κον κυρίου καὶ ἐκάθισαν ἐν προθύροις πύλης κυρίου τη̃ς καινη̃ς |
11 καὶ εἰ̃παν οἱ ἱερει̃ς καὶ οἱ ψευδοπροφη̃ται πρὸς τοὺς ἄρχοντας καὶ παντὶ τω̨̃ λαω̨̃ κρίσις θανάτου τω̨̃ ἀνθρώπω̨ τούτω̨ ὅτι ἐπροφήτευσεν κατὰ τη̃ς πόλεως ταύτης καθὼς ἠκούσατε ἐν τοι̃ς ὠσὶν ὑμω̃ν |
12 καὶ εἰ̃πεν Ιερεμιας πρὸς τοὺς ἄρχοντας καὶ παντὶ τω̨̃ λαω̨̃ λέγων κύριος ἀπέστειλέν με προφητευ̃σαι ἐπὶ τὸν οἰ̃κον του̃τον καὶ ἐπὶ τὴν πόλιν ταύτην πάντας τοὺς λόγους τούτους οὓς ἠκούσατε |
13 καὶ νυ̃ν βελτίους ποιήσατε τὰς ὁδοὺς ὑμω̃ν καὶ τὰ ἔργα ὑμω̃ν καὶ ἀκούσατε τη̃ς φωνη̃ς κυρίου καὶ παύσεται κύριος ἀπὸ τω̃ν κακω̃ν ὡ̃ν ἐλάλησεν ἐφ' ὑμα̃ς |
14 καὶ ἰδοὺ ἐγὼ ἐν χερσὶν ὑμω̃ν ποιήσατέ μοι ὡς συμφέρει καὶ ὡς βέλτιον ὑμι̃ν |
15 ἀλλ' ἢ γνόντες γνώσεσθε ὅτι εἰ ἀναιρει̃τέ με αἱ̃μα ἀθω̨̃ον δίδοτε ἐφ' ὑμα̃ς καὶ ἐπὶ τὴν πόλιν ταύτην καὶ ἐπὶ τοὺς κατοικου̃ντας ἐν αὐτη̨̃ ὅτι ἐν ἀληθεία̨ ἀπέσταλκέν με κύριος πρὸς ὑμα̃ς λαλη̃σαι εἰς τὰ ὠ̃τα ὑμω̃ν πάντας τοὺς λόγους τούτους |
16 καὶ εἰ̃παν οἱ ἄρχοντες καὶ πα̃ς ὁ λαὸς πρὸς τοὺς ἱερει̃ς καὶ πρὸς τοὺς ψευδοπροφήτας οὐκ ἔστιν τω̨̃ ἀνθρώπω̨ τούτω̨ κρίσις θανάτου ὅτι ἐπὶ τω̨̃ ὀνόματι κυρίου του̃ θεου̃ ἡμω̃ν ἐλάλησεν πρὸς ἡμα̃ς |
17 καὶ ἀνέστησαν ἄνδρες τω̃ν πρεσβυτέρων τη̃ς γη̃ς καὶ εἰ̃παν πάση̨ τη̨̃ συναγωγη̨̃ του̃ λαου̃ |
18 Μιχαιας ὁ Μωραθίτης ἠ̃ν ἐν ται̃ς ἡμέραις Εζεκιου βασιλέως Ιουδα καὶ εἰ̃πεν παντὶ τω̨̃ λαω̨̃ Ιουδα οὕτως εἰ̃πεν κύριος Σιων ὡς ἀγρὸς ἀροτριαθήσεται καὶ Ιερουσαλημ εἰς ἄβατον ἔσται καὶ τὸ ὄρος του̃ οἴκου εἰς ἄλσος δρυμου̃ |
19 μὴ ἀνελὼν ἀνει̃λεν αὐτὸν Εζεκιας καὶ πα̃ς Ιουδα οὐχὶ ὅτι ἐφοβήθησαν τὸν κύριον καὶ ὅτι ἐδεήθησαν του̃ προσώπου κυρίου καὶ ἐπαύσατο κύριος ἀπὸ τω̃ν κακω̃ν ὡ̃ν ἐλάλησεν ἐπ' αὐτούς καὶ ἡμει̃ς ἐποιήσαμεν κακὰ μεγάλα ἐπὶ ψυχὰς ἡμω̃ν |
20 καὶ ἄνθρωπος ἠ̃ν προφητεύων τω̨̃ ὀνόματι κυρίου Ουριας υἱὸς Σαμαιου ἐκ Καριαθιαριμ καὶ ἐπροφήτευσεν περὶ τη̃ς γη̃ς ταύτης κατὰ πάντας τοὺς λόγους Ιερεμιου |
21 καὶ ἤκουσεν ὁ βασιλεὺς Ιωακιμ καὶ πάντες οἱ ἄρχοντες πάντας τοὺς λόγους αὐτου̃ καὶ ἐζήτουν ἀποκτει̃ναι αὐτόν καὶ ἤκουσεν Ουριας καὶ εἰση̃λθεν εἰς Αἴγυπτον |
22 καὶ ἐξαπέστειλεν ὁ βασιλεὺς ἄνδρας εἰς Αἴγυπτον |
23 καὶ ἐξηγάγοσαν αὐτὸν ἐκει̃θεν καὶ εἰσηγάγοσαν αὐτὸν πρὸς τὸν βασιλέα καὶ ἐπάταξεν αὐτὸν ἐν μαχαίρα̨ καὶ ἔρριψεν αὐτὸν εἰς τὸ μνη̃μα υἱω̃ν λαου̃ αὐτου̃ |
24 πλὴν χεὶρ Αχικαμ υἱου̃ Σαφαν ἠ̃ν μετὰ Ιερεμιου του̃ μὴ παραδου̃ναι αὐτὸν εἰς χει̃ρας του̃ λαου̃ του̃ μὴ ἀνελει̃ν αὐτόν |