9 ἐν τοι̃ς προφήταις συνετρίβη ἡ καρδία μου ἐν ἐμοὶ ἐσαλεύθη πάντα τὰ ὀστα̃ μου ἐγενήθην ὡς ἀνὴρ συντετριμμένος καὶ ὡς ἄνθρωπος συνεχόμενος ἀπὸ οἴνου ἀπὸ προσώπου κυρίου καὶ ἀπὸ προσώπου εὐπρεπείας δόξης αὐτου̃ |
10 ὅτι ἀπὸ προσώπου τούτων ἐπένθησεν ἡ γη̃ ἐξηράνθησαν αἱ νομαὶ τη̃ς ἐρήμου καὶ ἐγένετο ὁ δρόμος αὐτω̃ν πονηρὸς καὶ ἡ ἰσχὺς αὐτω̃ν οὐχ οὕτως |
11 ὅτι ἱερεὺς καὶ προφήτης ἐμολύνθησαν καὶ ἐν τω̨̃ οἴκω̨ μου εἰ̃δον πονηρίας αὐτω̃ν |
12 διὰ του̃το γενέσθω ἡ ὁδὸς αὐτω̃ν αὐτοι̃ς εἰς ὀλίσθημα ἐν γνόφω̨ καὶ ὑποσκελισθήσονται καὶ πεσου̃νται ἐν αὐτη̨̃ διότι ἐπάξω ἐπ' αὐτοὺς κακὰ ἐν ἐνιαυτω̨̃ ἐπισκέψεως αὐτω̃ν φησὶν κύριος |
13 καὶ ἐν τοι̃ς προφήταις Σαμαρείας εἰ̃δον ἀνομήματα ἐπροφήτευσαν διὰ τη̃ς Βααλ καὶ ἐπλάνησαν τὸν λαόν μου Ισραηλ |
14 καὶ ἐν τοι̃ς προφήταις Ιερουσαλημ ἑώρακα φρικτά μοιχωμένους καὶ πορευομένους ἐν ψεύδεσι καὶ ἀντιλαμβανομένους χειρω̃ν πονηρω̃ν του̃ μὴ ἀποστραφη̃ναι ἕκαστον ἀπὸ τη̃ς ὁδου̃ αὐτου̃ τη̃ς πονηρα̃ς ἐγενήθησάν μοι πάντες ὡς Σοδομα καὶ οἱ κατοικου̃ντες αὐτὴν ὥσπερ Γομορρα |
15 διὰ του̃το τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ψωμιω̃ αὐτοὺς ὀδύνην καὶ ποτιω̃ αὐτοὺς ὕδωρ πικρόν ὅτι ἀπὸ τω̃ν προφητω̃ν Ιερουσαλημ ἐξη̃λθεν μολυσμὸς πάση̨ τη̨̃ γη̨̃ |
16 οὕτως λέγει κύριος παντοκράτωρ μὴ ἀκούετε τοὺς λόγους τω̃ν προφητω̃ν ὅτι ματαιου̃σιν ἑαυτοι̃ς ὅρασιν ἀπὸ καρδίας αὐτω̃ν λαλου̃σιν καὶ οὐκ ἀπὸ στόματος κυρίου |
17 λέγουσιν τοι̃ς ἀπωθουμένοις τὸν λόγον κυρίου εἰρήνη ἔσται ὑμι̃ν καὶ πα̃σιν τοι̃ς πορευομένοις τοι̃ς θελήμασιν αὐτω̃ν παντὶ τω̨̃ πορευομένω̨ πλάνη̨ καρδίας αὐτου̃ εἰ̃παν οὐχ ἥξει ἐπὶ σὲ κακά |
18 ὅτι τίς ἔστη ἐν ὑποστήματι κυρίου καὶ εἰ̃δεν τὸν λόγον αὐτου̃ τίς ἐνωτίσατο καὶ ἤκουσεν |
19 ἰδοὺ σεισμὸς παρὰ κυρίου καὶ ὀργὴ ἐκπορεύεται εἰς συσσεισμόν συστρεφομένη ἐπὶ τοὺς ἀσεβει̃ς ἥξει |
20 καὶ οὐκέτι ἀποστρέψει ὁ θυμὸς κυρίου ἕως ἂν ποιήση̨ αὐτὸ καὶ ἕως ἂν ἀναστήση̨ αὐτὸ ἀπὸ ἐγχειρήματος καρδίας αὐτου̃ ἐπ' ἐσχάτου τω̃ν ἡμερω̃ν νοήσουσιν αὐτά |
21 οὐκ ἀπέστελλον τοὺς προφήτας καὶ αὐτοὶ ἔτρεχον οὐκ ἐλάλησα πρὸς αὐτούς καὶ αὐτοὶ ἐπροφήτευον |
22 καὶ εἰ ἔστησαν ἐν τη̨̃ ὑποστάσει μου καὶ εἰσήκουσαν τω̃ν λόγων μου καὶ τὸν λαόν μου ἂν ἀπέστρεφον αὐτοὺς ἀπὸ τω̃ν πονηρω̃ν ἐπιτηδευμάτων αὐτω̃ν |
23 θεὸς ἐγγίζων ἐγώ εἰμι λέγει κύριος καὶ οὐχὶ θεὸς πόρρωθεν |
24 εἰ κρυβήσεται ἄνθρωπος ἐν κρυφαίοις καὶ ἐγὼ οὐκ ὄψομαι αὐτόν μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γη̃ν ἐγὼ πληρω̃ λέγει κύριος |
25 ἤκουσα ἃ λαλου̃σιν οἱ προφη̃ται ἃ προφητεύουσιν ἐπὶ τω̨̃ ὀνόματί μου ψευδη̃ λέγοντες ἠνυπνιασάμην ἐνύπνιον |
26 ἕως πότε ἔσται ἐν καρδία̨ τω̃ν προφητω̃ν τω̃ν προφητευόντων ψευδη̃ καὶ ἐν τω̨̃ προφητεύειν αὐτοὺς τὰ θελήματα καρδίας αὐτω̃ν |
27 τω̃ν λογιζομένων του̃ ἐπιλαθέσθαι του̃ νόμου μου ἐν τοι̃ς ἐνυπνίοις αὐτω̃ν ἃ διηγου̃ντο ἕκαστος τω̨̃ πλησίον αὐτου̃ καθάπερ ἐπελάθοντο οἱ πατέρες αὐτω̃ν του̃ ὀνόματός μου ἐν τη̨̃ Βααλ |
28 ὁ προφήτης ἐν ὡ̨̃ τὸ ἐνύπνιόν ἐστιν διηγησάσθω τὸ ἐνύπνιον αὐτου̃ καὶ ἐν ὡ̨̃ ὁ λόγος μου πρὸς αὐτόν διηγησάσθω τὸν λόγον μου ἐπ' ἀληθείας τί τὸ ἄχυρον πρὸς τὸν σι̃τον οὕτως οἱ λόγοι μου λέγει κύριος |
29 οὐχὶ οἱ λόγοι μου ὥσπερ πυ̃ρ φλέγον λέγει κύριος καὶ ὡς πέλυξ κόπτων πέτραν |
30 διὰ του̃το ἰδοὺ ἐγὼ πρὸς τοὺς προφήτας λέγει κύριος ὁ θεός τοὺς κλέπτοντας τοὺς λόγους μου ἕκαστος παρὰ του̃ πλησίον αὐτου̃ |
31 ἰδοὺ ἐγὼ πρὸς τοὺς προφήτας τοὺς ἐκβάλλοντας προφητείας γλώσσης καὶ νυστάζοντας νυσταγμὸν ἑαυτω̃ν |
32 ἰδοὺ ἐγὼ πρὸς τοὺς προφήτας τοὺς προφητεύοντας ἐνύπνια ψευδη̃ καὶ διηγου̃ντο αὐτὰ καὶ ἐπλάνησαν τὸν λαόν μου ἐν τοι̃ς ψεύδεσιν αὐτω̃ν καὶ ἐν τοι̃ς πλάνοις αὐτω̃ν καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοι̃ς καὶ ὠφέλειαν οὐκ ὠφελήσουσιν τὸν λαὸν του̃τον |
33 καὶ ἐὰν ἐρωτήσωσί σε ὁ λαὸς οὑ̃τος ἢ ἱερεὺς ἢ προφήτης λέγων τί τὸ λη̃μμα κυρίου καὶ ἐρει̃ς αὐτοι̃ς ὑμει̃ς ἐστε τὸ λη̃μμα καὶ ῥάξω ὑμα̃ς λέγει κύριος |
34 καὶ ὁ προφήτης καὶ ὁ ἱερεὺς καὶ ὁ λαός οἳ ἂν εἴπωσιν λη̃μμα κυρίου καὶ ἐκδικήσω τὸν ἄνθρωπον ἐκει̃νον καὶ τὸν οἰ̃κον αὐτου̃ |
35 ὅτι οὕτως ἐρει̃τε ἕκαστος πρὸς τὸν πλησίον αὐτου̃ καὶ ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτου̃ τί ἀπεκρίθη κύριος καὶ τί ἐλάλησεν κύριος |
36 καὶ λη̃μμα κυρίου μὴ ὀνομάζετε ἔτι ὅτι τὸ λη̃μμα τω̨̃ ἀνθρώπω̨ ἔσται ὁ λόγος αὐτου̃ |
37 καὶ διὰ τί ἐλάλησεν κύριος ὁ θεὸς ἡμω̃ν |
38 διὰ του̃το τάδε λέγει κύριος ὁ θεός ἀνθ' ὡ̃ν εἴπατε τὸν λόγον του̃τον λη̃μμα κυρίου καὶ ἀπέστειλα πρὸς ὑμα̃ς λέγων οὐκ ἐρει̃τε λη̃μμα κυρίου |
39 διὰ του̃το ἰδοὺ ἐγὼ λαμβάνω καὶ ῥάσσω ὑμα̃ς καὶ τὴν πόλιν ἣν ἔδωκα ὑμι̃ν καὶ τοι̃ς πατράσιν ὑμω̃ν |
40 καὶ δώσω ἐφ' ὑμα̃ς ὀνειδισμὸν αἰώνιον καὶ ἀτιμίαν αἰώνιον ἥτις οὐκ ἐπιλησθήσεται |