Bible-Centre
Toute la Bible
Grec / Septante (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 30

τη̨̃ Ιδουμαία̨ τάδε λέγει κύριος οὐκ ἔστιν ἔτι σοφία ἐν Θαιμαν ἀπώλετο βουλὴ ἐκ συνετω̃ν ὤχετο σοφία αὐτω̃ν
ἠπατήθη ὁ τόπος αὐτω̃ν βαθύνατε εἰς κάθισιν οἱ κατοικου̃ντες ἐν Δαιδαν ὅτι δύσκολα ἐποίησεν ἤγαγον ἐπ' αὐτὸν ἐν χρόνω̨ ὡ̨̃ ἐπεσκεψάμην ἐπ' αὐτόν
ὅτι τρυγηταὶ ἠ̃λθόν σοι οὐ καταλείψουσίν σοι καταλείμματα ὡς κλέπται ἐν νυκτὶ ἐπιθήσουσιν χει̃ρα αὐτω̃ν
ὅτι ἐγὼ κατέσυρα τὸν Ησαυ ἀνεκάλυψα τὰ κρυπτὰ αὐτω̃ν κρυβη̃ναι οὐ μὴ δύνωνται ὤλοντο διὰ χει̃ρα ἀδελφου̃ αὐτου̃ καὶ γείτονος αὐτου̃ καὶ οὐκ ἔστιν
ὑπολείπεσθαι ὀρφανόν σου ἵνα ζήσηται καὶ ἐγὼ ζήσομαι καὶ χη̃ραι ἐπ' ἐμὲ πεποίθασιν
ὅτι τάδε εἰ̃πεν κύριος οἱ̃ς οὐκ ἠ̃ν νόμος πιει̃ν τὸ ποτήριον ἔπιον καὶ σὺ ἀθω̨ωμένη οὐ μὴ ἀθω̨ωθη̨̃ς ὅτι πίνων πίεσαι
ὅτι κατ' ἐμαυτου̃ ὤμοσα λέγει κύριος ὅτι εἰς ἄβατον καὶ εἰς ὀνειδισμὸν καὶ εἰς κατάρασιν ἔση̨ ἐν μέσω̨ αὐτη̃ς καὶ πα̃σαι αἱ πόλεις αὐτη̃ς ἔσονται ἔρημοι εἰς αἰω̃να
ἀκοὴν ἤκουσα παρὰ κυρίου καὶ ἀγγέλους εἰς ἔθνη ἀπέστειλεν συνάχθητε καὶ παραγένεσθε εἰς αὐτήν ἀνάστητε εἰς πόλεμον
μικρὸν ἔδωκά σε ἐν ἔθνεσιν εὐκαταφρόνητον ἐν ἀνθρώποις
10 ἡ παιγνία σου ἐνεχείρησέν σοι ἰταμία καρδίας σου κατέλυσεν τρυμαλιὰς πετρω̃ν συνέλαβεν ἰσχὺν βουνου̃ ὑψηλου̃ ὅτι ὕψωσεν ὥσπερ ἀετὸς νοσσιὰν αὐτου̃ ἐκει̃θεν καθελω̃ σε
11 καὶ ἔσται ἡ Ιδουμαία εἰς ἄβατον πα̃ς ὁ παραπορευόμενος ἐπ' αὐτὴν συριει̃
12 ὥσπερ κατεστράφη Σοδομα καὶ Γομορρα καὶ αἱ πάροικοι αὐτη̃ς εἰ̃πεν κύριος παντοκράτωρ οὐ μὴ καθίση̨ ἐκει̃ ἄνθρωπος καὶ οὐ μὴ ἐνοικήση̨ ἐκει̃ υἱὸς ἀνθρώπου
13 ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἐκ μέσου του̃ Ιορδάνου εἰς τόπον Αιθαμ ὅτι ταχὺ ἐκδιώξω αὐτοὺς ἀπ' αὐτη̃ς καὶ τοὺς νεανίσκους ἐπ' αὐτὴν ἐπιστήσατε ὅτι τίς ὥσπερ ἐγώ καὶ τίς ἀντιστήσεταί μοι καὶ τίς οὑ̃τος ποιμήν ὃς στήσεται κατὰ πρόσωπόν μου
14 διὰ του̃το ἀκούσατε βουλὴν κυρίου ἣν ἐβουλεύσατο ἐπὶ τὴν Ιδουμαίαν καὶ λογισμὸν αὐτου̃ ὃν ἐλογίσατο ἐπὶ τοὺς κατοικου̃ντας Θαιμαν ἐὰν μὴ συμψησθω̃σιν τὰ ἐλάχιστα τω̃ν προβάτων ἐὰν μὴ ἀβατωθη̨̃ ἐπ' αὐτὴν κατάλυσις αὐτω̃ν
15 ὅτι ἀπὸ φωνη̃ς πτώσεως αὐτω̃ν ἐσείσθη ἡ γη̃ καὶ κραυγή σου ἐν θαλάσση̨ ἠκούσθη
16 ἰδοὺ ὥσπερ ἀετὸς ὄψεται καὶ ἐκτενει̃ τὰς πτέρυγας ἐπ' ὀχυρώματα αὐτη̃ς καὶ ἔσται ἡ καρδία τω̃ν ἰσχυρω̃ν τη̃ς Ιδουμαίας ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ὡς καρδία γυναικὸς ὠδινούσης
17 τοι̃ς υἱοι̃ς Αμμων οὕτως εἰ̃πεν κύριος μὴ υἱοὶ οὔκ εἰσιν ἐν Ισραηλ ἢ παραλημψόμενος οὐκ ἔστιν αὐτοι̃ς διὰ τί παρέλαβεν Μελχομ τὸν Γαδ καὶ ὁ λαὸς αὐτω̃ν ἐν πόλεσιν αὐτω̃ν ἐνοικήσει
18 διὰ του̃το ἰδοὺ ἡμέραι ἔρχονται φησὶν κύριος καὶ ἀκουτιω̃ ἐπὶ Ραββαθ θόρυβον πολέμων καὶ ἔσονται εἰς ἄβατον καὶ εἰς ἀπώλειαν καὶ βωμοὶ αὐτη̃ς ἐν πυρὶ κατακαυθήσονται καὶ παραλήμψεται Ισραηλ τὴν ἀρχὴν αὐτου̃
19 ἀλάλαξον Εσεβων ὅτι ὤλετο Γαι κεκράξατε θυγατέρες Ραββαθ περιζώσασθε σάκκους καὶ ἐπιλημπτεύσασθε καὶ κόψασθε ἐπὶ Μελχομ ὅτι ἐν ἀποικία̨ βαδιει̃ται οἱ ἱερει̃ς αὐτου̃ καὶ οἱ ἄρχοντες αὐτου̃ ἅμα
20 τί ἀγαλλιάση̨ ἐν τοι̃ς πεδίοις Ενακιμ θύγατερ ἰταμίας ἡ πεποιθυι̃α ἐπὶ θησαυροι̃ς αὐτη̃ς ἡ λέγουσα τίς εἰσελεύσεται ἐπ' ἐμέ
21 ἰδοὺ ἐγὼ φέρω φόβον ἐπὶ σέ εἰ̃πεν κύριος ἀπὸ πάσης τη̃ς περιοίκου σου καὶ διασπαρήσεσθε ἕκαστος εἰς πρόσωπον αὐτου̃ καὶ οὐκ ἔσται ὁ συνάγων
22 ...
23 τη̨̃ Κηδαρ βασιλίσση̨ τη̃ς αὐλη̃ς ἣν ἐπάταξεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος οὕτως εἰ̃πεν κύριος ἀνάστητε καὶ ἀνάβητε ἐπὶ Κηδαρ καὶ πλήσατε τοὺς υἱοὺς Κεδεμ
24 σκηνὰς αὐτω̃ν καὶ πρόβατα αὐτω̃ν λήμψονται ἱμάτια αὐτω̃ν καὶ πάντα τὰ σκεύη αὐτω̃ν καὶ καμήλους αὐτω̃ν λήμψονται ἑαυτοι̃ς καὶ καλέσατε ἐπ' αὐτοὺς ἀπώλειαν κυκλόθεν
25 φεύγετε λίαν βαθύνατε εἰς κάθισιν καθήμενοι ἐν τη̨̃ αὐλη̨̃ ὅτι ἐβουλεύσατο ἐφ' ὑμα̃ς βασιλεὺς Βαβυλω̃νος βουλὴν καὶ ἐλογίσατο ἐφ' ὑμα̃ς λογισμόν
26 ἀνάστηθι καὶ ἀνάβηθι ἐπ' ἔθνος εὐσταθου̃ν καθήμενον εἰς ἀναψυχήν οἱ̃ς οὔκ εἰσιν θύραι οὐ βάλανοι οὐ μοχλοί μόνοι καταλύουσιν
27 καὶ ἔσονται κάμηλοι αὐτω̃ν εἰς προνομὴν καὶ πλη̃θος κτηνω̃ν αὐτω̃ν εἰς ἀπώλειαν καὶ λικμήσω αὐτοὺς παντὶ πνεύματι κεκαρμένους πρὸ προσώπου αὐτω̃ν ἐκ παντὸς πέραν αὐτω̃ν οἴσω τὴν τροπὴν αὐτω̃ν εἰ̃πεν κύριος
28 καὶ ἔσται ἡ αὐλὴ διατριβὴ στρουθω̃ν καὶ ἄβατος ἕως αἰω̃νος οὐ μὴ καθίση̨ ἐκει̃ ἄνθρωπος καὶ οὐ μὴ κατοικήση̨ ἐκει̃ υἱὸς ἀνθρώπου
29 τη̨̃ Δαμασκω̨̃ κατη̨σχύνθη Ημαθ καὶ Αρφαδ ὅτι ἤκουσαν ἀκοὴν πονηράν ἐξέστησαν ἐθυμώθησαν ἀναπαύσασθαι οὐ μὴ δύνωνται
30 ἐξελύθη Δαμασκός ἀπεστράφη εἰς φυγήν τρόμος ἐπελάβετο αὐτη̃ς
31 πω̃ς οὐχὶ ἐγκατέλιπεν πόλιν ἐμήν κώμην ἠγάπησαν
32 διὰ του̃το πεσου̃νται νεανίσκοι ἐν πλατείαις σου καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου πεσου̃νται φησὶν κύριος
33 καὶ καύσω πυ̃ρ ἐν τείχει Δαμασκου̃ καὶ καταφάγεται ἄμφοδα υἱου̃ Αδερ
Pour que les textes en grec s’affichent correctement, il est préférable d’installer la police Lucida Sans Unicode. De même, pour les textes en slavon ancien, installez la police Hirmos. Si votre navigateur prend en charge CSS3, les polices s’afficheront automatiquement.

Après votre inscription, vous pourrez vous abonner à l’envoi des textes de n’importe quel plan de lecture de la Bible.

Nous prévoyons d’ajouter progressivement des paramètres personnalisés ainsi que d’autres services pour les utilisateurs inscrits. Nous vous conseillons donc de vous inscrire dès maintenant. C’est gratuit.